← 辛普里丘

亚里士多德《论天》注释

§21.1-22.17

火的圆周运动与瑟纳尔库斯关于生成的疑难

辛普里丘探讨了亚里士多德是否意在指火作圆周运动并非“违反本性”,而是出于有益的强力(“超乎本性”);随后他引述了瑟纳尔库斯的第二个疑难,该疑难主张直线运动仅属于处于生成途中的元素,而非已经存在的元素。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#2

Ἐπιστῆσαι δὲ ἄξιον, μήποτε οὐ τοῦτο λέγει1 ὁ Ἀριστοτέλης τὸ μηδὲν τῶν τεσσάρων στοιχείων κύκλῳ κινεῖσθαι ἁπλῶς, ἀλλὰ μήτε κατὰ φύσιν μήτε παρὰ φύσιν· ἀποδείξας γὰρ εἶναί τι τὸ κύκλῳ κινούμενον2 κατὰ φύσιν μήτε πῦρ ὂν μήτε ἄλλο τι τῶν τεσσάρων στοιχείων· εἰ γὰρ πῦρ ὑποτεθείη, οὔτε κατὰ φύσιν ἂν ἔχοι ταύτην τὴν κίνησιν· ἡ γὰρ τοῦ πυρὸς ἐπ’ εὐθείας, μία δὲ ἑκάστου ἡ κατὰ φύσιν· οὔτε μέντοι παρὰ φύσιν· ἡ γὰρ παρὰ φύσιν κίνησις τοῦ πυρὸς ἐπὶ τὸ κάτω, ἓν δὲ ἑνὶ ἐναντίον· καὶ ὅτι μὲν οὐδὲν τῶν τεσσάρων ἐστὶ στοιχείων τὸ τὴν κύκλῳ κίνησιν ταύτην κινούμενον, οὕτως ἔδειξεν, ὅτι δὲ οὐδὲ ἄλλου τινός ἐστι σώματος ἡ κύκλῳ κίνησις αὕτη παρὰ φύσιν αὐτὴν κινουμένου ἁπλῆν οὖσαν, δείκνυσιν ἐκ τοῦ δεῖν καὶ κατὰ φύσιν ἔχειν τινὰ κίνησιν ἐκεῖνο ἁπλῆν καὶ δηλονότι ἐπ’ εὐθείας· οὐ γὰρ ἔστιν ἄλλη παρὰ τὴν κύκλῳ ἁπλῆ κίνησις· ὥστε πάλιν τῶν τεσσάρων ἂν εἴη τι στοιχείων, ὅπερ ἀδύνατον. ταῦτα μὲν οὖν ἐχέτω τινὰ λόγον· ἀλλ’ εἴπερ κύκλῳ κινεῖται τὸ πῦρ καὶ κατὰ Ἀριστοτέλην, πότερον κατὰ φύσιν ἐκείνην κινεῖται τὴν κίνησιν ἢ παρὰ φύσιν; εἰ μὲν γὰρ κατὰ φύσιν, οὐκέτι μία ἑνὸς ἡ κατὰ φύσιν, εἴπερ ἐπὶ τὸ ἄνω κινεῖται κατὰ φύσιν· εἰ δὲ παρὰ φύσιν, οὐκέτι ἓν ἑνὶ ἐναντίον· τῷ γὰρ πυρὶ παρὰ φύσιν ἡ ἐπὶ τὸ κάτω. μήποτε οὖν ἡ κύκλῳ κίνησις τῷ πυρὶ οὔτε κατὰ φύσιν ἐστὶν ὡς ἰδία, εἴπερ τῇ ἀπλανεῖ συμπεριφέρεται· οὐδὲ γὰρ ταῖς πλανωμέναις κατὰ φύσιν οὕτως ἡ ἀπ’ ἀνατολῶν κίνησις· ἀλλ’ οὔτε παρὰ φύσιν ὡς ἐναντία τῇ κατὰ φύσιν· ἡ γὰρ τοιαύτη βλαβερὰ καὶ οὐ μόνιμος· ἀλλ’ ἑτέρα μὲν παρὰ τὴν κατὰ φύσιν, ὡς κρείττονος δὲ οὖσά τινος κρατοῦντος.3 καὶ τάχα διὰ τοῦτο ὁ Ἀριστοτέλης οὐκ εἶπεν, ὅτι παρὰ φύσιν ἐνδέχεται τὴν ἄλλου καὶ ἑτέρου εἶναι, ἀλλὰ βίᾳ· ἔστιν γὰρ βία ἐπωφελής, ἥτις οὐ παρὰ φύσιν, ἀλλ’ ὑπὲρ φύσιν ἂν λέγοιτο. Ἀλλ’ ἐρωτήσοι 〈ἄν〉 τις ἡμᾶς εἰκότως, εἰ τὴν κύκλῳ κίνησιν τὴν ὁρωμένην ἀλλοτρίαν καὶ ὑπὲρ φύσιν ἡ τοῦ πυρὸς ὁλότης κινεῖται, ἆρα ἔχει τινὰ ἀΐδιον κίνησιν κατὰ φύσιν ἢ ὥσπερ ἡ γῆ καὶ τὸ ὕδωρ ὅσον ἐφ’ ἑαυτοῖς4 ἠρεμεῖ καὶ τὰ ἄνω στοιχεῖα τὸν οἰκεῖον τόπον ἀπειληφότα; λέγω τοίνυν, ὅτι ἡ ῥοπὴ καὶ τοῦ πυρὸς ὅλου πρὸς τὸν οὐρανόν ἐστιν ὥσπερ τῆς γῆς πρὸς τὸ κέντρον, τελειότερον δὲ ἐν τοῖς ἐφεξῆς ῥηθήσεται, ἔνθα λέγει ὁ Ἀριστοτέλης εἰς ταὐτὸ φέρεσθαι τὸ ὅλον καὶ τὸ μόριον. Ὁ Ξέναρχος δὲ δευτέραν ἀπορίαν ἐν τοῖς Πρὸς τὴν πέμπτην οὐσίαν ἠπορημένοις μετὰ τὴν περὶ τῶν ἁπλῶν γραμμῶν ἀπορεῖ πρὸς τὸ τοῦ ἁπλοῦ σώματος ἁπλῆν εἶναι κατὰ φύσιν τὴν κίνησιν. “οὐδενὶ γάρ, φησί, τῶν τεσσάρων στοιχείων ἤδη ὄντι κατὰ φύσιν ἐστὶν ἡ ἐπ’ εὐθείας κίνησις, ἀλλὰ γινομένῳ μόνον· τὸ δὲ γινόμενον οὐκ ἔστιν ἁπλῶς, ἀλλὰ τοῦ τε εἶναι καὶ τοῦ μὴ εἶναι μεταξύ, καθάπερ καὶ τὸ κινούμενον· καὶ γὰρ τοῦτό ἐστιν ἐν μέσῳ τοῦ τε ἐπιλαμβανομένου τόπου καὶ τοῦ προκατεχομένου, καὶ ἔστι συγγενὴς ἡ γένεσις τῇ κινήσει μεταβολή τις οὖσα καὶ αὕτη. καὶ διὰ τοῦτο τὸ ἄνω φέρεσθαι λεγόμενον πῦρ οὔ φαμεν εἶναι κυρίως πῦρ, ἀλλὰ γινόμενον, ἐλθὸν δὲ ἐπὶ τὸν οἰκεῖον τόπον καὶ ἐπιπολάσαν τοῖς ἄλλοις καὶ ἠρεμῆσαν τότε γενέσθαι κυρίως· εἰδοποιεῖσθαι γὰρ αὐτό, καθ’ ὅσον ἐστὶ κοῦφον, τῇ θέσει ταύτῃ· καὶ ἡ γῆ τότε κυρίως ἐστὶ γῆ, ὅταν ὑποστῇ τοῖς ἄλλοις καὶ τὸν μέσον ἐπισχῇ τόπον· καὶ τὸ ὕδωρ καὶ ὁ ἀήρ, τὸ μὲν ὕδωρ, ὅταν ἐπιπολάζῃ μὲν τῇ γῇ, ὑφίσταται δὲ τῷ ἀέρι, ὁ δὲ ἀήρ, ὅταν ἐπιπολάζῃ μὲν τῷ ὕδατι, ὑφίσταται δὲ τῷ πυρί. τὸ οὖν τοῦ ἁπλοῦ σώματος, φησίν, ἁπλῆν εἶναι κατὰ φύσιν τὴν κίνησιν ψεῦδός ἐστιν· δέδεικται γάρ, ὡς οὐ τῷ ὄντι, ἀλλὰ τῷ γινομένῳ συμβεβηκός ἐστιν ἡ κίνησις· εἰ δὲ ἄρα χρὴ καὶ τοῖς ἤδη οὖσιν ἀποδιδόναι τινὰ κίνησιν καὶ ταύτην ἁπλῆν, τὴν ἐγκύκλιον ἀποδιδόναι χρή, εἴπερ δύο μόναι αὗται ἁπλαῖ ἥ τε κύκλῳ καὶ ἡ ἐπ’ εὐθείας, ἡ δὲ ἐπ’ εὐθείας γινομένων ἐστίν, ἀλλ’ οὐκ ὄντων τῶν τεσσάρων· οὐκ ἂν οὖν ἀτόπως ἀποδοίη τις τῷ πυρὶ τὴν ἐγκύκλιον, τοῖς δὲ ἄλλοις τρισὶ τὴν ἠρεμίαν”.

然而值得注意的是,亚里士多德所说的或许并不是四元素中的任何一种单纯地不作圆周运动,而是说它们既非依本性亦非违反本性地作[圆周运动];因为在证明了存在依本性作圆周运动的某物,且它既不是火亦不是四元素中的任何其他元素之后——因为若假定它是火,它就不可能依本性具有这种运动,盖因火的运动是直线的,而各自依本性的运动是单一的;然而它亦不可能违反本性地具有这种运动,盖因火违反本性的运动是向下的,且一物仅与一物相反;而尽管他以此方式证明了作此圆周运动的绝非四元素中的任何一种,但他亦从该物体也必然依本性具有某种单纯的、显见为直线的运动出发,证明了这种圆周运动由于是单纯的,对于任何其他物体而言亦非违反本性的,盖因除圆周运动外不存在其他单纯运动,从而它又将是四元素中的某一种,而这是不可能的。那么,姑且承认这些论证具有某种合理性,但若按照亚里士多德的观点火确实亦作圆周运动,那么它是依本性还是违反本性作该运动呢?因为若是依本性,既然它依本性向上运动,单一事物依本性的运动就不再是单一的了;若是违反本性,既然对火而言违反本性的运动是向下的,一物就不再仅与一物相反了。那么,或许圆周运动对火而言,既非作为其本己运动而依本性存在,盖因它是随恒星天球一同旋转——因为对行星而言,来自东方的运动亦非在此种意义上依本性存在——,亦非作为与依本性运动相反的运动而违反本性存在——因为此类运动是有害且不持久的——,而是一种不同于依本性运动的运动,属于某种占主导地位的更优越之物。或许正因如此,亚里士多德并未说别种相异事物的运动能够“违反本性”地属于某物,而是说通过“强力”;因为存在一种有益的强力,它被说成不是违反本性,而是“超乎本性”。但有人或许会合情合理地质问我们:若火的全体是将所见到的圆周运动作为外来的且超乎本性的运动来进行的,那么它是否具有某种依本性的永恒运动,抑或如土和水就其自身而言是静止的那样,上层元素在重新获得其本己场所之后也是静止的呢?对此我说,火的全体的倾向也是朝向天穹的,正如土的〔倾向〕朝向中心一样,而在接下来的论述中当亚里士多德说道整体与部分被带往同一处所时,这一点将被更完备地予以说明。 而瑟纳尔库斯在《对第五实体的疑难》所提出的疑难中,在继关于单纯线的疑难之后,针对单纯物体的运动依本性是单纯的这一命题提出了第二个疑难。“因为,”他说道,“对于已经存在的四元素中的任何一种而言,直线运动都不是依本性的,而仅仅属于处于生成途中的事物;但处于生成途中的事物并非单纯地存在,而是如运动之物一样介于存在与非存在之间;因为这也介于正被获取的场所与先前占据的场所之间,且生成与运动同族,它自身亦是一种变化。因此,我们说被称为向上运动的火并非严格意义上的火,而是处于生成中的事物,只有当它到达本己的场所、浮于其他事物之上并静止下来时,它才在严格意义上生成了;因为就其作为轻者而言,它是通过这一位置而被赋予形式的;土也是在沉于其他事物之下并占据中心场所时,才在严格意义上是土;水和空气亦然:水是在浮于土上而沉于空气之下时,空气则是在浮于水上而沉于火之下时。因此,”他说道,“关于单纯物体的运动依本性是单纯的主张是虚妄的;因为已经证明,运动并非属于存在者,而是属于生成者的偶性;但如果终究必须给已经存在的事物亦赋予某种运动,且此运动是单纯的,那么就必须赋予圆周运动,如果确实唯有这两种是单纯的,即圆周与直线,而直线运动属于处于生成中的四元素,却不属于已经存在的四元素;那么,若有人将圆周运动赋予火,而将静止赋予其他三种元素,便不会是不合理的了。”

语法注4 条
  1. 1.11μήποτε οὐ τοῦτο λέγει

    μήποτε在此与直陈式连用,表达委婉谨慎的推测(“或许……不是”),与οὐ连用引入肯定的猜想:“或许亚里士多德所说的并非……而是……”。

  2. 1.11ἀποδείξας γὰρ εἶναί τι τὸ κύκλῳ κινούμενον

    主格分词ἀποδείξας以亚里士多德为逻辑主语,统领向下直至οὕτως ἔδειξεν的长篇插入性论证复述,句子的主要结构随后在直陈式动词δείκνυσιν中恢复延续。

  3. 1.11ὡς κρείττονος δὲ οὖσά τινος κρατοῦντος

    阴性单数主格分词οὖσα修饰所讨论的主语圆周运动(ἡ κύκλῳ κίνησις)。属格短语κρείττονος... κρατοῦντος作领属性属格,意为“作为属于某种处于主导地位的更优越者[的运动]”。

  4. 1.11ὅσον ἐφ’ ἑαυτοῖς

    由ὅσον与介词短语ἐπί加与格构成的惯用表达,作副词性修饰,意为“就其自身而言”或“在取决于它们自身的限度内”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:21.1-22.17