← 辛普里丘

亚里士多德《论天》注释

§229.5-230.15

从处所与运动的无限性反驳无限物体

辛普里丘注解了亚里士多德在274b8处的论证,说明由非同质部分构成的无限物体是不可能的,理由在于无限物体要求处所也是无限的,从而导致自然运动的不可能,并且一个无限的构成元素将使其余元素无处容身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.64

" Ἔτι ἀναγκαῖον ἀπείρους τῷ μεγέθει εἶναι καὶ τοὺς τόπους ἕως τοῦ πάντῃ γὰρ ἕκαστον δεῖ ἄπειρον εἶναι." Τοῦ αὐτοῦ καὶ ἄλλην ἀπόδειξιν ἐπιφέρει τὴν ἀπὸ τῶν κινήσεων καὶ τῶν τόπων· εἰ γὰρ ἄπειρον τῷ μεγέθει τῶν μορίων ἕκαστον ὑποτεθῇ, ἀπείρους ἀνάγκη καὶ τοὺς τόπους αὐτῶν εἶναι. καὶ ἦν μὲν τοῖς προαποδεδειγμένοις χρησάμενον δεικνύναι,1 ὅτι οὔτε ὁ ἄνω τόπος οὔτε ὁ κάτω ἄπειρός ἐστιν οὔτε ὁ μεταξύ, ὥστε οὐδὲ τῶν ἐν αὐτοῖς γινομένων σωμάτων ἄπειρόν τί ἐστι τῷ μεγέθει. ὁ δὲ ταύτην μὲν ὡς ἤδη ῥηθεῖσαν τὴν ἀπόδειξιν παρῆκεν, ὅτι δὲ μὴ ἄπειροι οἱ τόποι, διὰ τῶν ἐπ’ αὐτοὺς καὶ δι’ αὐτῶν κινήσεων δείκνυσιν·2 εἰ γὰρ ἄπειροι οἱ τόποι ὅ τε ἄνω καὶ ὁ κάτω καὶ ὁ μεταξύ, ἄπειροι καὶ αἱ κινήσεις τῶν τε ἄνωθεν κάτω καὶ τῶν κάτωθεν ἄνω διὰ τοῦ μεταξὺ φερομένων· εἰ γὰρ τὸ διάστημα ἄπειρον, καὶ ἡ κίνησις ἄπειρος. εἰ οὖν ἀληθεῖς αἱ πρῶται ὑποθέσεις· λέγει δὲ νῦν πρώτας ὑποθέσεις τὰ ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως δεδειγμένα, ὅτι, ὃ μὴ οἷόν τε ἐνεχθῆναί που, τοῦτο οὐδὲ φέρεται τὴν ἀρχὴν ἐπ’ ἐκεῖνο οὔτε ἐπὶ ποιοῦ οὔτε ἐπὶ ποσοῦ οὔτε ἐπὶ τοῦ κατὰ τόπον, καὶ καθόλου, ὃ μὴ οἷόν τε γενέσθαι, τοῦτο μηδὲ γίνεσθαι τὴν ἀρχήν·3 εἰ οὖν ἀδύνατον ἀπείρων ὄντων τῶν τόπων, ἀφ’ ὧν καὶ εἰς οὓς καὶ δι’ ὧν αἱ κινήσεις, γενέσθαι ἄνω ἢ κάτω τὸ φερόμενον, ἀδύνατον ἄρα καὶ γίνεσθαι τὴν τοιαύτην κίνησιν, ὥστε οὐδὲ τὴν ἀρχὴν κινήσεταί τι ἐπὶ τὸ ἄνω ἢ ἐπὶ τὸ κάτω. εἰ οὖν φαίνεται ἐναργῶς τὰ μὲν ἄνω, τὰ δὲ κάτω κινούμενα, δῆλον, ὅτι οὐκ εἰσὶν ἄπειροι οἱ τόποι· εἰ δὲ μὴ οἱ τόποι, οὐδὲ τὰ ἐν τοῖς τόποις. αὐτὸς δὲ εἰς τοῦτο ἀγαγὼν τὸν λόγον εἰς τὸ μὴ φέρεσθαί τι ἄνω ἢ κάτω τὰ λοιπὰ ὡς ἐναργῶς ἑπόμενα παρῆκεν. καὶ τρίτον ἐπιχείρημα προσθεῖναι βουληθεὶς δεικνύον, ὅτι ἀδύνατον ἕκαστον τῶν τοῦ ἀνομοιομεροῦς μορίων ἄπειρον εἶναι, ἐκ τοῦ ἕκαστον πανταχοῦ ὂν μὴ διδόναι τοῖς λοιποῖς χώραν πρῶτον δείκνυσιν, ὅτι, κἂν μὴ ἓν συνεχὲς ἄπειρον ἕκαστον ὑποτεθῇ, ἀλλ’ ἐκ διεσπασμένων ἀπείρων τῷ πλήθει συνεστώς, ὡς Ἀναξαγόρας ἐδόκει λέγειν καθ’ ἕκαστον εἶδος ἀπείρους τῷ πλήθει ὁμοιομερείας, ἢ ὡς οἱ λέγοντες ἀπείρους εἶναι τῷ ἀριθμῷ κόσμους· καὶ γὰρ παρ’ ἐκείνοις ἄπειροι γαῖ καὶ ὕδατα καὶ τῶν ἄλλων ἕκαστον, διότι καθ’ ἕκαστον κόσμον καὶ τούτων ἕκαστον ἔστι· καὶ οὕτως τὸ ἐξ ἁπάντων τῶν διεστώτων τοῦ πυρὸς μορίων ἄπειρον ἔσται πῦρ. εἰ οὖν σῶμα μέν ἐστι τὸ πάντῃ διάστασιν ἔχον, ἄπειρον δὲ σῶμα τὸ πάντῃ ἐπ’ ἄπειρον διεστώς, πῶς οἷόν τε πλείω ἀνόμοια εἶναι ἄπειρα; ὅμοια μὲν γὰρ ἴσως δόξει διὰ τὸ πάντα ἓν εἶναι, ἀνόμοια δὲ πῶς; ἀπείρου γὰρ ὄντος τοῦ πυρὸς οὐκ ἄν τι τῶν ἄλλων στοιχείων πρὸς τὸ εἶναι χώραν λαμβάνει. ὥστε εἰ ἀνάγκη τὰ τοῦ ἀνομοιομεροῦς ἀπείρου μόρια μὴ ὄντα ἄπειρα τῷ εἴδει, ἀλλ’, εἴπερ ἄρα, πεπερασμένα, κατὰ μέγεθος εἶναι ἄπειρα, τοῦτο δὲ ἀδύνατον ἐδείχθη, δῆλον, ὅτι οὐκ ἂν εἴη τῷ εἴδει πεπερασμένα τὰ τοῦ ἀνομοιομεροῦς ἀπείρου μόρια. δέδεικται δέ, ὅτι οὐδὲ ἄπειρα. εἰ οὖν ἀνάγκη τὸ ἀνομοιομερὲς ἄπειρον, εἴπερ εἴη, ἢ ἄπειρα τῷ εἴδει ἢ πεπερασμένα τῷ εἴδει τὰ μόρια ἔχειν, μηδέτερον δὲ τούτων δυνατόν, δῆλον, ὅτι οὐκ ἄν ἀνομοιομερὲς ἄπειρον εἴη σῶμα.

“此外,处所在大小上必然也是无限的”至“因为每一部分都必须在各个方向上是无限的”。 关于同一桩事,他又提出了另一个基于运动与处所的证明;因为如果假设各部分在大小上各自是无限的,它们的处所必然也是无限的。本来可以通过运用先前已证明的事项来表明,上方的处所、下方的处所或中间的处所都不是无限的,从而在其中生成的物体没有哪一个在大小上是无限的。但他略去了这个证明,视其为已经讲过的,而是通过朝向这些处所并穿过它们的运动来表明诸处所不是无限的;因为如果上方的处所、下方的处所与中间的处所是无限的,那么由上向下以及由下向上穿过中间[处所]被运载的事物的运动也是无限的;因为如果间隔是无限的,运动也是无限的。因此,如果最初的诸预设是真实的——他现在所谓的“最初的诸预设”,指的是在《物理学》第八卷中已证明的事项,即:凡不可能运载到达某处的,它根本从一开始就完全不向该处运载,无论是在性质上、在数量上、还是在关于处所上;普遍而言,凡不可能生成的,根本从一开始就完全不生成——;因此,在产生运动所从出、所抵达以及所穿过的诸处所是无限的情况下,如果被运载者不可能到达上方或下方,那么生成这种运动同样是不可能的,以至于根本完全没有任何东西会向着上方或向着下方运动。因此,如果明显可见某些事物向上运动,而另一些事物向下运动,显然诸处所不是无限的;而如果处所不是[无限的],处所之中的事物也不是[无限的]。他本人把论证引向这一点,即没有任何东西向上或向下运载,而将剩余的结论视作显而易见相随而来的推论略去了。他又企图补充第三个论据,表明由非同质部分构成者的各部分不可能各自为无限,由于每一部分存在于处处从而不给其余部分留下空间,他首先指出,即使并不假设每一个是单一连续的无限者,而是由在数量上无限的散布成分构成的——正如阿那克萨哥拉似乎主张对每一个种而言都有在数量上无限的同质部分,或者正如那些主张在数目上宇宙是无限的人们所言;因为在他们那里土、水以及其他各项也都是无限的,这是因为在每一个宇宙中这些事物中的每一项都存在——即便如此,由所有分散的火的诸部分构成的也将是无限的火。因此,如果物体是在各个方向上都具有广延者,而无限物体是在各个方向上无限广延者,多种互不相同的事物怎么可能是无限的呢?因为相同性质的事物或许由于全为一体而显得可能,但互不相同的事物又怎么可能呢?因为如果火是无限的,其余元素中没有哪一个能获得存在的空间。因此,如果非同质部分的无限者的各部分在形式上既不是无限的,而是假设如此的话乃是有限的,就必然在大小上是无限的,而这一点已被证明是不可能的,那么显然非同质部分的无限者的诸部分在形式上不可能是有限的。并且已经证明它们也不是无限的。因此,如果非同质部分的无限者假若存在,必然要么在形式上具有无限的部分,要么在形式上具有有限的部分,而这两者都是不可能的,那么显然不可能有非同质部分的无限物体。

语法注3 条
  1. 1.64καὶ ἦν μὲν τοῖς προαποδεδειγμένοις χρησάμενον δεικνύναι

    ἦν 为表示未实现的潜在可能性的无人称未完成过去时(“本来是可以证明的”),不定式 δεικνύναι 的逻辑主语由泛指的宾格分词 χρησάμενον(支配与格补足语 τοῖς προαποδεδειγμένοις)来承担。

  2. 1.64καὶ τρίτον ἐπιχείρημα προσθεῖναι βουληθεὶς δεικνύον... πρῶτον δείκνυσιν

    主句的主干为分词主语 βουληθείς 修饰主动词 δείκνυσιν,其间插入了修饰 ἐπιχείρημα 的分词 δεικνύον 以及其内容从句(ὅτι 从句)与 ἐκ τοῦ 短语。在从属于 δείκνυσιν 的 ὅτι 从句内部,还包含一个略带破格的条件句结构(κἂν μὴ... ὑποτεθῇ, ἀλλὰ... συνεστώς,其中分词 συνεστώς 承担了假定谓语的功能)。

  3. 1.64τὴν ἀρχήν

    与否定词(οὐδέ, μηδέ)连用的副词性宾格,是表示“根本”、“完全”、“起初”(οὐδὲ τὴν ἀρχήν 即“根本完全不……”)的习惯用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:229.5-230.15