← 辛普里丘

亚里士多德《论天》注释

§231.20-233.10

有限物体不能作用于无限物体的证明

辛普利丘注解亚里士多德《论天》274b33,指出每一个自然物体都必然施动或受动,但根据比例公理,无限者不可能受有限者作用,并阐明了亚里士多德论证的结构及其三段论推理形式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.67

" Ὅτι δὲ ὅλως ἀδύνατον ἄπειρον ἕως τοῦ τὸ γὰρ ἄπειρον πρὸς τὸ πεπερασμένον ἐν οὐδενὶ λόγῳ ἐστίν." Καὶ δι’ ἄλλης ἐπιχειρήσεως καθόλου δείκνυσιν, ὅτι οὐδὲν τῶν φυσικῶν σωμάτων ἐστὶν ἄπειρον, προσλαβὼν ἀξίωμα, ὅτι πᾶν σῶμα φυσικὸν ἢ ποιεῖ ἢ πάσχει ἢ ἄμφω. καὶ δεικνύς, ὅτι τὸ ἄπειρον οὔτε ποιεῖ οὔτε πάσχει, συνάγει, ὅτι οὐκ ἂν εἴη σῶμα φυσικὸν ἄπειρον. παντοδαπῶς δὲ δείκνυσιν, ὅτι οὔτε ποιεῖ οὔτε πάσχει τὸ ἄπειρον, δεικνύς, ὅτι οὔτε πάσχει τὸ ἄπειρον οὔτε ὑπὸ πεπερασμένου οὔτε ὑπὸ ἀπείρου οὔτε ποιεῖ οὔτε εἰς πεπερασμένον οὔτε εἰς ἄπειρον. ἡ δὲ δεῖξις ὡς ἐπὶ ἀξιώματι προειλημμένῳ γίνεται τοιούτῳ· τὰ ἴσα ποιητικὰ ἐν τῷ ἴσῳ χρόνῳ ἴσα ποιεῖ καὶ κινεῖ, ἐὰν ὅμοια ᾖ τὰ κινούμενα, εἰ δὲ τὸ μὲν μεῖζον εἴη τῶν ποιούντων, τὸ δὲ ἔλαττον, ἐν τῷ αὐτῷ χρόνῳ τὸ μὲν μεῖζόν τι ποιήσει, τὸ δὲ ἔλαττον, καὶ τοσούτῳ μεῖζον, ὅσῳ μεῖζον αὐτό ἐστι, καὶ τοσούτῳ ἔλαττον, ὅσῳ ἔλαττον. ἐπὶ τούτοις οὖν ἔστω, φησίν, ἄπειρον τὸ Α, πεπερασμένον ἐφ’ οὗ Β, χρόνος ἐν ᾧ τὸ ἄπειρον ὑπὸ τοῦ πεπερασμένου ἔπαθέ τι ὁ Γ· πᾶσα γὰρ κίνησις ἐν χρόνῳ. εἰ οὖν ὑπὸ τοῦ πεπερασμένου τὸ ἄπειρον ἔπαθέ τι ἐν τῷ Γ χρόνῳ, ἐὰν λάβωμέν τι τοῦ Β ἔλαττον, τὸ ἔλαττον ἐν τῷ ἴσῳ χρόνῳ τῷ Γ δηλονότι ἔλαττόν τι κινήσει, οὗ τὸ Β ἐκίνει. εἰλήφθω οὖν ἔλαττον τοῦ Β τὸ Δ· τοῦτο δὴ ἐν τῷ Γ χρόνῳ ἔλαττόν τι τοῦ ἀπείρου τοῦ Α, ὃ ἐκίνει τὸ Β, κινήσει καὶ ποιήσει. ἔστω τὸ Ε τὸ ὑπὸ τοῦ Δ ἀλλοιούμενον· τὸ γὰρ ἔλαττον, ὡς εἴρηται, ἐν τῷ ἴσῳ χρόνῳ δῆλον ὡς ἔλαττόν τι κινήσει ἢ τὸ μεῖζον. ἂν δή, ὡς τὸ Δ ἔχει τὸ κινοῦν πρὸς τὸ Β τὸ καὶ αὐτὸ κινοῦν καὶ μεῖζον ὄν, ποιήσωμεν τὸ ὑπὸ τοῦ Δ κεκινημένον, ὅ ἐστι τὸ Ε, πρὸς ἄλλο τι, ἕξει τὴν ἀναλογίαν πρὸς πεπερασμένον δηλονότι·1 ὁσαπλάσιον γὰρ τὸ Β τοῦ Δ, ἂν τοσαυταπλάσιον τοῦ ὑπὸ τοῦ Δ πεπονθότος τοῦ Ε λάβωμέν τι, πεπερασμένον καὶ αὐτὸ ἔσται.2 ἐὰν οὖν ὑποτεθῇ ὑπὸ πεπερασμένου τινὸς τὸ ἄπειρον ἐν χρόνῳ τινὶ κινούμενον, ἄλλο τι ληφθήσεται ἔλαττον ἐν τῷ ἴσῳ χρόνῳ ὑπὸ ἐλάττονος ἢ τὸ Β κεκινημένον, ὅ ἐστι τὸ Δ κεκινηκὸς τὸ Ε· ἐὰν οὖν, ὡς τὸ Δ πρὸς τὸ Β, οὕτως πρὸς ἄλλο τι γένηται τὸ Ε, κινηθήσεται ἐκεῖνο ὑπὸ τοῦ Β πεπερασμένον ὄν, διότι ἐν πεπερασμένῳ ἐστὶ λόγῳ· τοῦτο δὲ ἀδύνατον, διότι τὸ ἄπειρον ἦν τὸ ὑπὸ τοῦ Β κινούμενον, καὶ οὐκ ἂν ὑπὸ τοῦ αὐτοῦ ἐν τῷ αὐτῷ χρόνῳ τὸ ἄπειρον καὶ τὸ πεπερασμένον κινηθείη· ἴσα γὰρ κινεῖ τὸ αὐτὸ ἐν τῷ αὐτῷ χρόνῳ. ἀλλ’ οὐδὲ δυνατὸν ἐν τῷ λόγῳ τοῦ Ε πρὸς τὸ Δ εἶναι τὸ Α πρὸς τὸ Β, ὥστε κινεῖσθαι ὑπ’ αὐτοῦ· τὸ γὰρ ἄπειρον πρὸς τὸ πεπερασμένον ἐν οὐδενὶ λόγῳ ἐστίν. Ἀσάφειαν δὲ ἐνεποίησε τῷ λόγῳ μεταξὺ παρενθεὶς τὰ ἀξιώματα, ἐν οἷς φησιν ἔστω δὴ τὸ μὲν ἴσον ἐν ἴσῳ χρόνῳ ἴσον ἀλλοιοῦν καὶ τὰ ἑξῆς, καὶ οὕτως τὸ συμπέρασμα ἐπάγων διὰ τοῦ οὐκ ἄρα τὸ ἄπειρον ὑπ’ οὐδενὸς πεπερασμένου κινηθήσεται ἐν οὐδενὶ χρόνῳ. καὶ τὴν αἰτίαν ἀσαφῶς ἐπήγαγεν ἔλαττον γὰρ ἄλλο τὸ Ε λέγων ἐν τῷ ἴσῳ χρόνῳ τῷ Γ ὑπὸ ἐλάττονος τοῦ Δ κινηθήσεται, πρὸς ὃ ἔλαττον, τουτέστι τὸ Ε, τὸ ἀνάλογον ἔχον, ὅταν γένηται, ὡς τὸ Δ πρὸς τὸ Β, οὕτως τὸ Ε πρὸς ἄλλο, πεπερασμένον ἔσται· πεπερασμένον γὰρ ἔσται τοῦτο ἐν τῷ αὐτῷ λόγῳ γενόμενον πρὸς τὸ Β, ἐν ᾧ καὶ τὸ ἄπειρον ἦν τὸ ὑπὸ τοῦ Β κινούμενον. εἰ οὖν τοῦτο ἀκολουθεῖ, εἰκότως εἶπεν, ὅτι τὸ ἄπειρον ὑπ’ οὐδενὸς πεπερασμένου κινηθήσεται· καὶ τὴν αἰτίαν ἐπήγαγεν ἐπὶ τέλει εἰπὼν τὸ γὰρ ἄπειρον πρὸς τὸ πεπερασμένον ἐν οὐδενὶ λόγῳ ἐστίν. ὥστε τὴν ὅλην τοῦ λόγου συναγωγὴν τοιαύτην εἶναι· εἰ τὸ ἄπειρον ὑπὸ πεπερασμένου κινεῖται ἢ πάσχει, ἔσται τοῦ ἀπείρου λόγος πρὸς πεπερασμένον, καὶ ὑπὸ τοῦ αὐτοῦ ἐν τῷ αὐτῷ χρόνῳ πεπερασμένον τι καὶ ἄπειρον κινηθήσεται· ἀλλὰ μὴν ταῦτα ἀδύνατα κατὰ τὸν δεύτερον ἀναπόδεικτον· οὐκ ἄρα τὸ ἄπειρον ὑπὸ πεπερασμένου πείσεται.

“而无限者完全不可能[存在]”至“因为无限者对于有限者不在任何比例中”。 他还通过另一论证普遍地证明,自然物体中没有哪一个是无限的;他在此引入了一条公理,即“每一个自然物体要么施动,要么受动,要么兼具两者”。通过表明无限者既不施动也不受动,他推论出不可能存在无限的自然物体。他从各个方面证明无限者既不施动也不受动,表明无限者既不受有限者作用,也不受无限者作用,既不对有限者施动,也不对无限者施动。而这一证明是基于如下预设的公理进行的:即相等的施动者在相等的时间内施动并运动相等的事物(如果被运动者是类似的话);但如果施动者中一者较大而另一者较小,那么在相同的时间内,较大者将施动较大的事物,较小者施动较小的事物,且正如它自身大多少就施动大多少,它自身小多少就施动小多少。因此,在这些基础上,他说,设Α为无限者,标为Β的为有限者,无限者受到有限者某种作用的时间为Γ;因为一切运动都是在时间中的。因此,如果无限者在Γ时间内受到有限者的某种作用,如果我们取某个小于Β的东西,那么在相等的Γ时间内,较小者显然将运动某个小于Β所运动的事物。于是,取小于Β的Δ;这在Γ时间内确实将运动并施动无限者Α中的较小部分,即Β原本运动的那一部分。设Ε为被Δ所变异的部分;因为正如所言,显而易见,较小者在相等时间内将比较大者运动较小的事物。如果我们确实使被Δ所运动的事物(即Ε)与另一事物的比,如同施动者Δ与本身也是施动者且较大的Β之比那样,那么它显然将与某个有限者具有该比例;因为Β是Δ的多少倍,如果我们取被Δ所受动者Ε的同样倍数的某个事物,它本身也必定是有限的。因此,如果假设无限者在某一时间内被某个有限者所运动,那么在相等时间内,将取到被小于Β的东西所运动的另一个较小者,这〔小于Β的东西〕就是运动了Ε的Δ;因此,如果如同Δ对于Β,Ε也同样形成对于另一事物的比,那么那另一事物将被Β所运动,同时它是一个有限者,因为它是处于有限比例之中的;但这是不可能的,因为原本被Β所运动的是无限者,并且同一事物不可能在相同时间内既运动无限者又运动有限者;因为同一事物在相同时间内运动相等的事物。但Α对于Β也不可能处于Ε对于Δ的比例之中,以至于被它运动;因为无限者对于有限者不在任何比例之中。 然而,他在论证中间插叙了这些公理(在其中他说“设相等者在相等时间内变异相等者”等等),并进而通过“因此无限者在任何时间内都不会被任何有限者所运动”得出结论,这就给论证造成了晦涩。并且他阐述原因时也显得晦涩,他说“因为另一个较小者Ε将在相等的Γ时间内被较小者Δ所运动”,与这较小者(即Ε)成比例的事物,一旦形成如Δ对于Β则Ε对于另一事物的关系,就将是有限的;因为这事物既然与Β形成相同的比例(原本被Β运动的无限者也曾处于其中),它就必定是有限的。因此,如果得出这一结果,他理所当然地断言无限者不会被任何有限者所运动;并且他在最后指出了原因,说“因为无限者对于有限者不在任何比例中”。因此,该论证的整体推论如下:如果无限者被有限者所运动或受其作用,就会存在无限者对于有限者的比例,并且在相同时间内由同一事物运动一个有限者与一个无限者;但这依循第二无证明三段论式是不可能的;因此,无限者不会受有限者所作用。

语法注2 条
  1. 1.67ἂν δή, ὡς τὸ Δ ἔχει τὸ κινοῦν πρὸς τὸ Β τὸ καὶ αὐτὸ κινοῦν καὶ μεῖζον ὄν, ποιήσωμεν τὸ ὑπὸ τοῦ Δ κεκινημένον, ὅ ἐστι τὸ Ε, πρὸς ἄλλο τι, ἕξει τὴν ἀναλογίαν πρὸς πεπερασμένον δηλονότι

    条件连词 ἂν(即 ἐάν)引导虚拟式 ποιήσωμεν,表示设立比例关系的几何/数学操作,主句谓语为将来时直说语气 ἕξει,构成未来条件句。分词 ὄν 与同格修饰成分 τὸ καὶ αὐτὸ κινοῦν καὶ μεῖζον 搭配,修饰宾格的 τὸ Β。

  2. 1.67πρὸς ὃ ἔλαττον, τουτέστι τὸ Ε, τὸ ἀνάλογον ἔχον, ὅταν γένηται, ὡς τὸ Δ πρὸς τὸ Β, οὕτως τὸ Ε πρὸς ἄλλο, πεπερασμένον ἔσται

    主语为带冠词的分词短语 τὸ ... ἀνάλογον ἔχον(“具有成比例关系者”),介词关系短语 πρὸς ὃ ἔλαττον(“对此较小者即Ε”)依附于该分词。在插入了时间从句 ὅταν γένηται... 之后,由主谓语 ἔσται 及表语 πεπερασμένον 完成全句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:231.20-233.10