← 辛普里丘

亚里士多德《论天》注释

§233.11-234.17

有限物体受无限力量作用之不可能

辛普利丘针对亚里士多德《论天》275a14进行注解,利用无限力量与有限力量施动的比例关系,通过归谬法论证了有限物体无论在有限时间内还是在无限时间内都不可能受到无限力量的作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.68

" Ἀλλὰ μὴν οὐδὲ τὸ ἄπειρον ἐν οὐδενὶ χρόνῳ ἕως τοῦ ἡ δὲ ποίησις καὶ τὸ πάθος ἔχει." Δείξας, ὅτι τὸ ἄπειρον οὐδὲν πάσχει ὑπὸ πεπερασμένου, νῦν δείκνυσιν, ὅτι οὐδὲ τὸ πεπερασμένον ὑπὸ τοῦ ἀπείρου πάσχειν δυνατόν, καὶ τοῦτο διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς συνάγων· τὸ γὰρ ἄπειρον καὶ τὸ πεπερασμένον κἀνταῦθα ἐν τῷ ἴσῳ χρόνῳ τὸ αὐτὸ ἀλλοιώσει, ὅπερ ἐστὶν ἀδύνατον· ἐν ἐλάττονι γὰρ χρόνῳ τὸ μεῖζον ἀλλοιοῦν ὑπέκειτο. ἔστω ὑπὸ ἀπείρου δυνάμεως τῆς Α πεπερασμένον τι μέγεθος τὸ ΒΖ κινεῖσθαι ἐν τῷ Γ χρόνῳ, καὶ εἰλήφθω τις πεπερασμένη δύναμις ἡ Δ· αὕτη δὴ ἐν τῷ Γ χρόνῳ ἔλαττον τοῦ ΒΖ κινήσει· ἐλάττων γάρ ἐστι τῆς Α ἀπείρου οὔσης οὖσα πεπερασμένη. ἔστω δὴ κινούμενον ὑπὸ τοῦ Δ ἐν τῷ Γ χρόνῳ ἔλαττον τοῦ ΒΖ τὸ Ζ· καὶ εἰ πεπερασμένον ἐστὶ μέγεθος τὸ ΒΖ, πεπερασμένον δὲ καὶ τὸ Ζ, ἔστι τις λόγος αὐτῶν πρὸς ἄλληλα· ὃν δὴ ἔχει λόγον τὸ Ζ πρὸς τὸ ΒΖ, τοῦτον ἐχέτω ἡ Δ δύναμις πρὸς ἄλλην τινὰ δύναμιν πεπερασμένην. ἔστω αὕτη ἡ Ε· ἔσται οὖν, ὡς τὸ Ζ πρὸς τὸ ΒΖ, οὕτως ἡ Δ δύναμις πρὸς τὴν Ε, καὶ ὡς ἡ Δ πρὸς τὴν Ε, οὕτω τὸ Ζ πρὸς τὸ ΖΒ· καὶ ἐναλλὰξ ἄρα, ὡς ἡ Δ πρὸς τὸ Ζ, οὕτως ἡ Ε πρὸς τὸ ΒΖ. ἔστιν δὲ ἡ Δ δύναμις τοῦ Ζ κινητικὴ ἐν τῷ Γ χρόνῳ· ἔσται ἄρα καὶ ἡ Ε κινητικὴ τοῦ ΒΖ ἐν τῷ Γ χρόνῳ. ἦν δὲ καὶ ἡ Α ἡ ἄπειρος τοῦ ΒΖ κινητικὴ ἐν τῷ Γ χρόνῳ· ἐν ἄρα τῷ ἴσῳ χρόνῳ κινεῖται τὸ ΒΖ ὑπό τε τῆς ἀπείρου τῆς Α δυνάμεως καὶ ὑπὸ τῆς πεπερασμένης τῆς Ε, ὅπερ ἀδύνατον· οὐκ ἄρα πείσεταί τι τὸ πεπερασμένον ὑπὸ τοῦ ἀπείρου. Ἀσάφειαν δὲ ἐνεποίησε τῇ λέξει τὸ τὸ Β, ὅπερ ἡ ἄπειρος ἐκίνει δύναμις, διὰ τὸ περιέχειν ἐν ἑαυτῷ τὸ Ζ ἔλαττον ὂν αὐτοῦ ΒΖ προϊόντα ὀνομάσαι.1 συναγαγὼν δέ, ὅτι ἀνάγκη, εἰ τὸ πεπερασμένον ὑπὸ ἀπείρου πάσχει, ἐν τῷ ἴσῳ χρόνῳ τὸ ἄπειρον καὶ τὸ πεπερασμένον ἀλλοιοῦν τὴν αὐτὴν ἀλλοίωσιν, ὅπερ ἀδύνατον, διότι κεῖται τὸ μεῖζον ἐν ἐλάσσονι ποιεῖν, ἐπάγει ἀλλ’ ἀεὶ ὁ ληφθεὶς χρόνος τοῦτο ποιήσει, ὡς εἰ ἔλεγε· κἂν ἐλάττονα ἢ μείζονα χρόνον λάβοις τοῦ Γ, τὸ αὐτὸ ποιήσει. ὥστε οὐκ ἔσται χρόνος οὐδεὶς πεπερασμένος, ἐν ᾧ κινήσει τὸ ἄπειρον· ὥστε οὐδὲ κινήσει ὅλως, εἴπερ πᾶν τὸ κινοῦν ἐν χρόνῳ κινεῖν ἀνάγκη. δέδεικται δέ, ὅτι οὐδὲ κινηθήσεται· οὐκ ἄρα ἔσται σῶμα φυσικὸν ἄπειρον. ἀλλὰ μήποτε τὸ ἄπειρον ἐν ἀπείρῳ χρόνῳ κινήσει τὸ πεπερασμένον;2 ἀλλὰ καὶ τοῦτο ἀδύνατον· τὸ γὰρ ἐπ’ ἄπειρον ἀλλοιούμενον ἀδύνατον ἠλλοιῶσθαι ἢ κεκινῆσθαι· πέρας γὰρ οὐκ ἔχει· ἀδύνατον δὲ γίνεσθαι, ὃ μὴ ἐνδέχεται γενέσθαι.

“然而无限者在任何时间内也绝不”至“而施动与受动具有[终点]”。 在证明了无限者绝不受有限者作用之后,他现在证明有限者也不可能受无限者作用,并且这也是通过归谬法推导出来的;因为在这里,无限者与有限者同样将在相等时间内变异同一事物,而这是不可能的;因为曾预设较大者在较短时间内变异。设某个有限大小ΒΖ在Γ时间内被无限力量Α所运动,并设取某个有限力量Δ;那么这在Γ时间内将运动小于ΒΖ的事物;因为在自身为有限的情况下,它小于作为无限者的Α。于是,设在Γ时间内被Δ所运动的小于ΒΖ的事物为Ζ;而如果大小ΒΖ是有限的,Ζ也是有限的,那么它们彼此之间就存在某种比例;那么,Ζ对于ΒΖ具有怎样的比例,就让力量Δ对于另一有限力量具有怎样的比例。设这另一力量为Ε;因此,如同Ζ对于ΒΖ,力量Δ就将对于Ε,且如同Δ对于Ε,Ζ就将对于ΖΒ;于是更比地,如同Δ对于Ζ,Ε也将对于ΒΖ。但力量Δ在Γ时间内具有运动Ζ的能力;因此Ε在Γ时间内也将具有运动ΒΖ的能力。然而无限的Α在Γ时间内也具有运动ΒΖ的能力;因此在相等时间内,ΒΖ既被无限力量Α运动,又被有限力量Ε运动,这是不可能的;因此有限者绝不受无限者任何作用。 然而,他在行文中造成了晦涩,这是由于他在后文把无限力量所运动的Β称作“ΒΖ”,因为Β内部包含了小于自身的Ζ。在他推导得出“如果有限者受无限者作用,必然在相等时间内无限者与有限者引起相同的变异(这是不可能的,因为预设较大者在较少时间内施动)”之后,他又加上了“但所取的时间将总是造成这一结果”,这仿佛是说:即使你取小于或大于Γ的时间,它也会造成同样的结果。因此,绝不会存在任何无限者在其中引起运动的有限时间;因此,如果确实凡引起运动者都必然在时间内引起运动,它就根本不会引起运动。而另一方面已经证明它也不会被运动;因此绝不会存在无限的自然物体。 但无限者是否可能在无限时间内运动有限者呢?然而这也是不可能的;因为无限地被变异者不可能已经完成了变异或运动;因为它没有终点,而不可能发生之事是绝不可能正在生成的。

语法注2 条
  1. 1.68τὸ τὸ Β, ὅπερ ἡ ἄπειρος ἐκίνει δύναμις, διὰ τὸ περιέχειν ἐν ἑαυτῷ τὸ Ζ ἔλαττον ὂν αὐτοῦ ΒΖ προϊόντα ὀνομάσαι

    该句的核心骨架是由中性定冠词 τὸ 与不定式 ὀνομάσαι 构成的带冠词不定式短语,充当主动词 ἐνεποίησε 的主语。动词 ὀνομάσαι 带双宾格:直接宾语 τὸ Β 以及补足语宾格 ΒΖ(意为“将Β命名为ΒΖ”)。在此结构中插入了关系从句 ὅπερ...δύναμις 以及表示原因的介词短语 διὰ τὸ περιέχειν...(其中不定式 περιέχειν 的宾语为 τὸ Ζ,后接分词短语 ἔλαττον ὂν αὐτοῦ 作同位说明),此外分词 προϊόντα(意为“在论述推进时”)修饰 ὀνομάσαι 的逻辑主语(亚里士多德)。

  2. 1.68ἀλλὰ μήποτε τὸ ἄπειρον ἐν ἀπείρῳ χρόνῳ κινήσει τὸ πεπερασμένον;

    紧接连词 ἀλλά 的 μήποτε 引导一个独立的推测性疑问句(意为“难道……吗?”或“或许……?”)。它与直陈式将来时 κινήσει 连用,提出一个反驳或假设性的疑虑,以探究该运动是否可能发生在无限时间而非有限时间内。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:233.11-234.17