- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:224.3-225.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘详尽阐释了亚里士多德的论证,即即便假定运动存在“最小时间”,也会导致无限重量与有限重量在相等时间内运动过相同距离的荒谬结论,并探讨了文本阐释与亚历山大的观点。
τοῦ αὐτοῦ οὖν ὄντος διαστήματος, ὡς ἔχουσιν οἱ χρόνοι πρὸς ἀλλήλους ὅ τε ἐλάχιστος, ἐν ᾧ τὸ ἄπειρον ἐκινεῖτο βάρος, καὶ ὁ πεπερασμένος, ἐν ᾧ τὸ πεπερασμένον, οὕτως ἔχουσι καὶ τὰ κινούμενα βάρη πρὸς ἄλληλα, ὅπερ ἀδύνατον· οὐδεὶς γὰρ λόγος ἐστὶ τοῦ ἀπείρου πρὸς τὸ πεπερασμένον. αὐτὸς δὲ οὐ τοῦτο τὸ ἄτοπον ἐπήγαγεν, ἀλλὰ τὸ ἐν ἴσῳ χρόνῳ τὴν ἴσην κινεῖσθαι τὸ ἄπειρον τῷ πεπερασμένῳ. λέγει οὖν, ὅτι οὐδὲ τὸ ὑποθέσθαι χρόνον1 ἐλάχιστον, ἐν ᾧ τὸ ἄπειρον βάρος τὴν πεπερασμένην διάστασιν κινεῖται, ἐκφεύγει τὴν ἀτοπίαν· ἐλήφθη γὰρ (ἀντὶ τοῦ ληφθείη γάρ) ἄν2 ἄλλο τι πεπερασμένον μέγεθος τὴν αὐτὴν διάστασιν ἐν πεπερασμένῳ χρόνῳ κινούμενον ἐν τῷ αὐτῷ λόγῳ ὂν πρὸς ἕτερόν τι μεῖζον ἑαυτοῦ βάρος τῷ τοῦ ἐλαχίστου χρόνου, ἐν ᾧ τὸ ἄπειρον βάρος ἐκινεῖτο, πρὸς τὸν χρόνον τὸν μείζονα τοῦ ἐλαχίστου, ἐν ᾧ τὸ ἔλαττον τῶν πεπερασμένων βαρῶν ἐκινεῖτο· ἀνάπαλιν γὰρ ἔχει τὰ βάρη πρὸς τοὺς χρόνους, ὡς εἴρηται· ἐν ἴσῳ ἄρα χρόνῳ, μᾶλλον δὲ ἐν τῷ αὐτῷ τῷ ἐλαχίστῳ, τό τε ἄπειρον βάρος κινηθήσεται καὶ τῶν ληφθέντων πεπερασμένων τὸ μεῖζον. ἢ ἀκριβέστερον αὐτὸς εἶπεν τὸ ἐλήφθη; ἐὰν γὰρ ὑποτεθῇ τὸ ἄπειρον ἐν ἐλαχίστῳ χρόνῳ κινούμενον, αὐτῷ τούτῳ ἄλλο ἄν τι πεπερασμένον βάρος ἐλήφθη ἐν τῷ αὐτῷ λόγῳ πρὸς ἕτερον μεῖζον, ἐν ᾧ τὸ ἄπειρον· εἰ γὰρ καὶ τὸ μεῖζον ἐν τῷ ἐλαχίστῳ χρόνῳ ἐκινεῖτο, διότι, ὡς ἔχει ὁ χρόνος ὁ μείζων πρὸς τὸν ἐλάχιστον, οὕτως τὸ ἔλαττον τῶν πεπερασμένων μεγεθῶν τὸ ἐν τῷ μείζονι χρόνῳ κινούμενον πρὸς τὸ μεῖζον τὸ ἐν τῷ ἐλαχίστῳ, κινεῖται δὲ καὶ τὸ ἄπειρον βάρος ἐν τῷ ἐλαχίστῳ, δῆλον, ὅτι ἐν τῷ αὐτῷ λόγῳ ἔσται τὸ ἔλαττον πεπερασμένον πρὸς τε τὸ μεῖζον καὶ τὸ ἄπειρον. καί ἐστι μὲν καὶ αὐτὸ ἄτοπον τὸ εἶναι λόγον πεπερασμένου πρὸς ἄπειρον. ὁ δὲ τὸ ἕτερον ἐπήγαγε τὸ ἐν ἴσῳ χρόνῳ κινεῖσθαι τὴν ἴσην διάστασιν τὸ ἄπειρον καὶ τὸ πεπερασμένον. ἔνεστι δέ, φησὶν Ἀλέξανδρος, ἐπὶ τῆς πεπερασμένης διαστάσεως τὰ μόρια αὐτῆς λαβόντα λέγειν,3 ὅτι ταῦτα ἐν ἐλάττονι τοῦ ἐλαχίστου χρόνῳ κινηθήσεται ἡ ἄπειρος βαρύτης· ἀλλ’ οὐκ ἔστι τοῦ ἐλαχίστου ἐλάττων· ὥστε ἢ οὐκ ἔστιν ἐλάχιστος χρόνος, ἤ, εἰ ἔστιν, ἐν τῷ ἐλαχίστῳ χρόνῳ ἐλάχιστον διάστημα, τὸ αὐτὸ δηλονότι· ἓν γὰρ τὸ ἐλάχιστον· καὶ τὸ ἄπειρον βάρος καὶ τὸ πεπερασμένον καὶ πάντα τὰ ἀνισοβαρῆ κινηθήσεται· ὅπερ ἐστὶν ἀτοπώτατον· ἰσοταχῆ γὰρ οὕτως ἔσται τὰ πάμπολυ ἀλλήλων κατὰ τὰς ῥοπὰς διαφέροντα καὶ ἡ ἄπειρος βαρύτης τῇ πεπερασμένῃ. ὃ γὰρ τὸ ἧττον βάρος ἐν τῷ ἐλαχίστῳ κεκίνηται χρόνῳ, τοῦτο τὸ βαρύτερον ἢ οὐ κινηθήσεται ἢ οὐκ ἐν χρόνῳ κινηθήσεται ἢ οὐκ ἐν ἐλάττονι τοῦ ἐλαχίστου· οὐ γὰρ ἔστι τοῦ ἐλαχίστου ἔλαττον· εἰ δὲ ταῦτα ἀδύνατα, καὶ αὐτὸ ἐν τῷ ἐλαχίστῳ κινηθήσεται. λέγει δὲ ὁ Ἀλέξανδρος, ὅτι ταύτην ἐποιήσατο τὴν ἀπόδειξιν τῷ τρίτῳ τῶν προαξιωθέντων χρησάμενος τῷ τὸ πεπερασμένον βάρος ἅπασαν πεπερασμένην ἐν χρόνῳ διεξιέναι πεπερασμένῳ. καὶ ἡ λέξις, φησίν, οὕτως ἂν ἔχοι τὸ κατάλληλον· ἄλλο γὰρ ἂν πεπερασμένον ἐλήφθη ἐν τῷ αὐτῷ λόγῳ ὂν πρὸς ἕτερον μεῖζον, ἐν ᾧ πρὸς τὸ ἄπειρον αὐτὸ τοῦτο.
因此,在距离相同的情况下,无限的重量在其内运动的最小时间与有限的[重量在其内运动的]有限时间彼此之间具有怎样的比,运动的诸重量彼此之间也就具有怎样的比,而这是不可能的;因为无限对于有限没有任何比。但他自己并未引出这一荒谬,而是引出了无限者与有限者在相等时间内运动过相等的[距离]这一荒谬。因此他说,甚至假定无限的重量在其内运动过有限距离的最小时间,也无法逃避这一荒谬;因为本来就会取(作为“本来可以取”的替代)另一个在有限时间内运动过同一距离的有限大小,其对另一大于自身的重量的比,与无限重量在其内运动的最小时间对有限重量中较小者在其内运动的大于最小的时间的比相同;因为正如已经说过的,诸重量与诸时间成反比;因此在相等的时间内,或者毋宁说在同一最小时间内,无限的重量与所取的有限[重量]中较大者都将运动。抑或他自己说“本来就会取”更为准确?因为如果假定无限者在最小时间内运动,正是由于这一点,另一个有限的重量本来就会被取为对另一更大者处于与无限者所处于的相同的比之中;因为如果较大者也是在最小时间内运动,那么因为正如较大时间对最小时间具有比,在较大时间内运动的有限大小中较小者对在最小时间内运动的较大者也具有此比,而无限的重量也在最小时间内运动,所以显而易见,较小的有限[重量]对较大者和对无限者都将处于相同的比之中。而且有限者对无限者有比,这本身也是荒谬的。但他引出了另一荒谬,即无限者和有限者在相等时间内运动过相等的距离。而亚历山大说,可以针对有限距离取其各部分而说:无限的重量将在比最小时间更少的时间内运动过这些部分;但并不存在比最小者更少的时间;所以要么不存在最小的时间,要么如果存在,在最小时间内,无限的重量、有限的[重量]以及所有不同重量之物都将运动过最小的距离,即显然是同一的距离(因为最小者只有一个);这是最荒谬不过的;因为这样一来,在倾向上彼此差异极大之物,以及无限重量相对于有限重量,速度都将相等。因为较小的重量在最小时间内运动完毕的那一[距离],较重者要么根本不会运动过,要么不在时间内运动过,要么不会在比最小者更少的时间内运动过;因为并不存在比最小者更小的时间;如果这些都不可能,那么它自身也将在最小时间内运动。亚历山大说,他是使用了预先假定的公理中的第三条,即有限重量在有限时间内穿过任何有限[距离],来做出这一证明的。并且他[亚历山大]说,原文的措辞应当具有这样的连贯性:“因为本来就会取另一个有限的[重量],其对另一更大者的比,与此物自身对无限者的比相同”。
- 1.57ἐν τῷ αὐτῷ λόγῳ ὃν πρὸς ἕτερόν τι μεῖζον ἑαυτοῦ βάρος τῷ τοῦ ἐλαχίστου χρόνου... πρὸς τὸν χρόνον
ὃν(当为 ὂν)是 εἰμί 的现在分词中性单数主格,与主语 ἄλλο τι πεπερασμένον μέγεθος 一致并与 ἐν τῷ αὐτῷ λόγῳ 连用。与格 τῷ 与表“相同的”之 ἐν τῷ αὐτῷ λόγῳ 相对应,构成比较与格(即 τῷ [λόγῳ] τοῦ ἐλαχίστου χρόνου),形成了一个将重量之比与时间之比并置对照的长大比例句结构。
- 1.57ἐλήφθη γὰρ (ἀντὶ τοῦ ληφθείη γάρ) ἄν
注疏者将过去时直陈式 ἐλήφθη 带有 ἄν 的结构解释为替代潜势祈愿式 ληφθείη ἄν。但他随即以 ἢ ἀκριβέστερον αὐτὸς εἶπεν τὸ ἐλήφθη; 重新考虑了亚里士多德特意使用带有与事实相反意味的过去直陈式的可能性。
- 1.57ἐπὶ τῆς πεπερασμένης διαστάσεως τὰ μόρια αὐτῆς λαβόντα λέγειν
分词 λαβόντα 为阳性单数宾格,与非人称结构 ἔνεστι 所支配的不定词 λέγειν 的泛指逻辑主语相一致(即“某人取了……之后可以说”)。
