- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:220.26-221.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在273b15中论述若从重量出发则无需引入不可通约性的划分、且对不同质物体亦可通过重量比例得出同样荒谬,辛普里丘阐释了该证明步骤,并指出一旦有限重量被耗尽,剩余的无限大小将不具重量这一更为不可能的推论。
" Ἔτι δὲ καὶ ἐγχωρεῖ σύμμετρα λαβεῖν ἕως τοῦ ὁποσαοῦν ἢ ἀφαιροῦντας ἢ προστιθέντας." Ἐφιστάνει καλῶς, ὅτι οὐδὲ χρεία τῆς ὑποδιαιρέσεως ταύτης τῆς εἰς σύμμετρα ἢ ἀσύμμετρα μεριζούσης τὴν ὑπόθεσιν. ἀδιαφόρου γὰρ ὄντος τοῦ ἀπὸ τοῦ βάρους ἢ ἀπὸ τοῦ μεγέθους ἄρχεσθαι,1 ἐὰν ἀπὸ τοῦ βάρους ἀρξώμεθα καὶ ληφθῇ τῷ Γ βάρει πεπερασμένῳ, ὅπερ ἦν τοῦ ἀπείρου, σύμμετρόν τι ἔλαττον αὐτοῦ βάρος, οἷον τὸ τρίτον αὐτοῦ τὸ Ε, καὶ ἀπὸ τοῦ ἀπείρου μεγέθους ἀφαιρεθῇ τι μέγεθος τὸ ΒΔ, οὗ βάρος ἐστὶ τὸ Ε, καὶ γένηται, ὡς τὸ Ε βάρος πρὸς τὸ Γ, οὕτως τὸ ΒΔ μέγεθος πρὸς τὸ ΒΖ μέγεθος· δυνατὸν γὰρ ἀπὸ τοῦ ἀπείρου ὁσονοῦν ἀφελεῖν· τούτων γενομένων ἔσται σύμμετρα καὶ τὰ μεγέθη καὶ τὰ βάρη, καὶ τὰ ὡς ἐπὶ συμμέτρων αὐτῶν ἀδύνατα ἀκολουθήσει, καὶ οὐκ ἔσται χρεία τῆς τῶν ἀσυμμέτρων ὑποθέσεως· τὸ γὰρ τοῦ ΒΖ βάρος ἴσον ἔσται τῷ Γ βάρει, ὅπερ ἦν τοῦ ἀπείρου. κἂν μεῖζόν τι τοῦ ΒΖ ἀφέλωμεν ἀπὸ τοῦ ἀπείρου μεγέθους, τὸ ἐκείνου βάρος πεπερασμένου μεγέθους ὂν βάρος μεῖζον ἔσται τοῦ Γ βάρους, ὅπερ τοῦ ἀπείρου μεγέθους βάρος ἦν. ἐπειδὴ δὲ τῶν σωμάτων τὰ μέν ἐστιν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ, ταὐτὸν δὲ εἰπεῖν ὁμοιοβαρῆ καὶ ἀνομοιοβαρῆ, οὐδέν, φησίν, οὐδὲ τοῦτο διοίσει πρὸς τὴν ἀπόδειξιν τὸ ὁμοιομερὲς λαβεῖν ἢ ἀνομοιομερὲς τὸ ἄπειρον· ἐπὶ γὰρ τῶν ἀνομοιομερῶν οὐ κατὰ τὸ μέγεθος ἡ ἀναλογία ληφθήσεται, ἀλλὰ κατὰ βάρος· τῷ γὰρ ΒΔ ἀπὸ τοῦ ΑΒ ἀπείρου οὐκέτι ἴσα ὁσαοῦν, ἀλλ’ ἰσοβαρῆ ἀφελοῦμεν· τῆς γὰρ ἐν τῷ βάρει χρῄζομεν ἀναλογίας, καὶ δυνατὸν ἀπὸ τοῦ ἀπείρου κατὰ μέγεθος ὁποσαοῦν ἰσοβαρῆ μεγέθη ἀφελεῖν, ποτὲ μὲν ἀφαιροῦντας τοῦ μεγέθους τῶν λαμβανομένων καὶ βραχύτερα τῶν πρόσθεν εἰλημμένων λαμβάνοντας, ὅταν βαρύτερα τῇ συστάσει τὰ μέρη ἐκεῖνα τοῦ ἀπείρου τυγχάνῃ ὄντα, ποτὲ δὲ προστιθέντας τῷ μεγέθει τῶν ἀφαιρουμένων2 καὶ μείζονα αὖ τῶν πρόσθεν ἀφαιροῦντας, ὅταν ἧττον βαρεῖαν ἔχῃ τὴν σύστασιν ἐκεῖνα τοῦ ἀπείρου τὰ μέρη. ἐπιστῆσαι δὲ ἄξιον, μήποτε,3 ἐὰν πεπερασμένον ὑποτεθῇ τὸ τοῦ ἀπείρου βάρος, κἂν μὴ τὸ μέγεθος τὸ ἄπειρον ἐν τῇ ἀφαιρέσει καταναλίσκηται, τὸ βάρος τὸ πεπερασμένον καταναλίσκεται· δηλοῖ δὲ καὶ τὸ τοῦ πεπερασμένου μεγέθους, τουτέστι τοῦ ΒΗ, μεῖζον συνάγεσθαι βάρος ἤπερ τὸ τοῦ ἀπείρου, ὅ ἐστι τὸ Γ· ἀλλ’ εἰ τοῦτο, ἔσται μέγεθος ἄπειρον τὸ περιλειφθὲν μηδὲν ἔχον βάρος, ὅπερ καὶ αὐτό ἐστιν ἀδύνατον ἔτι μᾶλλον.
“此外,取可通约者也是可行的”直到“无论通过减去还是通过增加任意数量”。 他适当地指出,甚至不需要这种将假定划分为可通约或不可通约的细分。因为从重量开始还是从大小开始是没有区别的,如果我们从重量开始,并对属于无限者的有限重量Γ取某一个比它小且与它可通约的重量,例如作为其三分之一的E,并且从无限大小中截取某一重量为E的大小BΔ,并使之满足:正如重量E之于Γ,大小BΔ之于大小BZ也是如此——因为从无限者中截取任意数量是可能的——在这些发生之后,大小与重量都将是可通约的,并且如同在它们可通约的情况下的不可行之事也会随之而来,从而不需要不可通约者的假定;因为BZ的重量将等于属于无限者的重量Γ。而且如果我们从无限大小中截取某个大于BZ的大小,它的重量作为有限大小的重量将大于曾经是无限大小的重量的重量Γ。然而,既然在物体中,有些是由同质部分构成的,有些是由不同质部分构成的——这也就是说是等重比的和不等重比的——所以他说,设定无限者是由同质部分构成还是由不同质部分构成,对证明而言也是毫无区别的;因为在由不同质部分构成的物体上,比例将不是按照大小而是按照重量来取的;因为我们从无限者AB中不再截取与BΔ相等的任意数量的大小,而是截取等重的;因为我们所需要的是重量上的比例,并且从在大小上无限者中截取任意数量等重的大小是可能的,有时从所取部分的大小中减去而取比先前所取者更小的,只要无限者的那些部分在构造上碰巧更重,有时又向所截取者的大小增加而再次截取比先前更大的,只要无限者的那些部分具有不太重的构造。不过值得注意的是,如果无限者的重量被假定为有限的,那么即使无限大小在截取中未被耗尽,有限的重量是否终究会被耗尽;有限大小的重量,即BH的重量,被推导为大于无限者的重量即Γ,这也表明了这一点;但若如此,剩余的无限大小将完全不具有重量,而这本身更是不可行的。
- 1.54ἀδιαφόρου γὰρ ὄντος τοῦ ἀπὸ τοῦ βάρους ἢ ἀπὸ τοῦ μεγέθους ἄρχεσθαι
在这一属格绝对结构中,带冠词的不定式短语 τοῦ ... ἄρχεσθαι 充当分词 ὄντος 的主语。谓语形容词 ἀδιαφόρου 为中性单数属格,整个绝对分词短语充当原因副词从句,修饰接下来的条件句。
- 1.54ποτὲ μὲν ἀφαιροῦντας τοῦ μεγέθους τῶν λαμβανομένων καὶ βραχύτερα τῶν πρόσθεν εἰλημμένων λαμβάνοντας ... ποτὲ δὲ προστιθέντας τῷ μεγέθει τῶν ἀφαιρουμένων
宾格分词 ἀφαιροῦντας、λαμβάνοντας 和 προστιθέντας 与前文动词短语 δυνατὸν ... ἀφελεῖν 中所蕴含的泛指宾格逻辑主语(即“人们截取……”)保持一致。这些分词充当方式或手段状语(“通过减去……”、“通过增加……”)。
- 1.54ἐπιστῆσαι δὲ ἄξιον, μήποτε
无人称形容词 ἄξιον 与不定式 ἐπιστῆσαι 结合构成主句(“值得注意的是……”)。连词 μήποτε 引导一个表达谨慎怀疑或提议的从属从句(“是否或许……”),与现在时直陈式 καταναλίσκεται 连用,提出该推论带来的疑难。
