← 辛普里丘

亚里士多德《论天》注释

§222.33-224.3

通过归谬法证明无限重量不可能运动

辛普利丘注解了亚里士多德在274a3中通过归谬法反驳无限重量存在的过程:无限重量由于与有限重量不存在比而无法被赋予有限的运动时间,因而不可能运动;即便假定存在最小时间,也会导致无限重量与有限重量在相同时间内运动过相同距离的荒谬结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.57#1

" Ἀνάγκη ἄρα ἐκ τούτων ἕως τοῦ ἀλλὰ ἀδύνατον." Προσχρώμενος τοῖς εἰρημένοις διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυσιν, ὅτι οὐκ ἔστιν ἄπειρον βάρος· εἰ γὰρ εἴη, συμβήσεται ἐκ τῶν κειμένων καὶ κινεῖσθαι αὐτὸ καὶ μὴ κινεῖσθαι, ὅπερ ἀδύνατον. κινεῖσθαι μὲν γὰρ ἀναγκαῖον αὐτὸ διὰ τὸ πρῶτον τῶν ἀξιωθέντων· εἰ γὰρ τὸ τοσόνδε βάρος τὴν τοσήνδε ἐν τῷ τοσῷδε χρόνῳ κινεῖται, τὸ δὲ τοσόνδε καὶ ἔτι τὴν αὐτὴν ἐν ἐλάττονι, τὸ δὲ ἄπειρον βάρος τοσόνδε καὶ ἔτι ἐστί, δῆλον, ὅτι κινηθήσεται ἐν ἐλάττονι χρόνῳ. πάλιν δὲ οὐ δυνατὸν αὐτὸ κινηθῆναι, διότι κεῖται μέν, ἣν ἀναλογίαν ἔχει πρὸς ἄλληλα τὰ βάρη τὰ κινούμενα τὸ αὐτὸ διάστημα, ταύτην ἀνάπαλιν ἔχειν τοὺς χρόνους πρὸς ἀλλήλους, ἐν οἷς ἑκάτερον τῶν βαρῶν ἐκινεῖτο, καὶ ἣν οἱ χρόνοι δηλονότι, ταύτην ἀνάπαλιν τὰ βάρη. παντὸς δὲ χρόνου πεπερασμένου πρὸς πεπερασμένον λόγος τίς ἐστιν· εἰ οὖν ὁ χρόνος, ἐν ᾧ τὸ βάρος τὸ τοσόνδε καὶ ἔτι, τουτέστι τὸ ἄπειρον, ἐλάττων ὢν ἄλλου χρόνου πεπερασμένος ἐστί, δῆλον, ὅτι τοῦ μὲν χρόνου πρὸς τὸν χρόνον ἔσται λόγος τοῦ ἐλάττονος πρὸς τὸν μείζονα πεπερασμένου πρὸς πεπερασμένον, τοῦ δὲ βάρους τοῦ τοσοῦδε καὶ ἔτι, τουτέστι τοῦ ἀπείρου, πρὸς τὸ πεπερασμένον βάρος οὐδείς ἐστι λόγος· ἀλλὰ μὴν ἀνάγκη τὴν αὐτὴν εἶναι ἀναλογίαν κατὰ τὸ ἀνάπαλιν ἔν τε τοῖς βάρεσι τοῖς τὸ αὐτὸ διάστημα κινουμένοις καὶ ἐν τοῖς χρόνοις· ὥστε οὐδεὶς χρόνος ἐστίν, ἐν ᾧ κεκίνηται τὸ ἄπειρον βάρος τὴν πεπερασμένην διάστασιν· ὥστε οὐδὲ κεκίνηται· πᾶν γὰρ τὸ κινούμενον ἐν χρόνῳ δέδεικται κινούμενον. κἂν μὴ τὴν αὐτὴν δὲ ἀναλογίαν ὑπόθηταί τις τῶν τε βαρῶν καὶ τῶν χρόνων κατὰ τὸ ἀνάπαλιν, μόνον δὲ πεπερασμένους τοὺς χρόνους, καὶ οὕτως ἔσται τις αὐτῶν λόγος.1 τὸ δὲ ἀλλ’ ἀεὶ ἐν ἐλάττονι προσέθηκεν δεικνύς, ὅτι, κἂν ἐπὶ τὸ ἔλαττον προκόπτῃ ὁ χρόνος, ἔσται μὲν ἡ ἀναλογία ἀεὶ ἐν ἐλάττονι, ἐλάχιστος δὲ οὐκ ἔστι χρόνος· οὐδὲ γὰρ ἄλλο τι τῶν συνεχῶν διὰ τὸ ἐπ’ ἄπειρον εἶναι διαιρετά. καὶ εἰ ἦν δέ, φησίν, ἐλάχιστος χρόνος, οὐδὲν ἂν ἦν ὄφελος τοῖς οἰομένοις ἐν αὑτῷ κινεῖσθαι τὸ ἄπειρον βάρος καὶ κατὰ τοῦτο διαφεύγειν τὸν λόγον τὸν ἀπὸ τῆς ἀναλογίας ἔλεγχον.2 ὑποθέμενος οὖν ἐλάχιστον εἶναι χρόνον καὶ ἐν αὐτῷ κινεῖσθαι τὸ ἄπειρον βάρος δείκνυσί τι ἀδύνατον ἑπόμενον καὶ οὕτως τὸ ἐν ἴσῳ χρόνῳ τὴν ἴσην διάστασιν κινεῖσθαι τὸ ἄπειρον βάρος τῷ πεπερασμένῳ.3 ἔστω γὰρ ἡ ἄπειρος βαρύτης ἐν τῷ ἐλαχίστῳ χρόνῳ κεκινημένη διάστημά τι· δῆλον, ὅτι πεπερασμένον ἔσται τοῦτο· οὐ γὰρ οἷόν τε ἐν τῷ πεπερασμένῳ χρόνῳ καὶ μάλιστα τῷ ἐλαχίστῳ κινηθῆναί τι ἄπειρον διάστημα, οὔτ’ ἂν πεπερασμένον οὔτ’ ἂν ἄπειρον ᾖ τὸ κινούμενον· ἐν τίνι γὰρ χρόνῳ κινηθήσεται τὸ μέρος τοῦ ἀπείρου διαστήματος; τοῦ γὰρ ἐλαχίστου ἐλάττων οὐκ ἔστιν. ἐπεὶ οὖν κεῖται ἐν τοῖς περὶ κινήσεως πᾶν τὸ πεπερασμένον βάρος πᾶσαν πεπερασμένην διάστασιν ἐν πεπερασμένῳ χρόνῳ διιέναι, δῆλον, ὅτι καὶ ταύτην τὴν πεπερασμένην διάστασιν, ἣν τὸ ἄπειρον ἐν ἐλαχίστῳ χρόνῳ κεκίνηται, πεπερασμένον τι βάρος ἐν πεπερασμένῳ κινηθήσεται χρόνῳ.

“因此,从这些之中必然”直到“但这是不可能的”。 他援用所述之物,通过归谬法证明不存在无限的重量。因为如果存在,从所设定的前提就会得出它既运动又不运动的结论,而这是不可能的。因为一方面,由于预设公理中的第一点,它运动是必然的;因为如果这般大小的重量在这么多的时间内运动过这般大小的[距离],而这般大小且加上[的重量]在更少的时间内运动过同一[距离],并且无限的重量是这般大小且加上,那么显而易见,它将在更少的时间内运动。但另一方面,它又不可能运动,因为已设定:运动过同一距离的各个重量彼此之间具有何种比例,各个重量在其内运动的各个时间彼此之间就反比例地具有此种比例,并且显然时间具有何种比例,重量就反比例地具有此种比例。而一切有限的时间对于有限的时间而言都有某种比;因此,如果这般大小且加上的重量——也就是无限的重量——在其内[运动]的时间比另一时间更短且是有限的,那么显然,对于时间与时间而言,作为有限相对于有限,较小者对于较大者将具有比,但对于这般大小且加上的重量——也就是无限的重量——相对于有限的重量而言,却没有任何比。然而必然的是,在运动过同一距离的重量之间以及在时间之间,在反比例关系中存在着同样的比例;因此,不存在无限的重量在其内运动过有限距离的任何时间;所以,它甚至根本没有运动过;因为一切运动者都已被证明是在时间中运动的。而且即使有人不设定重量与时间在反比例中具有同样的比例,而仅仅设定时间是有限的,即便如此,它们之间也会存在某种比。而他补充说“但总是在更少[的时间]中”,是为了表明:即便时间向着更少推进,比例也总是在更少[的时间]中成立,但并不存在最小的时间;因为由于可无限分割,连续物中的其他任何东西也不具有[最小者]。他说,“而且即使存在最小的时间,对于那些认为无限的重量在其中运动、并依此逃避论证即来自比例的反驳的人来说,也不会有任何益处。”于是,他假定存在最小的时间且无限的重量在其中运动,以此表明会得出某种不可能的推论,即这样一来无限的重量与有限的重量就会在相等的时间内运动过相等的距离。因为假定无限的重量在最小的时间内运动过了某一距离;显而易见这一[距离]将是有限的;因为无论运动者是有限还是无限,都不可能在有限的时间内、特别是在最小的时间内运动过某一无限的距离;因为无限距离的一部分将在什么时间内被运动过呢?因为并不存在比最小者更小的时间。因此,既然在关于运动的论述中已经设定任何有限的重量都在有限时间内穿过任何有限的距离,那么显而易见,对于无限者在最小时间内运动过的这一有限距离,某一有限的重量也将在有限的时间内运动过它。

语法注3 条
  1. 1.57κἂν μὴ τὴν αὐτὴν δὲ ἀναλογίαν ὑπόθηταί τις τῶν τε βαρῶν καὶ τῶν χρόνων κατὰ τὸ ἀνάπαλιν, μόνον δὲ πεπερασμένους τοὺς χρόνους, καὶ οὕτως ἔσται τις αὐτῶν λόγος.

    由让步连词 κἄν(即 καὶ ἐάν)引导虚拟式 ὑπόθηται 的从属句。在 μόνον δέ 的对比结构中,“不假定同一反比例”(μὴ τὴν αὐτὴν ἀναλογίαν...)与“仅[假定]时间是有限的”(μόνον δὲ πεπερασμένους τοὺς χρόνους)形成对比,后者在宾格结构上承前省略了动词 ὑπόθηται。

  2. 1.57τὸν λόγον τὸν ἀπὸ τῆς ἀναλογίας ἔλεγχον

    名词 τὸν λόγον 与带冠词短语 τὸν ἀπὸ τῆς ἀναλογίας ἔλεγχον 构成同位语关系(“逃避该论证,即来自比例的反驳”),二者共同充当不定式 διαφεύγειν 的直接宾语。

  3. 1.57δείκνυσί τι ἀδύνατον ἑπόμενον καὶ οὕτως τὸ ἐν ἴσῳ χρόνῳ τὴν ἴσην διάστασιν κινεῖσθαι τὸ ἄπειρον βάρος τῷ πεπερασμένῳ.

    带冠词的不定式短语 τὸ ... κινεῖσθαι ... 作为同位语补充说明主动词 δείκνυσι 的直接宾语 τι ἀδύνατον ἑπόμενον,指明了该不可能推论的具体内容。与格 τῷ πεπερασμένῳ 与 ἴσῳ / ἴσην 呼应,表示比较与对应的对象(“与有限[重量]在相等时间内[运动过]相等距离”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:222.33-224.3