← 辛普里丘

亚里士多德《论天》注释

§225.9-226.23

有限时间中证明的推广与无限物体的否定

辛普里丘注解亚里士多德《论天》274a13–19,阐明亚里士多德如何通过将“最小时间”的假定推广至任意有限时间,从而使排除无限重量与轻的证明更具普遍性;并总结了从简单物体的有限性推至否定包括复合实体在内的无限物体,同时预告将参照《物理学》转向普遍论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.58

" Ἀλλὰ μὴν ἀνάγκη γε ἕως τοῦ ἀδύνατον ἄρα ἄπειρον εἶναι βάρος." Εἰπὼν ὡς ἐξ ὑποθέσεώς τινος τὸ “ἄλλο γὰρ ἄν τι πεπερασμένον ἐλήφθη” τὸ ἐν τῷ ἐλαχίστῳ χρόνῳ κινούμενον,1 ἐν ᾧ καὶ τὸ ἄπειρον, εἴπερ ὅλως ὑποτεθῇ τις ἐλάχιστος εἶναι χρόνος, νῦν προστίθησιν, ὅτι καὶ ἀνάγκη, εἴπερ τὸ ἄπειρον βάρος εἴτε ἐν ἐλαχίστῳ εἴτε ἐν ὁπηλικῳοῦν ὑποτεθῇ πεπερασμένῳ πεπερασμένον διάστημα κινούμενον, καὶ ἄλλο ἐν τῷ αὐτῷ χρόνῳ πεπερασμένον βάρος πεπερασμένην διάστασιν κινεῖσθαι. τοῦ οὖν χρόνου τοῦ αὐτοῦ ὄντος ἔσται, ὡς ἡ πεπερασμένη διάστασις, ἣν κινεῖται τὸ πεπερασμένον βάρος ἐν τῷ αὐτῷ χρόνῳ, πρὸς τὴν πεπερασμένην διάστασιν, ἣν κινεῖται τὸ ἄπειρον βάρος, οὕτως τὸ πεπερασμένον βάρος πρὸς τὸ ἄπειρον βάρος. εἰ δ’, ὁσαπλάσιόν ἐστι τὸ διάστημα, ὃ κινεῖται τὸ πεπερασμένον βάρος,2 τοῦ διαστήματος, ὃ κινεῖται τὸ ἄπειρον ἐν τῷ αὐτῷ χρόνῳ, τοσαυταπλάσιον τοῦ πεπερασμένου βάρους ἐλήφθη βάρος, τοῦτό τε καὶ τὸ ἄπειρον ἐν τῷ αὐτῷ χρόνῳ τὴν αὐτὴν διάστασιν κινηθήσονται. εἰ οὖν ἀδύνατον λόγον ἔχειν τὸ ἄπειρον πρὸς τὸ πεπερασμένον, ἀδύνατον δὲ καὶ τὸ ἐν ἴσῳ χρόνῳ τὴν αὐτὴν διάστασιν κινεῖσθαι τὰ ἄνισα, ἀδύνατον ἄπειρον εἶναι βάρος. ὁ δὲ ἐλάχιστος χρόνος εἰς τὸν ὁπηλικονοῦν μεταληφθεὶς καθολικωτέραν ἐποίησε τὴν ἀπόδειξιν.

“然而确实必然”至“因此重量不可能是无限的”。 在从某种假定出发说出了“因为本来就会取另一个有限的[重量]”(即假定在最小时间内运动,无限者亦在其中[运动],倘若根本假定存在某个最小时间)之后,他现在补充说:倘若假定无限的重量无论是在最小[时间]内还是在任何大小的有限[时间]内运动过有限距离,那么另一个有限重量在同一时间内运动过有限距离也是必然的。因此,在时间相同的情况下,正如有限重量在同一时间内运动过的有限距离对无限重量运动过的有限距离所具有的比那样,有限重量对无限重量也将具有那样的比。而且,如果有限重量运动过的距离是无限者在同一时间内运动过的距离的多少倍,便取了有限重量的多少倍大小的一个重量,那么这个[重量]与无限者就将在同一时间内运动过同一距离。因此,如果无限者对有限者有比是不可能的,且不相等之物在相等时间内运动过同一距离也是不可能的,那么重量是无限的便是不可能的。而将最小时间替换为任何大小的[有限时间],使得这一证明变得更加普遍。

§1.59

"Ὁμοίως δὲ καὶ κουφότητα ἕως τοῦ καὶ κουφότητα ἀδύνατον." Τὰ ἐπὶ τῆς βαρύτητος εἰρημένα καὶ ἐπὶ τῆς κουφότητος ἁρμόσει λέγειν ἀντὶ τῆς ἐπὶ τὸ κάτω κινήσεως τὴν ἐπὶ τὸ ἄνω μεταλαμβανόντων ἡμῶν. εἰ οὖν μήτε βαρύτητες μήτε κουφότητές εἰσιν ἄπειροι, οὐδ’ ἂν τὰ βάρος ἢ κουφότητα ἔχοντα σώματα ἄπειρα ἂν εἴη· τοῦτο γὰρ ἤδη δέδεικται.

“同样对轻亦然”至“轻也是不可能的”。 对于重量所说的话,在我们以向上运动取代向下运动的情况下,也将适宜于对于轻而说。因此,如果既没有无限的重量,也没有无限的轻,那么具有重量或轻的物体也不可能是无限的;因为这一点此前已经被证明了。 “因此物体不是无限的”

§1.60

"Ὅτι μὲν οὖν ἄπειρον οὐκ ἔστι σῶμα ἕως τοῦ ἀλλὰ καὶ νῦν ἄλλον τρόπον." Δείξας, ὅτι οὐδὲν τῶν ἁπλῶν σωμάτων ἄπειρόν ἐστι τῷ μεγέθει·3 οὔτε γὰρ τὸ κυκλοφορητικὸν οὔτε τῶν ὑπὸ σελήνην οὐδέν, εἴπερ μήτε βάρος ἔχον τι μήτε κουφότητα, ταῦτα δ’ ἦν τὰ ὑπὸ σελήνην, βαρέα μὲν τὰ ἐπὶ τὸ κάτω φερόμενα, γῆ καὶ ὕδωρ, κοῦφα δὲ τὰ ἐπὶ τὸ ἄνω, ἀὴρ καὶ πῦρ· πεπερασμένων δὲ κατ’ ἀριθμὸν πρότερον δειχθέντων τῶν ἁπλῶν σωμάτων· πέντε γὰρ ἐδείχθη τὰ πάντα, τρία κατὰ τὴν εἰς δύο τὸ βαρὺ καὶ τὸ κοῦφον τῶν ὑπὸ σελήνην συναίρεσιν· δειχθέντος δὲ καὶ νῦν ἑκάστου τούτων κατὰ τὸ μέγεθος πεπερασμένου δῆλον, ὅτι οὐδὲ σύνθετόν ἐστι τι ἄπειρον σῶμα. θαρρῶν οὖν συνεπεράνατο δῆλον εἶναι λέγων διὰ τῆς τῶν κατὰ μέρος θεωρίας, τουτέστι διὰ τῆς καθ’ ἕκαστον τῶν ἁπλῶν, ὅτι οὐκ ἔστιν ἄπειρον σῶμα οὔτε ἁπλοῦν οὔτε σύνθετον. ἐπειδὴ δὲ ἐπιστημονικώτερός ἐστιν ὁ διὰ τῶν καθόλου τρόπος τῆς ἀποδείξεως ἤπερ ὁ διὰ τῶν κατὰ μέρος, προθέμενος καὶ καθόλου δεῖξαι, ὅτι οὐκ ἔστιν ἄπειρον σῶμα κατὰ μέγεθος, ὑπομιμνήσκει πρῶτον ἡμᾶς τῶν ἐν τῷ τρίτῳ τῆς Φυσικῆς ἀκροάσεως ἐπιχειρημάτων καθόλου δεικνυόντων, ὅτι οὐκ ἔστιν ἄπειρον σῶμα, ἵνα μὴ δὶς τὰ αὐτὰ λέγῃ· τότε ἄλλα προστίθησιν κατ’ ἄλλην μέθοδον εἰλημμένα. καλεῖ δὲ περὶ ἀρχῶν τὰ τέσσαρα πρῶτα βιβλία τῆς Φυσικῆς ἀκροάσεως, ὥσπερ τὰ λοιπὰ τέσσαρα περὶ κινήσεως ἐκάλει πρὸ ὀλίγου λέγων “ἀλλ’ ἐκεῖνό γε φανερόν, ὅτι ἀδύνατον τὴν ἄπειρον διελθεῖν ἐν πεπερασμένῳ χρόνῳ· ἐν ἀπείρῳ ἄρα· δέδεικται γὰρ τοῦτο πρότερον ἐν τοῖς περὶ κινήσεως”.

至“而且现在还以另一种方式”。 在指明了简单物体中没有哪一个是大小无限的之后——因为既不是圆周运动的物体,也不是月下的任何物体[是无限的],倘若根本没有任何具有重量或轻的物体[是无限的],而这些就是月下之物,向下运移的较重之物即土和水,向上运移的较轻之物即气和火;并且简单物体此前已被证明在数量上是有限的——因为所有的加起来被证明是五个,或者根据把月下之物归结为重与轻这二者而被证明是三个;而且现在既然这些之中的每一个在大小上也被证明是有限的,显而易见,也没有任何复合的物体是无限的。因此,他信心十足地得出了结论,说通过对个别事物的考察,即通过对每个简单物体的考察,显然没有无限的物体,无论是简单的还是复合的。但由于通过普遍者进行的证明方式比起通过个别者进行的更加具有科学性,他在打算也普遍地证明不存在大小无限的物体时,首先让我们记起《物理学讲义》第三卷中普遍证明不存在无限物体的那些推论,以免重蹈覆辙;然后他补充了按照另一种方法采取的其他[论证]。并且他把《物理学讲义》的前四卷称为《论本原》,正如他不久前把其余四卷称为《论运动》一样,当时他说:“然而至少这一点是显然的,即在有限时间内穿过无限者是不可能的;因此是在无限[时间]内;因为这一点此前已在《论运动》诸卷中被证明了”。

语法注3 条
  1. 1.58Εἰπὼν ὡς ἐξ ὑποθέσεώς τινος τὸ “ἄλλο γὰρ ἄν τι πεπερασμένον ἐλήφθη” τὸ ἐν τῷ ἐλαχίστῳ χρόνῳ κινούμενον

    分词 Εἰπὼν(主语为亚里士多德)的宾语为引用短语 τὸ “ἄλλο γὰρ ἄν τι πεπερασμένον ἐλήφθη”,随后同位补充的 τὸ ἐν τῷ ἐλαχίστῳ χρόνῳ κινούμενον 指明在这一假定下运动的有限重量。ὡς ἐξ ὑποθέσεώς τινος 表示“出于某种假定”,与后文的 εἴπερ ὅλως ὑποτεθῇ 条件句相应。

  2. 1.58ὁσαπλάσιόν ἐστι τὸ διάστημα, ὃ κινεῖται τὸ πεπερασμένον βάρος, τοῦ διαστήματος, ὃ κινεῖται τὸ ἄπειρον ἐν τῷ αὐτῷ χρόνῳ, τοσαυταπλάσιον τοῦ πεπερασμένου βάρους ἐλήφθη βάρος

    ὁσαπλάσιον... τοσαυταπλάσιον 相关的对应句式。ὁσαπλάσιον 作表语,属格 τοῦ διαστήματος... 表比较基准(“有限重量运动过的距离相当于无限者在同一时间内运动过的距离的多少倍”)。后半句中 τοσαυταπλάσιον... βάρος 作主语,ἐλήφθη 为谓语动词,表示设定的取值。

  3. 1.60Δείξας, ὅτι οὐδὲν τῶν ἁπλῶν σωμάτων ἄπειρόν ἐστι τῷ μεγέθει·

    句首主格分词 Δείξας(指亚里士多德)在插入解释句与独立属格(οὔτε γὰρ..., πεπερασμένων δὲ...)之后,改由独立属格 δειχθέντος δὲ... 重接,并收束于无人称主句 δῆλον, ὅτι...(“显而易见……”),构成破格句式(anacoluthon)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:225.9-226.23