← 辛普里丘

亚里士多德《论天》注释

§217.14-218.33

中间处所与一切物体有限性的证明

亚里士多德根据上方与下方是确定的,论证了中间处所及居于其中的元素(水与气)同样是有限的,并由此得出任何物体(无论简单还是复合)都不可能是无限的结论。辛普利丘阐释了关于中间有限性的归谬论证,并评述了亚历山大的诠释与补充论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.51

" Ἔτι εἰ τὸ ἄνω καὶ τὸ κάτω ὥρισται ἕως τοῦ τὸ δὲ ἐπὶ τὸ μέσον." Ἐπειδὴ τοῦ τόπου τὸ μὲν ἄνω, τὸ δὲ κάτω ἐστί, τὸ δὲ μεταξύ, δείξας πρότερον ἀπὸ τοῦ ὡρίσθαι τὸ ἄνω καὶ τὸ κάτω, ὅτι καὶ τῶν στοιχείων τό τε ἄνω καὶ τὸ κάτω, τουτέστι τό τε πῦρ καὶ ἡ γῆ, ὥρισται καὶ οὐκ ἔστιν ἄπειρα κατὰ μέγεθος, νῦν τὸ μεταξὺ δείξας ὡρισμένον ἐκ τούτου συνάγει, ὅτι καὶ τὰ ἐν τῷ μεταξὺ στοιχεῖα, τουτέστι τό τε ὕδωρ καὶ ὁ ἀήρ, ὡρισμένα τέ ἐστιν καὶ πεπερασμένα τῷ μεγέθει. ὅτι δὲ ὥρισται τὸ μεταξὺ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυσιν οὕτως· εἰ τὸ ἄνω καὶ τὸ κάτω ὥρισται, καὶ τὸ μεταξὺ ἀνάγκη ὡρίσθαι· εἰ γὰρ μὴ ὥρισται τοῦτο, ἀλλ’ ἄπειρον τὸ μεταξύ, ἄπειρος ἂν εἴη ἡ κίνησις ἥ τε ἀπὸ τοῦ ἄνω ἐπὶ τὸ κάτω καὶ ἡ ἀπὸ τοῦ κάτω ἐπὶ τὸ ἄνω, καὶ ἄπειρον τὸ διάστημα, ὥστε τὸ ἄπειρον διάστημα ἐν πεπερασμένῳ χρόνῳ κινηθήσεται τὰ κινούμενα,1 ὅπερ ἀδύνατον δέδεικται πρότερον· οὕτως μὲν οὖν ἔδειξεν, ὅτι τὸ μεταξὺ ὡρισμένον ἐστί. καὶ ἐπὶ τούτῳ ἐπήγαγεν “ὥρισται ἄρα τὸ μέσον, ὥστε καὶ τὸ ἐν τούτῳ σῶμα ἢ ὂν ἢ γενέσθαι δυνατόν”, ὂν μὲν αἱ τῶν μέσων στοιχείων ὁλότητες, γενέσθαι δὲ δυνατὸν ἐν τῷ μεταξὺ τόπῳ τό τε ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω φερόμενον, τουτέστι τὸ πῦρ, καὶ τὸ ἀπὸ τῶν ἄνω ἐπὶ τὰ κάτω, τουτέστιν ἡ γῆ. εἰ γὰρ τὸ μὲν ἐπὶ τὸ ἄνω κινεῖται κατὰ φύσιν, τὸ δὲ ἐπὶ τὸ κάτω, ταῦτα δηλονότι ἐν τῷ μεταξὺ γίνεται, καὶ οὐκ ἂν εἴη ἄπειρον τὸ μεταξύ· εἰ γὰρ εἴη ἄπειρον, οὐκ ἂν ἐν τῷ ἄνω γένοιτό ποτέ τι τῶν κατὰ φύσιν ἄνω κινουμένων σωμάτων τὸ μεταξὺ διελθὸν οὔτ’ ἂν ἐν τῷ κάτω τῶν ἐπὶ τοῦτο φύσει φερομένων. εἰ δὲ ἀδύνατον ἐν τούτοις γενέσθαι τοῖς τόποις, οὐδ’ ἂν κινοῖτό ποτε ἐπ’ αὐτοὺς κατὰ φύσιν· τὸ γὰρ ἀδύνατον γενέσθαι οὐδὲ τὴν ἀρχὴν γίνεται, ὡς αὐτὸς ἐν τῷ τέλει τῆς Φυσικῆς ἀκροάσεως ἔδειξε. λαμβάνει δὲ ὡς ὁμολογούμενον τὸ γίνεσθαί τινα ἐν τῷ μέσῳ καὶ τῶν κάτωθεν ἄνω κινουμένων καὶ τῶν κάτω· καὶ περὶ τούτων γὰρ ἀκούειν χρὴ κατὰ κοινοῦ τὸ ‘ἐν τούτῳ γενέσθαι’.2 τούτου γὰρ ὄντος ἐναργοῦς ἀδύνατον ἀπείρους τὰς κινήσεις εἶναι· εἰ δὲ μὴ αἱ κινήσεις ἄπειροι, οὐδὲ ὁ τόπος ἂν ἄπειρος ὁ μεταξὺ εἴη, τοῦ δὲ τόπου πεπερασμένου ἀνάγκη καὶ τὸ ἐν αὐτῷ σῶμα πεπεράνθαι. Δύναται, φησὶν ὁ Ἀλέξανδρος, τὸ τοῦτο δὲ ὅτι ἀδύνατον, δέδεικται πρότερον ἐκείνης ὑπομιμνήσκειν τῆς δείξεως3 τῆς δεικνυούσης, ὅτι ἀδύνατον τὸ μεταξὺ τοῦ κύκλῳ τε καὶ περὶ τὸ μέσον κινουμένου σώματος ἄπειρον εἶναι, διότι καὶ αἱ διαγόμεναι γραμμαὶ ἄπειροι ἔσονται, καὶ ἔσται τι διεξιὸν τὸ ἄπειρον ἐν πεπερασμένῳ χρόνῳ. Λέγει καὶ τοιαύτην ἐπιχείρησιν ὁ Ἀλέξανδρος πρὸς τὸ τῶν ἄνω καὶ κάτω φερομένων σωμάτων μηδὲν εἶναι ἄπειρον· εἰ γὰρ ἐναντίοι ὁ ἄνω καὶ ὁ κάτω τόπος, ἐναντία δὲ τὰ πλεῖστον ἀλλήλων διεστῶτα, ἐν ᾧ δὲ τὸ πλεῖστον ἔστι λαβεῖν, τοῦτο οὐχ οἷόν τε ἄπειρον εἶναι, πᾶν ἄρα, ἐν ᾧ τὸ μὲν ἄνω, τὸ δὲ κάτω ἐστίν, τὸ δὲ μεταξύ, οὐκ ἄπειρον· εἰ δὲ τὸ πᾶν μὴ ἄπειρον, οὐδὲ τούτων τι ἄπειρον· τὰ γὰρ μέρη τοῦ πεπερασμένου οὐκ ἄπειρα· εἰ δὲ μὴ οἱ τόποι ἄπειροι, οὐδὲ τὰ ἐν τοῖς τόποις σώματα ἄπειρα ἂν εἴη. ὅλως δὲ εἰ τὸ μεταξύ ἐστιν, ᾧ διέστηκε τὸ ἄνω τοῦ κάτω, ᾧ δὲ διέστηκε τὸ ἄνω τοῦ κάτω, τὸ πλεῖστόν ἐστι, τὸ δὲ πλεῖστον ὥρισται, τὸ μεταξὺ ἄρα ὥρισται.

“此外,如果上方和下方是确定的”直到“而另一者朝向中心”。 既然处所的一部分在上方,一部分在下方,另一部分在中间,在先前根据上方和下方是确定的证明了元素中居于上方和下方的,即火和土,也是确定的且在大小上不是无限的之后,他现在证明了中间是确定的,并由此推论出在中间的诸元素,即水和气,也是确定的且在大小上是有限的。而他通过归谬法证明中间是确定的,方式如下:如果上方和下方是确定的,那么中间必然也是确定的;因为如果中间不是确定的而是无限的,那么无论从上方到下方还是从下方到上方的运动都将是无限的,距离也是无限的,以至于运动之物将在有限的时间内穿过无限的距离,而这一点在先前已被证明是不可能的。因此,他以这种方式证明了中间是确定的。在此之上他又补充道:“因此中间[处所]是确定的,以至于在其中的物体,无论是存在的还是能够生成的〔,也是确定的〕”,存在的是中间诸元素的整体,而能够在中间处所中生成的,既有从下方朝向上方运移之物,即火,也有从上方朝向下方运移之物,即土。因为如果一者按本性向上方运动,另一者向下方运动,这些显然会产生在中间[经过中间],而中间绝不可能是无限的;因为如果是无限的,按本性向上方运动的物体将绝没有任何一个在穿过中间后能够产生在上方,按本性朝向下方的物体也绝没有任何一个能够产生在下方。但如果不可能产生在这些处所中,它们也绝不可能按本性朝向它们运动;因为不可能生成之物根本就不会开始生成,正如他自己在《物理学》末尾所证明的那样。而他把从下方向上运动之物和向下运动之物中某些事物在中间产生当作公认的事实;因为关于这些,也应当共同理解“在此之中生成”这一短语。既然这一点是显然的,运动就不可能是无限的;而如果运动不是无限的,中间的处所也不可能是无限的,在处所是有限的情况下,在其中的物体也必然是有限的。亚历山大说,“而这一点是不可能的,在先前已被证明”这句话能够唤起那个证明,即表明作圆周运动和围绕中心运动的物体之间的中介不可能是无限的,因为所画出的线也将是无限的,且将会有某种东西在有限时间内穿过无限。亚历山大还提出了如下推论来证明朝向上方和下方运移的物体中没有任何一个是无限的:因为如果上方和下方的处所是相反的,而相反者是彼此相距最远的事物,在能够取得最远的事物中,这绝不可能是无限的,那么其中包含上方、下方和中间的全体就不是无限的;如果全体不是无限的,这些之中的任何一个也不是无限的,因为有限之物的部分不是无限的;而如果这些处所不是无限的,处所之中的物体也不会是无限的。总括而言,如果上方与下方借以相隔的是中间,而上方与下方借以相隔的是最远,且最远是确定的,那么中间也就是确定的。

§1.52

"Ἔκ τε δὴ τούτων φανερόν, ὅτι οὐκ ἐνδέχεται σῶμα ἄπειρον εἶναι." Δείξας, ὅτι καὶ τὸ κυκλοφορητικὸν σῶμα καὶ τὰ ὑπὸ σελήνην ἁπλᾶ σώματα τέσσαρα πεπερασμένα τῷ μεγέθει ἐστίν, εἰκότως συνεπεράνατο, ὅτι οὐκ ἐνδέχεται σῶμα εἶναι ἄπειρον. οὔτε γὰρ ἁπλοῦν· οὐ γὰρ ἔστιν ἄλλο παρὰ ταῦτα τὰ πέντε· οὔτε σύνθετον· τῶν γὰρ ἁπλῶν πεπερασμένων καὶ πλήθει καὶ μεγέθει ἀνάγκη καὶ τὰ σύνθετα πεπερασμένα εἶναι.

“因此,从这些事实中清楚的是,物体不可能是无限的。” 在证明了圆周运动的物体和月下的四种简单物体在大小上都是有限的之后,他合乎情理地得出结论说,物体不可能是无限的。因为既不可能是简单的——因为除这五种之外别无其他——也不可能是复合的;因为在简单物体在数量和大小上都是有限的情况下,复合之物也必然是有限的。

语法注3 条
  1. 1.51ὥστε τὸ ἄπειρον διάστημα ἐν πεπερασμένῳ χρόνῳ κινηθήσεται τὰ κινούμενα

    名词短语 τὸ ἄπειρον διάστημα 并非被动态动词 κινηθήσεται 的主语,而是充当表示空间跨度或范围的宾格(或受运动动词支配的内宾格)。真正的主语是中性复数名词 τὰ κινούμενα,根据古典希腊语通常的语法一致性规则,它搭配单数动词 κινηθήσεται。

  2. 1.51καὶ περὶ τούτων γὰρ ἀκούειν χρὴ κατὰ κοινοῦ τὸ ‘ἐν τούτῳ γενέσθαι’

    介词短语 κατὰ κοινοῦ 作副词用,意为“共同地”或“兼涉地”,表明被实词化的不定词短语 τὸ ‘ἐν τούτῳ γενέσθαι’(作为 ἀκούειν 的宾语)必须同时适用于前文提及的两类运动主体(自下向上运动者与自上向下运动者)。

  3. 1.51Δύναται, φησὶν ὁ Ἀλέξανδρος, τὸ τοῦτο δὲ ὅτι ἀδύνατον, δέδεικται πρότερον ἐκείνης ὑπομιμνήσκειν τῆς δείξεως

    中性定冠词 τὸ 将引自亚里士多德文本的整句 τοῦτο δὲ ὅτι ἀδύνατον, δέδεικται πρότερον 实词化,作为主导动词 δύναται 的主格主语。另一方面,属格短语 ἐκείνης ... τῆς δείξεως 则是由表示提醒/想起的不定词 ὑπομιμνήσκειν 所支配的表示记忆/提示对象的属格补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:217.14-218.33