- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:230.16-231.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐明无限物体同样不可能由同质部分构成,因为三种自然运动(向上、向下、圆周)皆不可能属于无限者;他进而从普遍角度论证无限者根本不可能运动,因为无限者在运动之前便已占据了全部处所。
" Ἀλλὰ μὴν οὐδὲ πᾶν ὁμοιομερές ἕως τοῦ τοῦτο δὲ δέδεικται ὅτι ἀδύνατον." Εἰπών, ὅτι, εἰ ἔστιν ἄπειρον σῶμα, ἀνάγκη ἢ ἀνομοιομερὲς ἢ ὁμοιομερὲς αὐτὸ εἶναι, καὶ δείξας, ὅτι ἀνομοιομερὲς αὐτὸ εἶναι ἀδύνατον, ἐφεξῆς, ὅτι οὐδὲ ὁμοιομερὲς εἶναι δυνατὸν ἀποδείκνυσιν ἀπὸ τῶν κινήσεων πάλιν τῶν φυσικῶν. εἰ γὰρ ἄπειρον ὁμοιομερές ἐστι, μίαν τὴν αὐτὴν ἕξει τὸ ὅλον κίνησιν· τριῶν οὖν οὐσῶν τῶν κατὰ φύσιν κινήσεων τῆς ἐπὶ τὸ ἄνω καὶ τῆς ἐπὶ τὸ κάτω καὶ τῆς κύκλῳ, εἰ μὲν ἐπὶ τὸ ἄνω κινοῖτο ἄπειρον ὄν, ἄπειρον ἕξει κουφότητα, εἰ δὲ ἐπὶ τὸ κάτω, ἄπειρον βαρύτητα. εἰ οὖν δέδεικται ἀδύνατον τὸ ἄπειρον εἶναι κουφότητα ἢ βαρύτητα, ἀδύνατον τὸ ἄπειρον ἢ ἄνω ἢ κάτω κινεῖσθαι. ὅλως δέ, εἰ μὲν ἄνω κινεῖται, πῦρ ἄν εἴη, εἰ δὲ κάτω, γῆ, δέδεικται δὲ πρότερον, ὅτι ἀδύνατον πῦρ ἢ γῆν ἢ ὅλως κοῦφον ἢ βαρὺ ἄπειρον εἶναι κατὰ μέγεθος. ἀλλὰ μὴν οὐδὲ τοιοῦτον ἔσται οἷον τὸ κυκλοφορητικόν· δέδεικται γάρ, ὅτι ὁ οὐρανὸς οὐκ ἔστιν ἄπειρος. εἰ οὖν ἀνάγκη ὁμοιομερὲς ὑποτεθὲν τὸ ἄπειρον1 μίαν καὶ τὴν αὐτὴν ἔχειν κίνησιν, μίαν δὲ ἔχον ἢ βαρὺ ἢ κοῦφον ἔσται ἢ κυκλοφορητικόν, δέδεικται δέ, ὅτι οὐδὲν τούτων ἄπειρον εἶναι δυνατόν, δῆλον, ὅτι οὐδὲ ὁμοιομερὲς ὂν ἄπειρον ἂν εἴη.
“然而整个物体当然也不可能是同质部分的”至“而这已被证明是不可能的”。 在指出如果存在无限物体,它必然要么是由非同质部分构成的,要么是由同质部分构成的,并证明了它不可能由非同质部分构成之后,他接着再次根据自然的诸运动证明,它也不可能由同质部分构成。因为如果无限者是由同质部分构成的,整体将具有单一且相同的运动;因此,既然依循自然的运动有三种——向上、向下以及作圆周运动,那么如果它在作为无限的同时向上运动,它将具有无限的轻性;如果向下运动,则具有无限的重性。因此,既然已经证明不可能存在无限的轻性或重性,无限者向上或向下运动便是不可能的。总的来说,如果它向上运动,它将是火;如果向下运动,则是土;但先前已经证明,火或土,或者普遍而言轻者或重者,在大小上都不可能是无限的。然而它当然也不会是像作圆周运动的物体那样的;因为已经证明天并不是无限的。因此,如果假设由同质部分构成的无限者必然具有单一且相同的运动,并且具有单一运动的它要么是重的,要么是轻的,要么是作圆周运动的,而已经证明这些之中没有哪一个能够是无限的,那么显然无限者作为由同质部分构成者也是不可能存在的。
"Ἀλλὰ μὴν οὐδὲ ὅλως γε τὸ ἄπειρον ἐνδέχεται κινεῖσθαι ἕως τοῦ τὸ δὲ ἀδύνατον." Δείξας ἰδίᾳ καθ’ ἑκάτερον, ὅτι οὐδὲ ὡς ὁμοιομερὲς δύναται εἶναι τὸ ἄπειρον καὶ διὰ τοῦτο οὐδὲ εἶναι ὅλως, εἴπερ ἀνάγκη ἦν ἢ ὁμοιομερὲς αὐτὸ εἶναι ἢ ἀνομοιομερές, νῦν κοινῶς δείκνυσιν, ὅτι οὐδὲ ὅλως ἐνδέχεται κινεῖσθαι τὸ ἄπειρον. ἀνάγκη γὰρ τὸ κινούμενον φυσικὸν σῶμα ἢ κατὰ φύσιν ἢ βίᾳ κινεῖσθαι καί, εἰ βίᾳ, πάντως ἔχειν τινὰ καὶ κατὰ φύσιν κίνησιν· βίᾳ γὰρ καὶ παρὰ φύσιν ἐκεῖνα κινεῖσθαι λέγομεν, ὅσα τὴν ἐναντίαν τῇ κατὰ φύσιν κινεῖται· δεύτερον γὰρ τὸ παρὰ φύσιν καὶ βίαιον τοῦ κατὰ φύσιν. εἰ οὖν καὶ κατὰ φύσιν πέφυκε κινεῖσθαι, κατὰ φύσιν δὲ κινεῖται τὸ εἰς τὸν αὑτοῦ τόπον2 κινούμενον, εἴη ἂν ἄλλος ἴσος αὐτῷ τόπος, εἰς ὃν οἰσθήσεται. τοῦτο δὲ ἀδύνατον· εἰ γὰρ ἄπειρον ἦν, καὶ πρὸ τοῦ κινηθῆναι πάντα κατειλήφει τὸν τόπον. τοῦτο δὲ τὸ ἐπιχείρημα ἐπὶ τῶν κατ’ εὐθεῖαν φερομένων καὶ μεταβαλλόντων τοὺς τόπους ἁρμόττει, περὶ ὧν προσεχῶς ὁ λόγος· τὸ γὰρ κύκλῳ φερόμενον ἐν τῷ αὐτῷ τόπῳ περιφέρεται. ἐπιστῆσαι δὲ ἄξιον, οἶμαι, ὅτι νῦν τὸν τόπον οὐχ ὡς πέρας τοῦ περιέχοντος ἐνενόησεν, ἀλλ’ ὡς χώραν καὶ διάστημα. τί γὰρ ἂν εἴη περιέχον τὸ ἄπειρον, ὥστε τὸ πέρας αὐτοῦ τὸ πρὸς τῷ ἀπείρῳ τόπον εἶναι τοῦ ἀπείρου,3 πῶς δὲ ἄπειρον ἔτι τὸ περιεχόμενον;
“然而无限者根本完全不可能运动”至“但这是不可能的”。 在分别就每一种情况表明了无限者既不可能作为由同质部分构成者存在,并因此完全不可能存在(既然它必然要么是由同质部分构成的,要么是由非同质部分构成的)之后,他现在统合地表明,无限者根本完全不可能运动。因为运动着的自然物体必然要么依循自然运动,要么受强力运动;并且,如果受强力运动,也必定在一切情况下具有某种依循自然的运动;因为我们说,凡是进行与依循自然的运动相反的运动的事物,都是受强力且违反自然地运动;因为违反自然和受强力者次于依循自然者。因此,如果它也天生依循自然运动,而依循自然运动指的是向着它自身的本位运动,那么就会存在另一个与它相等的处所,它是要被运载到该处所中去的。但这是不可能的;因为如果它是无限的,甚至在被运动之前,它就已经占据了全部处所。这一论据适用于沿直线运载且更换处所的事物,关于它们紧接着便有论述;因为作圆周运载的事物是在同一个处所中旋转的。并且我认为值得注意的是,他现在并不是把处所理解为包容者的界限,而是理解为空间和间隔。因为有什么包容无限者的东西能存在,以至于它与无限者相邻的界限成为无限者的处所呢?而且被包容者又怎么还会是无限的呢?
- 1.65ὁμοιομερὲς ὑποτεθὲν τὸ ἄπειρον
ὑποτεθέν 是带有条件意味的被动态不定过去时中性对格分词(“如果被假设”),修饰主语 τὸ ἄπειρον。随后的不定式 ἔχειν 与主语构成受非人称表达 ἀνάγκη 支配的带对格不定式结构。
- 1.66εἰ γὰρ ἄπειρον ἦν, καὶ πρὸ τοῦ κινηθῆναι πάντα κατειλήφει τὸν τόπον
在以未完成过去时 ἦν 引导非真实条件句条件从句(与当下事实相反)的情境下,归结从句使用了不带 ἄν 的直陈式过去完成时 κατειλήφει。省略 ἄν 强调了推论必然发生且确定无疑的状态(“在被运动之前便必然早已占据了全部处所”)。
- 1.66ὥστε τὸ πέρας αὐτοῦ τὸ πρὸς τῷ ἀπείρῳ τόπον εἶναι τοῦ ἀπείρου
由表示结果的连词 ὥστε 引导的不定式结构。对格主语是 τὸ πέρας αὐτοῦ τὸ πρὸς τῷ ἀπείρῳ(“它邻接于无限者的界限”),后接充当谓语的对格名词 τόπον(“处所”)以及属格补足语 τοῦ ἀπείρου。介词短语 πρὸς τῷ ἀπείρῳ 带有定冠词 τὸ,对 πέρας 起定语限定作用。
