- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:227.25-229.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注解了亚里士多德《论天》第一卷第五章开头(274a30),解释了通过二分法证明不存在无限物体的论证结构。他特别阐明了关于非同质部分的无限物体既不可能由无限种类的成分构成,也不可能由有限种类的成分构成的推论。
" Ἀνάγκη δὲ τὸ σῶμα πᾶν ἤτοι ἄπειρον εἶναι ἕως τοῦ δέδεικται γάρ, ὅτι οὔτε βάρος οὔτε κουφότης ἐστὶν ἄπειρος." Προθέμενος καὶ νῦν καθόλου ζητῆσαι περὶ τοῦ παντὸς σώματος, εἴτε ἄπειρόν ἐστιν εἴτε πεπερασμένον, ἐκ διαιρέσεως προάγει τὸν λόγον λέγων ἀνάγκη πᾶν σῶμα ἤτοι ἄπειρον εἶναι ἢ πεπερασμένον, ἵνα δείξας μὴ ὂν ἄπειρον ἔχῃ, ὅτι πεπερασμένον ἐστίν· ἀντιφατικὴ γάρ ἐστιν ἡ διαίρεσις.1 ὅτι δὲ οὐκ ἄπειρον, ἄλλην πάλιν διαίρεσιν προσλαβὼν τὴν λέγουσαν· εἰ ἄπειρόν ἐστιν, ἀνάγκη ἢ ἀνομοιομερὲς αὐτὸ εἶναι ἢ ὁμοιομερές· καὶ αὕτη γὰρ ἄμεσος ἡ διαίρεσις· ἐξ ἀκολουθίας ἀνασκευαστικὸν προάγει τὸν λόγον· εἰ γὰρ ἀνάγκη μέν, εἰ ἔστιν ἄπειρον σῶμα, ἤτοι ὁμοιομερὲς αὐτὸ εἶναι ἢ ἀνομοιομερές, δειχθῇ δέ, ὅτι οὐδέτερόν ἐστι τούτων ἄπειρον, δῆλον, ὅτι οὐδ’ ὅλως ἄπειρόν ἐστι. πρῶτον δὲ προθέμενος δεῖξαι, ὅτι οὐκ ἔστιν ἀνομοιομερές, διαιρετικῷ κἀνταῦθα χρῆται τῷ λέγοντι· εἰ ἀνομοιομερές, ἢ ἐκ πεπερασμένων εἰδῶν ἐστιν ἢ ἐξ ἀπείρων· εἰ οὖν μήτε ἐξ ἀπείρων μήτε ἐκ πεπερασμένων, δῆλον, ὅτι οὐκ ἔστιν ἀνομοιομερές. ἀλλ’ ὅτι μὲν οὐκ ἐξ ἀπείρων τῷ πλήθει κατ’ εἶδος διαφερόντων ἀνομοιομερές ἐστι τὸ ἄπειρον, δείκνυσθαί φησιν, εἴ τις ἐάσει μένειν τὰς πρώτας ὑποθέσεις· λέγει δὲ πρώτας ὑποθέσεις τὰς ἐν ἀρχῇ προϋποτεθείσας. εἰσὶ δὲ αὗται, ὅτι πᾶν σῶμα φυσικὸν κίνησιν ἔχει κατὰ τόπον ἀφ’ ἑαυτοῦ, καὶ ὅτι τρεῖς αἱ ἁπλαῖ κινήσεις, καὶ ὅτι τῶν ἁπλῶν σωμάτων ἁπλαῖ αἱ κατὰ φύσιν κινήσεις, καὶ ὅτι μία ἑκάστου τῶν ἁπλῶν ἡ κατὰ φύσιν κίνησις ἁπλῆ· τούτων γὰρ κειμένων ἀνάγκη τὰ εἴδη τῶν ἁπλῶν σωμάτων πεπερασμένα εἶναι τῷ ἀριθμῷ. εἰ γὰρ πάντα τὰ φυσικὰ σώματα τὰ ἁπλᾶ κινήσεις ἔχει κατὰ τόπον ἁπλᾶς μίαν ἕκαστον, αἱ δὲ ἁπλαῖ φυσικαὶ κινήσεις πεπερασμέναι τῷ ἀριθμῷ· τρεῖς γὰρ ἅπασαι ἢ πέντε· αἱ δὲ πεπερασμέναι κινήσεις πεπερασμένα τῷ εἴδει παρέχονται τὰ κινούμενα φυσικῶς· εἰδοποιοὶ γάρ εἰσιν αἱ φυσικαὶ κινήσεις τῶν φυσικῶν σωμάτων, διότι2 ἡ φύσις ἀρχὴ κινήσεώς ἐστι τοῖς ἔχουσι·3 ταύταις γὰρ πρότερον χρησάμενος ταῖς ὑποθέσεσιν ἔδειξεν, ὅτι τρία ἢ πέντε τὰ ἁπλᾶ σώματά ἐστι καὶ οὔτε πλείονα οὔτε ἐλάττονα· καὶ γὰρ ὁ ἀὴρ διαφέρει τοῦ πυρὸς κοῦφος μὲν ἀλλ’ οὐ κουφότατος ὑπάρχων, καὶ τὸ ὕδωρ διαφέρει τῆς γῆς βαρὺ μὲν ἀλλ’ οὐ βαρύτατον ὑπάρχον, καὶ οὕτως τὰ τρία πέντε γεγόνασιν· ὥστε, εἰ ἀνομοιομερὲς ὑποτεθείη τὸ ἄπειρον σῶμα, οὐκ ἔσται ἄπειρα τῷ εἴδει τὰ ἐξ ὧν σύγκειται. ἀλλὰ μὴν οὐδὲ πεπερασμένα δυνατὸν εἶναι κατ’ εἶδος τὰ τοῦ ἀνομοιομεροῦς ἀπείρου μόρια· εἰ γὰρ εἴη πεπερασμένα τῷ εἴδει, ἀνάγκη ἕκαστον τῶν μορίων ἄπειρον εἶναι κατὰ μέγεθος· εἰ γὰρ κατ’ εἶδος πεπερασμένα τὰ μόρια καὶ τῷ μεγέθει πεπερασμένα ᾖ, καὶ τὸ ὅλον ἔσται τῷ μεγέθει πεπερασμένον, ὑπόκειται δὲ ἄπειρον. εἰ οὖν ἀδύνατον ἕκαστον τῶν μορίων, οἷον ὕδωρ ἢ πῦρ ἢ τὸ κυκλοφορητικόν, ἄπειρον εἶναι κατὰ μέγεθος, δῆλον, ὅτι οὐδὲ ἐκ πεπερασμένων εἰδῶν ἔσται τὸ ἄπειρον. ἀλλὰ πῶς, εἰ ἐκ πεπερασμένων εἰδῶν τὸ ἀνομοιομερὲς ἄπειρόν ἐστιν, ἀνάγκη ἕκαστον τῶν μορίων εἶναι ἄπειρον; δυνατὸν γὰρ καὶ ἑνὸς τῶν μορίων ἀπείρου ὄντος εἶναι τὸ ὅλον ἄπειρον. ἢ ταύτην παρῆκε τὴν ὑπόθεσιν, διότι δέδεικται πρότερον, ὡς, εἰ μὴ πάντα ἐξισάζοι, ἓν δέ τι εἴη ἐξ αὐτῶν ἄπειρον, φθείροι ἂν τὰ ἄλλα; πόθεν οὖν δῆλον, ὅτι ἀδύνατον ἄπειρον εἶναι ἕκαστον, οἷον ὕδωρ ἢ πῦρ; ὅτι δέδεικται, φησίν, μήτε βάρος μήτε κουφότητα εἶναι ἄπειρον, καὶ ὅτι αἱ πεπερασμέναι δυνάμεις πεπερασμένων εἰσὶ σωμάτων· τῶν γὰρ ἀπείρων ἄπειροι. εἰ οὖν βαρέα καὶ κοῦφα ταῦτα, ἀδύνατον ἄπειρα εἶναι κατὰ μέγεθος· ἐδείχθη δέ, ὅτι οὐδὲ τὸ κυκλοφορητικὸν ἄπειρόν ἐστιν, καὶ τὸ ὅλον ἀδύνατον ἄπειρον εἶναι.
“每一个物体必然或者是无限的”至“因为已经证明,重与轻都不是无限的”。 现在他企图对整个物体普遍地探究它是无限的还是有限的,便从区分出发推进论证,说每一个物体必然或者是无限的或者是有限的,以便在证明了它不是无限的之后,得出它是有限的[结论];因为这一区分是矛盾对立的。而为了证明它不是无限的,他又引入另一个区分,即:如果是无限的,它必然或者是非同质部分的,或者是同质部分的;因为这个区分也是无中项的[直接的];他便根据推论关系推进其反驳性的论据。因为如果在有一无限物体的情况下,它必然或者是同质部分的或者是非同质部分的,而如果表明这两者都不是无限的,那么显然它完全不是无限的。由于他首先打算证明它不是非同质部分的,在此处他也使用了一个区分性的推论,即:如果是非同质部分的,它要么是由有限的种构成的,要么是由无限的种构成的;因此,如果既非由无限的种也非由有限的种构成,显然它就不是非同质部分的。但是,他说,如果有人允许最初的预设保持成立,就可以证明无限者不是由在数量上无限且在形式上不同的[元素]构成的非同质部分者;而他所谓的最初预设,指的是在开端处预先假定的那些预设。这些预设就是:每一个自然物体自身都具有关于处所的运动;简单运动有三种;简单物体的本性运动是简单的;每一个简单物体的本性运动是单一且简单的;因为在奠定了这些之后,简单物体的种在数量上必然是有限的。因为如果所有简单的自然物体各自都具有一种简单的处所运动,而简单的自然运动在数量上是有限的——因为总共只有三种或五种——并且有限的运动使得依本性运动的事物在形式上是有限的——因为自然运动对于自然物体而言是构成形式的,这是由于自然对于具有它者而言是运动的本原——;因为在先前使用了这些预设之后,他指明了简单物体是三种或五种,既不多也不少;因为气确实不同于火,它是轻的但不是最轻的,水也不同于土,它是重的但不是最重的,这样一来三者就变成了五者;因此,即使假设无限物体是非同质部分的,构成它的那些成分在形式上也绝不会是无限的。然而,非同质部分的无限者的各部分在形式上是有限的,这也绝不可能;因为如果它们在形式上是有限的,各部分在大小上必然各自都是无限的;因为如果各部分在形式上是有限的且在大小上也是有限的,那么整体在大小上也将是有限的,但它被假定为是无限的。因此,如果诸部分(例如水、火或进行圆周运动者)各自在大小上是无限的是不可能的,那么显然无限者也不会是由有限的种构成的。但是,如果非同质部分的无限者是由有限的种构成的,为什么各部分必然各自都是无限的呢?因为即使各部分中只有一个是无限的,整体也是可能为无限的。或者说,他之所以略去了这个假定,是因为先前已经证明:如果它们不全都保持均等,而是它们中的某一个是无限的,它就会毁掉其余的东西?那么,像水或火这样的各部分各自不可能为无限,何以是显而易见的呢?他说,这是因为已经证明重与轻都不是无限的,而且有限的力量属于有限的物体;因为无限的力量属于无限的[物体]。因此,如果这些事物是重与轻的,它们在大小上就不可能是无限的;并且已经证明进行圆周运动者也不是无限的,而整体是无限的也是不可能的。
- 1.63ἀντιφατικὴ γάρ ἐστιν ἡ διαίρεσις
解释“矛盾对立的区分”的逻辑力量:由于有限与无限(πεπερασμένον ἢ ἄπειρον)之间的区分是没有中间项的矛盾对立(ἀντίφασις),因此否定其中一方(非无限)就能直接在逻辑上肯定另一方(有限)。
- 1.63ἢ ταύτην παρῆκε τὴν ὑπόθεσιν, διότι...
连词 ἤ(“或者说……”)用于引出对前述疑难(为何假定每个部分都必须是无限的,而非仅仅其中一个部分是无限的)的解答。这是注疏家提出并解答疑难时的惯用句式。
- 1.63εἰδοποιοὶ γάρ εἰσιν αἱ φυσικαὶ κινήσεις τῶν φυσικῶν σωμάτων, διότι ἡ φύσις ἀρχὴ κινήσεώς ἐστι τοῖς ἔχουσι
主句表语形容词 εἰδοποιοί 带有宾格性属格 τῶν φυσικῶν σωμάτων(构成自然物体的种/形式)。在随后的 διότι 原因从句中,与格分词 τοῖς ἔχουσι 作为所有/相关的与格修饰 ἀρχή,表述了“自然对于拥有它者而言是运动本原”的界定。
