- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:226.24-227.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘解释了关于宇宙是单一还是多元这一后续课题的预先说明,随后概述了《物理学听友》第三卷中证明没有任何物体是无限的逻辑性与自然学性的普遍推论。
" Μετὰ δὲ ταῦτα ἐπισκεπτέον ἕως τοῦ μὴ μέντοι γε ἀπείρους." Προθέμενος καθολικὴν ἀπόδειξιν εἰπεῖν τοῦ μὴ εἶναι ἄπειρον σῶμα πρῶτον ἐκτίθεται, περὶ οὗ μετὰ ταύτην τὴν ἀπόδειξιν προθήσεται λέγειν ἀκολούθως· τοῦτο δέ ἐστιν, εἰ πεπερασμένον ἐστὶ τὸ πᾶν σῶμα, ἆρα τοσοῦτον, ὥστε πλείονας εἶναι οὐρανούς, τουτέστι κόσμους, ἢ ἕνα; ὅσον γὰρ ἐπὶ τῷ πεπερασμένον εἶναι τὸ πᾶν σῶμα1 οὐδὲν κωλύει καὶ ἄλλους ὁμοίους εἶναι τῷ περὶ ἡμᾶς κόσμῳ, μὴ μέντοι ἀπείρους τὸ πλῆθος· ἄπειρον γὰρ ἂν ἦν καὶ τὸ πᾶν μέγεθος.
“在这些事情之后必须考察”至“然而绝不是无限的”。 在企图提出物体不是无限的这一普遍证明时,他首先摆明了他在这一证明之后顺理成章地打算谈论的课题;这就是:如果整个物体是有限的,它是否大到足以有多个天,即多个世界,还是只有一个?因为就整个物体是有限的而言,没有任何东西阻止存在与我们周围的世界相似的其他[世界],然而在数量上绝不是无限的;因为若非如此,整个大小本来也就会是无限的了。
"Πρῶτον δ’ εἴπωμεν καθόλου περὶ τοῦ ἀπείρου." Χρὴ πρῶτον ὑπομνησθῆναι τῶν ἐν τῷ γ̄ τῆς Φυσικῆς ἀκροάσεως καθόλου δειχθέντων περὶ τοῦ μὴ εἶναι σῶμα ἄπειρον, ἐπειδὴ καὶ αὐτὸς ἐκείνων ἐμνημόνευσε, καὶ οὕτως τὰ ἐνταῦθα ἐπιχειρηθέντα συνάψαι. δείκνυσι τοίνυν ἐν ἐκείνοις, ὅτι οὐδὲν σῶμα ἄπειρον, λογικῶς μὲν ἐπιχειρῶν οὕτως· πᾶν σῶμα ἐπιπέδῳ ὥρισται, τὸ δὲ ἐπιπέδῳ ὡρισμένον οὐκ ἄπειρον· φυσικῶς δὲ ἀπὸ τοῦ τὰ στοιχεῖα πεπερασμένα τὸν ἀριθμὸν ὄντα κατὰ τὸ μέγεθος εἶναι πεπερασμένα· μήτε γὰρ πάντα ἄπειρα οἷόν τε εἶναι· οὐ γὰρ ἂν εἴη πολλὰ ἄπειρα· μήτε ἕν τι ἐξ αὐτῶν· εἰ γὰρ μέλλει σώζεσθαι καὶ γίνεσθαί τι ἐξ ἀλλήλων, ἐξισάζειν ὡς δυνατὸν ἀνάγκη τὰς δυνάμεις αὐτῶν καὶ ἀνάλογον ἔχειν· εἰ οὖν τοῦ ἀπείρου ἄπειρος ἡ δύναμις, οὐδεὶς δὲ λόγος ἐστὶ τοῦ ἀπείρου πρὸς τὸ πεπερασμένον, δῆλον, ὅτι οὐκ ἂν εἴη τι αὐτῶν ἄπειρον. εἰ οὖν τῶν ἁπλῶν καὶ ὁ ἀριθμὸς καὶ τὸ μέγεθος πεπερασμένα ἐστί, δῆλον, ὅτι καὶ τὸ μέγεθος τὸ ἐξ αὐτῶν πεπέρανται. ἀλλ’ οὐδὲ ὑπόκειταί τι τοῖς στοιχείοις ἄπειρον μέγεθος, ὡς Ἀναξίμανδρος ἔλεγεν καὶ Ἀναξιμένης, ἐξ οὗ γίνονται· ἢ γὰρ ἂν καὶ φθειρομένων εἰς αὐτὸ ἐγίνετο ἡ ἀνάλυσις.2 ἔτι εἰ παντὸς σώματος φυσικοῦ οἰκεῖός ἐστι τόπος, εἰς ὃν φέρεται καὶ ἐν ᾧ μένει, τοῦ δὲ ἀπείρου μή ἐστιν οἰκεῖος τόπος, οὐκ ἂν εἴη σῶμα φυσικὸν ἄπειρον. ἔτι δὲ οὐδὲν μᾶλλον κάτω ἢ ἄνω οἰσθήσεται τὸ ἄπειρον ἢ μενεῖ ὁμοίως ἔχον πρὸς πάντα τόπον. ἔτι ἀδύνατον ἄπειρα τῷ εἴδει διαφέροντα ἀλλήλων εἶναι τὰ στοιχεῖα· ἦσαν γὰρ ἂν καὶ τόποι ἄπειροι ἀλλήλων διαφέροντες. ἔτι ἀπὸ τοῦ πάντα μὲν τὰ στοιχεῖα κατὰ φύσιν ἢ ἄνω ἢ κάτω κινεῖσθαι, ἐν δὲ τῷ ἀπείρῳ μηδὲν εἶναι μήτε κάτω μήτε ἄνω.
“但首先让我们普遍地谈论无限。” 由于他自己也提到了那些论点,我们必须首先回忆起在《物理学讲义》第三卷中普遍证明关于不存在无限物体的论据,并以此将这里所运用的推论联系起来。于是,他在那些[篇章]中指明没有任何物体是无限的,在逻辑上是这样推论的:每个物体都被平面所限定,而被平面限定者不是无限的;在自然学上则是从元素在数量上是有限的故而在大小上也是有限的出发的。因为既不可能所有的[元素]都是无限的(因为不会有多个无限者),也不可能它们中的任何一个是无限的;因为如果它们要得以保全并且彼此之间要产生出某物,它们的力量就必然尽可能相等并保持比例;因此,如果无限者的力量是无限的,且无限者对有限者没有任何比,那么显然它们中的任何一个都不可能是无限的。因此,如果简单物体的数量和大小都是有限的,显然由它们构成的大小也是有限的。但是,也没有任何无限的大小作为基底存在于元素之下,如阿那克西曼德和阿那克西美尼所说的那样(诸元素由之产生);因为若不然,在[万物]消亡时,分解本来也会回到它之中去。再者,如果每个自然物体都有一个它所运移向并停留于其中的固有处所,而无限者没有固有处所,那么就不会有无限的自然物体。再者,无限者既然与所有处所处于同样的关系,它绝不会向下比向上更有运动倾向,也不会停留。再者,元素在形式上彼此不同而是无限的,这是不可能的;因为那样一来也会有彼此不同的无限个处所。再者,[这也是]由于所有元素按本性要么向上要么向下运动,而在无限者中则没有任何东西在下也没有任何东西在上。
- 1.61ὅσον γὰρ ἐπὶ τῷ πεπερασμένον εἶναι τὸ πᾶν σῶμα
短语 ὅσον ἐπί 加上与格(此处为带冠词的不定式 τῷ πεπερασμένον εἶναι)是一个副词性惯用表达,意为“就……而言”或“在……的范围内”。它表明仅凭整个物体的有限性本身并不能排除多个世界的存在。
- 1.62ἢ γὰρ ἂν καὶ φθειρομένων εἰς αὐτὸ ἐγίνετο ἡ ἀνάλυσις
短语 ἢ γὰρ ἄν 引出违背事实的推论(“否则本来就会……”)。φθειρομένων 是独立属格,其逻辑主语(诸元素或生成之物)由上下文省略补充,表时间或条件(“在消亡时”),与主句的未完成过去时 ἐγίνετο 加上 ἄν 一起构成反事实条件句的结论部分。
