- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:221.26-222.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘总结了前节关于无限物体的重量不可能为有限的结论,进而转向证明重量为无限同样不可能的论证(273b30),并阐释了亚里士多德为这一证明所预设的关于重量、运动速度与时间的三个公理性前提。
" Ὥστε δῆλον ἐκ τῶν εἰρημένων ἕως τοῦ ἐκ τῶνδε φανερόν." Συμπεραίνεται τὸ προσεχῶς ἀποδειχθέν, ὅτι τοῦ ἀπείρου σώματος οὐκ ἔστι πεπερασμένον τὸ βάρος ἢ ἡ κουφότης· ὁ γὰρ αὐτὸς ἐπ’ ἀμφοῖν λόγος. εἰ οὖν ἀνάγκη τὸ βάρος ἢ κουφότητα ἔχον τῶν σωμάτων· περὶ γὰρ τῶν ὑπὸ σελήνην νῦν ὁ λόγος· ἐάν τι ἄπειρον ὑποτεθῇ, ἢ πεπερασμένον ἢ ἄπειρον ἔχειν βάρος ἢ κουφότητα, δέδεικται δέ, ὅτι τὸ πεπερασμένον ἀδύνατον, ἄπειρα ἄρα.1 εἰ τοίνυν τὸ ὅλως ἄπειρον εἶναι βάρος ἢ κουφότητα ἀδύνατον δειχθῇ, δῆλον, ὅτι καὶ τὸ ἄπειρόν τι εἶναι σῶμα ἀδύνατον. ἐπὶ τὸ δεῖξαι οὖν, ὅτι ἀδύνατον ἄπειρον εἶναι βάρος, παρασκευάζεται καὶ δηλονότι διὰ τὰ αὐτὰ καὶ κουφότητα.
“因此,从所述之中清楚明了”直到“从以下各点显然可见”。 在此得出刚才证明的结论,即无限物体的重量或轻度并不是有限的;因为同样的论证适用于两者。因此,如果具有重量或轻度的物体中——因为现在的论据是关于月下物体的——若假定某物是无限的,它就必然具有有限的或无限的重量或轻度,而且既然已经证明了有限是不可能的,那么它们就是无限的。因此,如果证明了重量或轻度根本不可能为无限,那么显而易见,任何物体为无限也是不可能的。所以,他着手证明重量不可能为无限,并且显然由于同样的理由,轻度也是如此。
"Εἰ γὰρ τὸ τοσόνδε βάρος τὴν τοσήνδε ἕως τοῦ ἔν τινι πεπερασμένῳ χρόνῳ." Προθέμενος δεῖξαι, ὅτι ἀδύνατον ἄπειρον εἶναι βάρος, τρία τινὰ χρήσιμα πρὸς τὴν ἀπόδειξιν προλαμβάνει οἷον ἀξιώματα· πρῶτον μέν, ὅτι δυοῖν βαρῶν ὄντων τοῦ μὲν ἐλάττονος, τοῦ δὲ μείζονος, ὃ λέγει τοσοῦτον καὶ ἔτι· τὸ γὰρ μεῖζον ἔχει τὸ ἔλαττον καὶ ἔτι ἄλλο τι πρὸς τούτῳ· τούτων οὖν τῶν βαρῶν τὸ μεῖζον τὴν αὐτὴν διάστασιν ἐν ἐλάττονι χρόνῳ κινεῖται ἤπερ τὸ ἔλαττον. δεύτερον δὲ προλαμβάνει τῷ προτέρῳ ἀκόλουθον, ὅτι τὰ βάρη καὶ οἱ χρόνοι τὴν ἀναλογίαν ἀνάπαλιν ἕξουσιν· ἂν γὰρ τὸ μεῖζον βάρος διπλάσιον ᾖ τοῦ ἐλάττονος, ὁ χρόνος, ἐν ᾧ τὸ μεῖζον διάστημά τι κινεῖται, ἥμισυς ἔσται τοῦ χρόνου, ἐν ᾧ τὸ ἔλαττον τὸ αὐτὸ διάστημα κινεῖται· εἰ οὖν, οὗ μὲν ὁ χρόνος ἥμισυς, τούτου τὸ βάρος διπλάσιον, οὗ δὲ τὸ βάρος ἥμισυ, τούτου ὁ χρόνος διπλάσιος, εἰκότως ἀνάπαλιν ἔχειν τὴν ἀναλογίαν οἱ χρόνοι τοῖς βάρεσι λέγονται. τρίτον προλαμβάνει, ὅτι τὸ πεπερασμένον βάρος πᾶσαν πεπερασμένην διάστασιν ἐν πεπερασμένῳ δίεισιν χρόνῳ. ἐδείχθη γὰρ ἐν τῇ Φυσικῇ ἀκροάσει, ὅτι οὐδὲν πεπερασμένον πεπερασμένην διάστασιν ἐν ἀπείρῳ δίεισι χρόνῳ. χρησιμεύει δὲ τοῦτο πρὸς τὸ δεῖξαι, ὅτι πᾶς χρόνος, καὶ ὁ ἐν ᾧ τὸ βραχύτατον βάρος τὴν μεγίστην δίεισι διάστασιν, καὶ ὁ ἐν ᾧ τὸ πολλαπλάσιον αὐτοῦ βάρος τὸ αὐτὸ διάστημα διεξέρχεται, λόγον ἔχουσι πρὸς ἀλλήλους· εἰ γὰρ τὸ πεπερασμένον βάρος τὴν πεπερασμένην διάστασιν ἐν ἀπείρῳ διεξῄει χρόνῳ, οὐκ ἂν ἦν τις τῶν χρόνων πρὸς ἀλλήλους λόγος καὶ ἀναλογία, ᾧ χρῆται πρὸς τὴν δεῖξιν. ὅτι δὲ πᾶν πεπερασμένον βάρος πᾶσαν πεπερασμένην διάστασιν ἐν πεπερασμένῳ δίεισι χρόνῳ, δῆλον· ἐπεὶ γὰρ μόριόν τι τῆς διαστάσεως πεπερασμένον τι βάρος ἐν πεπερασμένῳ δίεισι χρόνῳ, ὁσαπλασίων ἐστὶν ἡ ὅλη διάστασις τοῦ μορίου, τοσαυταπλασίων καὶ ὁ χρόνος ἔσται, ἐν ᾧ τὴν ὅλην δίεισι, τοῦ ἐν ᾧ τὸ μέρος. προσχρῆται δὲ καὶ ἐκείνῳ πολλάκις ἐνταῦθα, ὅπερ ἐν τῇ Φυσικῇ ἀποδέδεικται, τῷ ἀδύνατον εἶναι ἐν πεπερασμένῳ χρόνῳ ἄπειρον διελθεῖν.2
“因为如果这般大小的重量〔运动过〕这般大小的[距离]”直到“在某一有限的时间内”。 既然打算证明重量不可能为无限,他就预先设定了对证明有用的三点,犹如公理一般。第一,当存在两个重量,一较小而另一较大时——他称之为“这般大且加上”;因为较大的具有较小的,并且在此之外还有别的——在这两个重量中,较大的在比较小者更少的时间内运动过同一距离。第二,他预先设定了紧随前者的推论,即重量与时间将成反比例;因为如果较大的重量是较小者的两倍,那么较大者运动过某一距离的时间将是较小者运动过同一距离的时间的一半。因此,若时间为一半者的重量是两倍,而重量为一半者的时间是两倍,那么合乎道理地,时间被说成与重量成反比。第三,他预先设定,有限的重量在有限的时间内穿过任何有限的距离。因为在《自然学讲义》中已经证明,没有任何有限者在无限的时间内穿过有限的距离。而这有助于说明,所有的各个时间——无论是最小重量穿过最大距离的时间,还是其倍数重量穿过同一距离的时间——彼此之间都具有比;因为如果有限的重量在无限的时间内穿过有限的距离,那么各个时间彼此之间就不会有他用于证明的比和比例了。而显然,任何有限的重量都在有限的时间内穿过任何有限的距离;因为既然某一有限重量在有限时间内穿过距离的一部分,那么整个距离是该部分的多少倍,它穿过整个距离的时间也将是穿过该部分的时间的多少倍。在此,他还常常援用在《自然学》中证明的那一点,即在有限的时间内不可能穿过无限者。
- 1.55εἰ οὖν ἀνάγκη τὸ βάρος ἢ κουφότητα ἔχον τῶν σωμάτων· περὶ γὰρ τῶν ὑπὸ σελήνην νῦν ὁ λόγος· ἐάν τι ἄπειρον ὑποτεθῇ, ἢ πεπερασμένον ἢ ἄπειρον ἔχειν βάρος ἢ κουφότητα, δέδεικται δέ, ὅτι τὸ πεπερασμένον ἀδύνατον, ἄπειρα ἄρα.
在句法上,条件从句 εἰ οὖν ἀνάγκη [ἐστί](“因此如果……是必然的”)包含了一个插入句(περὶ γὰρ...)和一个内嵌的条件句 ἐάν τι ἄπειρον ὑποτεθῇ,不定式 ἔχειν 的逻辑主语是 τὸ ... ἔχον τῶν σωμάτων。其后的 δέδεικται δέ(“但既然已经证明……”)打断了原本对称的条件句式,使归结部分直接以直陈式推论 ἄπειρα ἄρα [ἔσται] 呈现,构成了句法结构的中途转换(破格连接)。
- 1.56προσχρῆται δὲ καὶ ἐκείνῳ πολλάκις ἐνταῦθα, ὅπερ ἐν τῇ Φυσικῇ ἀποδέδεικται, τῷ ἀδύνατον εἶναι ἐν πεπερασμένῳ χρόνῳ ἄπειρον διελθεῖν.
带中性与格冠词的不定式短语 τῷ ἀδύνατον εἶναι... 与指示代名词 ἐκείνῳ 构成同位语,后者由支配与格的复合动词 προσχρῆται 支配。关系代词 ὅπερ 指代先行词 ἐκείνῳ,而该先行词的具体内容则由与格短语 τῷ... 进一步补足阐明。
