- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:234.18-236.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德关于无限者在有限时间或无限时间内都不可能被无限者运动的证明,并整理了得出不存在无限的可感觉自然物体这一结论的第二格三段论。
" Οὐδὲ ἄπειρον δὲ ὑπὸ ἀπείρου ἐνδέχεται ἕως τοῦ ἀδύνατόν τι σῶμα ἄπειρον αἰσθητὸν εἶναι." Ἐφεξῆς καὶ τὸ λοιπὸν δείκνυσιν, ὅτι οὐδὲ ἄπειρον ὑπὸ ἀπείρου πάσχειν οἷόν τε οὔτε ἐν πεπερασμένῳ χρόνῳ οὔτε ἐν ἀπείρῳ, καὶ πρῶτον, ὅτι ἐν πεπερασμένῳ οὐχ οἷόν τε. δι’ ἀδυνάτου δὲ καὶ τοῦτο δείκνυσιν ἀξιώμασι προσχρώμενος τῷ τε ἐν ἐλάττονι χρόνῳ ἔλαττον κινεῖσθαι ὑπὸ τῆς αὐτῆς δυνάμεως καὶ τῷ ἐν τοῖς ὑπὸ τῆς αὐτῆς δυνάμεως κινουμένοις ἀνίσοις τὴν αὐτὴν ἀναλογίαν εἶναι ἔν τε τοῖς τῶν κινουμένων μεγέθεσι καὶ ἐν τοῖς χρόνοις, ἐν οἷς κινοῦνται. ἡ δὲ δεῖξις τοιαύτη. ὑποτίθεται τὸ μὲν κινοῦν ἄπειρον τὸ Α, τὸ δὲ κινούμενον ὑπὸ τοῦ Α ἄπειρον ὂν καὶ αὐτὸ τὸ Β, τὸν δὲ χρόνον τὸν πεπερασμένον, ἐν ᾧ τὸ Β ἔπαθεν ὑπὸ τοῦ Α Ε Β Δ Γ Ζ Α,1 τὸν ΓΔ καὶ λαμβάνει μόριον τοῦ Β τὸ Ε. ἐπεὶ οὖν τὸ ὅλον Β ὑπὸ τοῦ Α ἐν ἐλάττονι χρόνῳ πεπονθὸς ἔσται·2 τὸ γὰρ ἔλαττον ἐν ἐλάττονι πάσχειν χρόνῳ ὑπὸ τοῦ αὐτοῦ ἠξίωται. ἔστω οὖν χρόνος, ἐν ᾧ τὸ Ε τὸ τοῦ Β μέρος πέπονθεν ὑπὸ τοῦ Α ἀπείρου, ὁ Δ μέρος ὢν τοῦ ΓΔ, ἐν ᾧ ὅλον ἔκειτο τὸ Β ὑπὸ τοῦ Α πεπονθέναι· ὡς δὴ ἔχει ὁ Δ χρόνος πρὸς τὸν ΓΔ μέρος ὢν αὐτοῦ πεπερασμένον πεπερασμένου, ἂν ποιήσωμεν οὕτως τὸ Ε ἔχον πρός τι μόριον τοῦ ἀπείρου· ἐν ᾧ γὰρ ἂν λόγῳ ᾖ ὁ Δ χρόνος πρὸς τὸν ΓΔ, ἐν τούτῳ ἔστι καὶ τὸ Ε μέγεθος πρὸς ἄλλο τι μέγεθος πεπερασμένον λαβεῖν, ὃ μέρος ἔσται καὶ αὐτὸ τοῦ Β· ἔστω τοῦτο τὸ Ζ, αὐτὸς δὲ οὐ λαμβάνει ἐν τῇ λέξει κατ’ αὐτοῦ στοιχεῖον· ἔσται, ὡς ὁ Δ χρόνος πρὸς τὸν ΓΔ, τὸ Ε μέγεθος πρὸς τὸ Ζ, καὶ ἐναλλάξ, ὡς ὁ Δ χρόνος πρὸς τὸ Ε, οὕτως ὁ ΓΔ πρὸς τὸ Ζ. ἀλλὰ μὴν ὁ Δ χρόνος πρὸς τὸ Ε οὕτως ἔχει, ὡς ἐν αὐτῷ ὑπὸ τοῦ Α τοῦ ἀπείρου κεκινῆσθαι αὐτὸ τὸ Ε· καὶ ἐν τῷ ΓΔ οὖν χρόνῳ τὸ Ζ κινήσεται ὑπὸ τοῦ Α τοῦ ἀπείρου. ἀλλ’ ἔκειτο καὶ ὅλον τὸ Β ἄπειρον ὑπὸ τοῦ Α ἐν τῷ ΓΔ χρόνῳ κινεῖσθαι, ὅπερ ἀδύνατον διὰ τὸ μεῖζον ὑπὸ τῆς αὐτῆς δυνάμεως ἐν πλείονι κινεῖσθαι χρόνῳ, μεῖζον δὲ τὸ Β ἄπειρον ὂν τοῦ Ζ πεπερασμένου. ὥστε καὶ τοῦτο εἰς ἀδύνατον ἀπήχθη τὸ τὸ μεῖζον καὶ τὸ ἔλαττον ἐν τῷ αὐτῷ χρόνῳ ὑπὸ τοῦ αὐτοῦ κινεῖσθαι. τὸ δὲ ἐπεὶ ὅλον πέπονθε τὸ Β, οὐκ ἐν ἴσῳ χρόνῳ τὸ αὐτό, τουτέστιν οὐκ ἐν ἴσῳ χρόνῳ κινήσει τὸ αὐτὸ τό τε μεῖζον καὶ τὸ ἔλαττον, διότι ὑπόκειται ἐν ἐλάσσονι χρόνῳ κινεῖσθαι τὸ ἔλαττον ὑπὸ τοῦ αὐτοῦ, ὥσπερ ἐν τῷ πλείονι καὶ ἐλάττονι χρόνῳ ὑπὸ τοῦ αὐτοῦ τὸ μεῖζον καὶ τὸ ἔλαττον πάσχει, ὅσα πάσχοντα ἢ ποιοῦντα κατὰ τὴν αὐτὴν ἀναλογίαν τῷ χρόνῳ διῄρηται. ὥστε οὐχ ἁπλῶς τὸ μεῖζον καὶ ἁπλῶς τὸ ἔλαττον πάσχει, ἀλλὰ τὰ κατὰ τὴν ἀναλογίαν τοῦ χρόνου διῃρημένα μεῖζόν τε καὶ ἔλαττον. εἰ οὖν ἀδύνατον τὸ τὸ μεῖζον καὶ ἔλαττον ἐν τῷ αὐτῷ χρόνῳ πεπερασμένῳ ὑπὸ τοῦ αὐτοῦ κινηθῆναι, εἰκότως ἐπήγαγε τὸ ἐν οὐδενὶ ἄρα χρόνῳ δυνατὸν πεπερασμένῳ ἄπειρον ὑπὸ ἀπείρου κινηθῆναι. ἀλλὰ μήποτε ἐν ἀπείρῳ χρόνῳ τὸ ἄπειρον ὑπὸ τοῦ ἀπείρου κινηθῆναι δυνατόν; ἀλλ’ ὅτι καὶ τοῦτο ἀδύνατον, συντόμως ὑπέμνησεν εἰπών· ἀλλ’ ὁ μὲν ἄπειρος χρόνος οὐκ ἔχει τέλος, τὸ δὲ κεκινημένον ἔχει· τὸ μὲν γὰρ ἐν ἀπείρῳ χρόνῳ πάσχον ἢ ποιοῦν ἐπ’ ἄπειρον προϊὸν οὐκ ἔρχεται εἰς τέλος οὐδὲ ῥηθείη ἂν πεποιηκέναι ἢ πεπονθέναι· τὸ δὲ μὴ εἰς τέλος ἰέναι πεφυκός, εἰ μηδὲν κωλύει, οὐδ’ ἄν τὴν ἀρχὴν ποιεῖν ἢ πάσχειν δύναιτο, ὡς εἴρηται πρότερον· ὃ γὰρ μὴ ἐνδέχεται γενέσθαι, οὐδὲ γίνεσθαι ἐνδέχεται. ὥστε εἰκότως τούτοις ῥηθεῖσιν ἐπήγαγε τοῦ ὅλου λόγου τὴν συναγωγὴν ἐν δευτέρῳ σχήματι συλλογιζόμενος οὕτως· πᾶν σῶμα αἰσθητὸν ἔχει δύναμιν ποιητικὴν ἢ παθητικὴν ἢ ἄμφω· οὐδὲν ἄπειρον σῶμα ἔχει δύναμιν ποιητικὴν ἢ παθητικὴν ἢ ἄμφω· οὐδὲν ἄρα σῶμα ἄπειρον αἰσθητόν ἐστιν, καὶ ἀντιστρέψαντι,3 οὐδὲν ἄρα σῶμα αἰσθητὸν ἄπειρόν ἐστι. τὸ δὲ αἰσθητὸν πρὸς ἀντιδιαστολὴν τοῦ μαθηματικοῦ προστέθεικεν ἀπείρου πολλάκις ὑποτιθεμένου τοῦ μαθηματικοῦ.4
“无限者被无限者[作用]也是不可能的”至“任何可感觉的物体都不可能是无限的”。 接着,他也证明了其余的一点,即无限者受无限者作用,无论在有限时间内还是在无限时间内都是不可能的;首先证明在有限时间内是不可能的。并且他也是通过归谬法证明此点的,进一步利用了如下公理:在较少时间内较小者被同一力量运动,以及在被同一力量运动的不等事物中,在被运动者的大小之间与在它们被运动的时间之间存在着相同的比例。其证明如下:设施动的无限者为Α,被Α运动且自身也是无限者为Β,而Β被Α作用的有限时间(在Ε Β Δ Γ Ζ Α[的图式中])为ΓΔ,并且他取Β的一个部分Ε。因此,既然全体Β被Α[运动],[部分Ε]就将在较少时间内已经受了作用;因为公理预设较小者在较少时间内被同一者作用。那么,设Β的部分Ε被无限的Α作用的时间为Δ(它是ΓΔ的一个部分,在ΓΔ中曾预设全体Β被Α作用完毕)。正如时间Δ作为有限者对有限者的部分对于ΓΔ所具有的关系那样,如果我们使Ε对于无限者的某个部分也具有如此的关系——因为无论时间Δ对于ΓΔ处于何种比例,按照这一比例都可以取大小Ε对于另一有限大小的关系,而这另一大小自身也将是Β的一个部分;设此为Ζ(尽管他自己在文字中并没有为其设定一个字母)——结果将是:正如时间Δ对于ΓΔ,大小Ε对于Ζ也是如此;更比地,正如时间Δ对于Ε,ΓΔ对于Ζ也是如此。然而,时间Δ对于Ε具有这样的关系,即在其中Ε本身已被无限的Α运动完毕;因此在时间ΓΔ中,Ζ也将被无限的Α运动。但曾预设全体无限的Β也在时间ΓΔ中被Α运动,这是不可能的,因为较大者被同一力量在较多时间内运动,而作为无限者的Β大于有限的Ζ。因此这同样被导向了一个不可能的结论:较大者与较小者在同一时间内被同一者运动。 而“既然全体Β受了作用,同一事物并不是在相等时间内”这一句,意思就是:同一事物不会在相等时间内既运动较大者又运动较小者,因为预设较小者被同一事物在较少时间内运动,正如在较多和较少时间内较大者和较小者被同一事物作用那样,只要施动或受动者是按照与时间相同的比例被分割的。因此,受作用的并非单纯的较大者与单纯的较小者,而是按照时间的比例被分割的较大者与较小者。因此,如果较大者与较小者在同一有限时间内被同一者运动是不可能的,那么他理所当然地加上了:“因此在任何有限时间内,无限者都不可能被无限者运动”。 但是,无限者难道可能在无限时间内被无限者运动吗?然而这同样是不可能的,他简明地提醒道:“但无限的时间没有终点,而已被运动者则具有[终点]”。因为在无限时间内受作用或施动的事物,由于进行至无限,并不会达到终点,也不能被说成已经施动或受作用完毕;而本性上不能达到终点的事物,在没有任何阻碍的情况下,甚至根本不能施动或受作用,正如先前所说的那样:因为不可能生成的事物,也绝不可能正在生成。 因此,在说了这些之后,他理所当然地加上了整个论证的结论,在第二格中如此进行三段论推论:“一切可感觉的物体都具有施动或受动的力量,或兼具二者;没有任何无限的物体具有施动或受动的力量,或兼具二者;因此,没有任何无限的物体是可感觉的”;并且换位而言,“因此,没有任何可感觉的物体是无限的”。而他之所以加上“可感觉的”,是为了与数学的对象相对照,因为数学的对象经常被假定为无限的。
- 1.69Ε Β Δ Γ Ζ Α
句中插入的这一串字母代表伴随该几何证明的图式标签,在抄本流传中混入了正文。在句法上,它不充当主语或宾语,而是对图式符号的直接插入与参照。
- 1.69ἐπεὶ οὖν τὸ ὅλον Β ὑπὸ τοῦ Α ἐν ἐλάττονι χρόνῳ πεπονθὸς ἔσται
在此因果从句中,文本将“全体Β被Α作用”这一前提与结论(部分Ε“将在较少时间内已经受了作用”)紧缩在一起。在句法上,πεπονθὸς ἔσται 的主语需结合语境补出部分Ε。
- 1.69καὶ ἀντιστρέψαντι
与格分词 ἀντιστρέψαντι 是表示参照的与格(常用于指代进行某种逻辑或数学操作的人),意为“对于进行换位的人而言”或“若加以换位”。
- 1.69ἀπείρου πολλάκις ὑποτιθεμένου τοῦ μαθηματικοῦ
属格绝对结构。τὸ μαθηματικόν 为主语,ὑποτιθεμένου 为被动分词,ἀπείρου 为表语补足语,表示理由:“因为数学的对象常常被假定为无限的”。
