← 辛普里丘

亚里士多德《论天》注释

§219.1-220.25

关于物体大小与重量无限性的比例论证

辛普利丘注解亚里士多德《论天》273a22,在运动和处所之后探讨第三个论据即重与轻的倾向性,并通过带有字母标记的几何比例推算与归谬法,证明无限大的物体必然具有无限的重量。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.53

" Καὶ πρὸς τούτοις εἰ βάρος μή ἐστιν ἄπειρον ἕως τοῦ ὥστε τὸ αὐτὸ ἔσται ἀδύνατον." Δείξας ἀπό τε τῆς κινήσεως καὶ τῶν τόπων, ὅτι οὐδὲν τῶν ὑπὸ σελήνην στοιχείων ἄπειρόν ἐστι τῷ μεγέθει, νῦν ἀπὸ τῶν ῥοπῶν τὸ αὐτὸ δείκνυσιν τῆς τε βαρύτητος, φημί, καὶ τῆς κουφότητος, κατὰ τὴν ἐξ ἀκολουθίας ἀναίρεσιν1 κἀνταῦθα ποιούμενος τὴν ἀπόδειξιν οὕτως· εἰ ἔστιν ἄπειρον τῷ μεγέθει τῶν ὑπὸ σελήνην τι σωμάτων ἢ βαρὺ ἢ κοῦφον· τοιαῦτα γὰρ τὰ ὑπὸ σελήνην· ἔσται καὶ βαρύτης μὲν ἡ τοῦ ἀπείρου βαρέος ἄπειρος, κουφότης δὲ ἡ τοῦ ἀπείρου κούφου· ἀλλὰ μὴν ἀδύνατον βαρύτητα ἢ κουφότητα ἄπειρον εἶναι· οὐκ ἄρα ἐστὶν ἄπειρόν τι σῶμα τῶν βαρέων ἢ κούφων ἢ ὅλως τῶν ἐπ’ εὐθείας κινουμένων. καὶ τὸ μὲν συνημμένον τὸ λέγον, ὅτι, εἰ ἔστιν ἄπειρον σῶμα βαρὺ ἢ κοῦφον, ἀνάγκη ἄπειρον αὐτοῦ εἶναι τὴν βαρύτητα ἢ τὴν κουφότητα, δείκνυσιν ἐκ τοῦ δεῖν ἢ πεπερασμένην ἢ ἄπειρον εἶναι· δείξας οὖν, ὅτι ἀδύνατον πεπερασμένην εἶναι, ἔχει, ὅτι ἀνάγκη ἄπειρον εἶναι. τὴν δὲ πρόσληψιν τὴν λέγουσαν, ὅτι ἀδύνατον βάρος ἢ κουφότητα ἄπειρον εἶναι, ἐφεξῆς δείκνυσιν. ὅτι δὲ τοῦ ἀπείρου σώματος οὐ πεπερασμένον, ἀλλ’ ἄπειρόν ἐστιν, εἴπερ ἔστι, τὸ βάρος ἢ ἡ κουφότης, δι’ ἀδυνάτου δείκνυσιν ἐπὶ στοιχείων ἐκθέσεως οὕτως· εἰ γὰρ λέγοι τις, φησί, μὴ εἶναι ἄπειρον ἀλλὰ πεπερασμένον τοῦ ἀπείρου σώματος τὸ βάρος ἢ τὴν κουφότητα, συμβήσεται ἴσον εἶναι τὸ τοῦ πεπερασμένου καὶ τοῦ ἀπείρου σώματος βάρος, ὅπερ ἐστὶν ἀδύνατον. ὅτι δὲ τοῦτο συμβαίνει τοῖς πεπερασμένον τὸ τοῦ ἀπείρου βάρος λέγουσι, δείκνυσιν ἄπειρον μὲν σῶμα λαβὼν τὸ ἐφ’ ᾧ ΑΒ, πεπερασμένον δὲ αὐτοῦ βάρος τὸ ἐφ’ ᾧ Γ, καὶ ἀφελὼν ἀπὸ τοῦ ἀπείρου μεγέθους πεπερασμένον μέγεθος τὸ ἐφ’ ᾧ ΒΔ καὶ τούτου βάρος θεὶς τὸ ἐφ’ ᾧ Ε, ὅπερ δηλονότι ἔλαττόν ἐστι τοῦ ἐφ’ ᾧ Γ βάρους· τοῦτο γὰρ ἀπείρου μεγέθους ἦν, τὸ δὲ τοῦ ἐλάττονος βάρος ἔλαττον. τούτων τεθέντων τὸ Ε βάρος ἤτοι καταμετρεῖ τὸ Γ βάρος ὥστε ἀπαρτίζειν ἢ οὐ καταμετρεῖ. λαβὼν δὴ πρῶτον καταμετρεῖν ποιεῖ, ὡς τὸ ἔλαττον βάρος πρὸς τὸ μεῖζον βάρος, οὕτως τὸ ΒΔ μέγεθος, οὗ ἐστι τὸ ἔλαττον βάρος, πρὸς ἄλλο τι μεῖζον μέγεθος ἀπὸ τοῦ ἀπείρου ἀφαιρεθὲν τὸ ΒΖ· ὥστε τὸ Γ βάρος εἶναι τοῦ ΒΖ μεγέθους, ὡς ἦν τὸ Ε τοῦ ΒΔ· ἦν δὲ τὸ Γ καὶ τοῦ ΑΒ τοῦ ἀπείρου σώματος βάρος· τὸ αὐτὸ ἄρα βάρος ἔσται τοῦ τε ἀπείρου μεγέθους καὶ τοῦ πεπερασμένου· αὐτὸς δὲ ἴσον εἶπε· τὸ γὰρ ταὐτὸν ποσὸν καὶ ἴσον εἶναι ἀνάγκη· τοῦτο δὲ ἀδύνατον. ἀλλὰ καὶ ἄλλο τούτου ἀδυνατώτερον ἐπάγει. εἰ γὰρ τὸ τοῦ μείζονος σώματος βάρος μεῖζόν ἐστιν ὁμοιομεροῦς ὑπάρχοντος τοῦ σώματος, ληφθῇ δὲ τοῦ ΒΖ μεγέθους μεῖζόν τι μέγεθος τὸ ΒΗ· ἔστι γὰρ ἀπὸ τοῦ ἀπείρου παντὸς τοῦ προτεθέντος πεπερασμένου μεῖζον ἀφελεῖν· ἔσται καὶ τὸ βάρος τοῦ ΒΗ μεῖζον τοῦ βάρους τοῦ ΒΖ· τὸ δὲ βάρος τοῦ ΒΖ τὸ Γ ἦν, ὅπερ ἦν καὶ τοῦ ἀπείρου, ὥστε μεῖζον ἔσται τὸ τοῦ πεπερασμένου βάρος τοῦ ΒΗ ἤπερ τὸ τοῦ ἀπείρου, ὅπερ ἔτι ἀδυνατώτερόν ἐστι τοῦ ἴσον εἶναι. καὶ ἄλλο δέ τι ἄτοπον ἐπάγει τρίτον τῶν πρόσθεν χαλαρώτερον τὸ τὸ αὐτὸ βάρος εἶναι τῶν ἀνίσων μεγεθῶν·2 ἄνισον γὰρ τῷ πεπερασμένῳ τὸ ἄπειρον. ἐπειδὴ δὲ σύμμετρον ὑποθέμενος τὸ Ε βάρος τῷ Γ βάρει συνήγαγε τὰ εἰρημένα συμπεράσματα, οὐδέν, φησί, διαφέρει τὰ βάρη σύμμετρα εἶναι ἢ ἀσύμμετρα· τὰ γὰρ αὐτὰ ἄτοπα ἀκολουθήσει καὶ ἀσυμμέτρων ὑποτεθέντων· εἰ γὰρ τὸ Ε βάρος τοῦ ΒΔ σώματος τρίτον μετρῆσαν τὸ Γ βάρος ὑπερβάλλει αὐτοῦ,3 ἐὰν τὸ ΒΔ μέγεθος τριπλασιάσωμεν, τὸ τοῦ γινομένου βάρος ἐκ τριῶν τῶν Ε βαρῶν συγκείμενον ὑπερβαλεῖ τὸ Γ βάρος, ὥστε μεῖζον ἔσται πάλιν τὸ τοῦ πεπερασμένου βάρος ἤπερ τὸ τοῦ ἀπείρου· τὸ γὰρ Γ τοῦ ἀπείρου ἦν. εἰ δὲ τριπλασιασθὲν τὸ Ε μὴ ὑπερβάλλῃ τοῦ Γ μέρει ἑαυτοῦ τινι, τετραπλασιασθὲν ὑπερβαλεῖ, καὶ τὰ αὐτὰ ῥηθήσεται. ὥστε κἂν σύμμετρα ὑποτεθῇ τὰ βάρη κἂν ἀσύμμετρα, τῷ λέγοντι ἀπείρου σώματος πεπερασμένην εἶναι βαρύτητα ἢ κουφότητα ἀδύνατα ἀκολουθήσει τὰ αὐτά.

“此外,如果重量不是无限的”直到“以至于同样的不可行之事将会出现”。 在根据运动和处所证明了月下诸元素在大小上没有一个是无限的之后,他现在根据倾向性,即重与轻,证明同一件事,在这里也是通过否定后件来进行证明,方式如下:如果月下诸物体中或重或轻的某物——因为月下的事物就是如此——在大小上是无限的,那么无限的重物的重量也将是无限的,无限的轻物的轻度也将是无限的;然而重量或轻度不可能是无限的;因此,在重物或轻物中,或者总括而言在作直线运动的事物中,没有任何物体是无限的。而对于“如果有无限的物体,无论是重的还是轻的,它的重量或轻度必然也是无限的”这个假言命题,他是根据它必然要么有限要么无限来证明的;因此,在证明了它不可能是有限的之后,他便得出结论说它必然是无限的。随后他证明了表明“重量或轻度不可能是无限的”这一补充前件[小前提]。至于无限物体的重量或轻度如果存在的话就不是有限的而是无限的,他是通过给出字母标记的归谬法如下证明的:因为他说,如果有人主张无限物体的重量或轻度不是无限的而是有限的,那么有限物体与无限物体的重量就会相等,而这是不可能的。至于这种情况会出现在主张无限者的重量是有限的人身上,他是这样证明的:取无限物体为以AB所标示者,其有限重量为以Γ所标示者,并从无限大小中截取以BΔ所标示的有限大小,并设其重量为以E所标示者,这显然小于以Γ所标示的重量;因为后者是无限大小的重量,而较小者的重量更小。在这些被设定之后,重量E要么恰好度量重量Γ以至于整除,要么不能度量。于是他首先设定它能够度量,使得正如较小重量之于较大重量,拥有较小重量的大小BΔ也如此之于从无限者中截取的另一个较大大小BZ;因此重量Γ属于大小BZ,如同E属于BΔ;但Γ也是无限物体AB的重量;因此同一个重量将既属于无限大小也属于有限大小;但他自己说的是“相等”;因为同样的数量必然也是相等的;而这是不可能的。但他还引入了比这更为不可能的另一件事。因为如果当物体由同质部分构成时较大物体的重量更大,并且取了比大小BZ更大的某一大小BH——因为从无限者中可以截取比任何给定的有限者更大的大小——,BH的重量也将大于BZ的重量;而BZ的重量是Γ,这也就是无限者的重量,以至于有限者BH的重量将大于无限者的重量,这比二者相等更为不可能。接着他又引入了第三个荒谬之处,它比前面的荒谬更为宽松:不相等的大小具有相同的重量;因为无限者对于有限者是不相等的。由于他是假定重量E与重量Γ是可通约的而得出上述结论的,所以他说,重量是可通约的还是不可通约的没有任何区别;因为即使假定它们是不可通约的,也会得出同样的荒谬;因为如果物体BΔ的重量E度量三次后超过了重量Γ,若我们将大小BΔ增加为三倍,由三个E重量构成的生成物的重量就将超过重量Γ,以至于有限者的重量又将大于无限者的重量;因为Γ是无限者的重量。如果E在增加为三倍时没有以自身的某一部分超过Γ,那么在增加为四倍时就会超过,并且同样的说辞也会适用。因此,无论重量被假定为可通约的还是不可通约的,对于主张无限物体的重度或轻度是有限的人而言,同样的不可行之事都会随之而来。

语法注3 条
  1. 1.53κατὰ τὴν ἐξ ἀκολουθίας ἀναίρεσιν

    逻辑学术语,指通过否定假言命题的后件来否定前件的推理形式(即否定后件律,modus tollens)。该介词短语作状语修饰动词短语 τὴν ἀπόδειξιν ... ποιούμενος。

  2. 1.53τὸ τὸ αὐτὸ βάρος εἶναι τῶν ἀνίσων μεγεθῶν

    中性定冠词 τό 出现了叠用:第一个 τό 将整个不定式短语实质化,作为前文 ἄλλο δέ τι ἄτοπον ... τρίτον 的同位语;第二个 τό 则修饰表语短语 τὸ αὐτὸ βάρος。

  3. 1.53τρίτον μετρῆσαν τὸ Γ βάρος ὑπερβάλλει αὐτοῦ

    分词 μετρῇσαν 带有副词性中性宾格 τρίτον(三次),表示时间或条件关系(“在量度三次之后”)。限定动词 ὑπερβάλλει 支配比较属格 αὐτοῦ(指代 Γ),意为“超过了它”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:219.1-220.25