← 辛普里丘

亚里士多德《论天》注释

§216.1-217.13

直线运动的简单物体大小有限的论证

针对亚里士多德《天论》第一卷第六章(273a7–273a8),辛普利丘阐述了证明沿直线运动的简单物体(火与土)在大小上也必为有限的论证,该论证基于上下运动的相反性以及中心与上方处所的确定性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.49

" Ἀλλὰ μὴν οὐδὲ τὸ ἐπὶ τὸ μέσον οὐδὲ τὸ ἀπὸ τοῦ μέσου φερόμενον ἄπειρον ἔσται." Συμπερανάμενος, ὅτι τὸ κυκλοφορητικὸν σῶμα οὐκ ἔστιν ἄπειρον τῷ μεγέθει, ἐφεξῆς δείκνυσιν, ὅτι οὐδὲ τῶν ἄλλων τι τῶν ἁπλῶν σωμάτων ἄπειρόν ἐστι κατὰ τὸ μέγεθος· ταῦτα δέ ἐστι τὰ ἐπ’ εὐθείας κινούμενα, τὰ μὲν ἀπὸ τοῦ μέσου, τὰ δὲ ἐπὶ τὸ μέσον. καὶ χρὴ ἐφιστάνειν, ὅτι, κἂν συναποδείκνυται, ὅτι καὶ ὁ ὅλος κόσμος πεπερασμένος ἔσται τῷ μεγέθει, εἴπερ τὰ μέρη αὐτοῦ καὶ τῷ ἀριθμῷ καὶ τῷ μεγέθει πεπέρανται, ἀλλ’ ὅ γε προηγούμενος σκοπὸς καὶ ἐν τούτῳ τῷ κεφαλαίῳ περὶ τῶν ἁπλῶν ἐστιν ἐν τῷ κόσμῳ σωμάτων, ὅτι πεπερασμένα ἐστὶ τῷ μεγέθει, δεικνύναι,1 ὥσπερ πρότερον, ὅτι πεπερασμένα τῷ πλήθει, ὅτε καὶ συμπεραινόμενος ἔλεγε “φανερὸν δὲ ἐκ τῶν εἰρημένων καὶ διότι τὸν ἀριθμὸν ἀδύνατον εἶναι πλείω τῶν λεγομένων σωμάτων ἁπλῶν”· καὶ τὴν αἰτίαν ἐκεῖ προστέθεικε τοῦ μὴ πλείω τῶν τριῶν εἶναι ἤτοι τῶν πέντε, εἴ τις τὸ ἄνω καὶ τὸ κάτω διέλοι.

“然而,朝向中心运移之物和离开中心运移之物绝不会是无限的。” 在得出作圆周运动的物体在大小上不是无限的这一结论后,他接着证明其他简单物体在大小上也同样不是无限的;而这些就是沿直线运动的物体,其中一些离开中心,另一些朝向中心。并且应当注意到,即使如果宇宙的各部分在数目和大小上都是有限的,宇宙整体在大小上也必然是有限的这一点被顺带证明了,然而在本章中首要的目的仍然是针对宇宙中的简单物体,表明它们在大小上是有限的,就像先前证明它们在数量上是有限的那样,当时他在下结论时也说:“从所谈论的内容中同样清楚的是,为什么上述简单物体的数目不可能更多”;并且他在那里补充了它们不可能多于三个,或者若区分上与下则不多于五个的原因。

§1.50

"Ἐναντίαι γὰρ αἱ φοραὶ ἡ ἄνω καὶ ἡ κάτω ἕως τοῦ καὶ τὰ σώματα ἔσται πεπερασμένα." Ἡ πρώτη ἐπιχείρησις ἡ δεικνῦσα καὶ τὰ ἐπ’ εὐθείας κινούμενα ἁπλᾶ σώματα πεπερασμένα εἶναί ἐστι τοιαύτη ἀπὸ τῆς κινήσεως ὡρμημένη καὶ τῆς κατ’ αὐτὴν ἐναντιώσεως· τὰ ἐπὶ τὸ ἄνω καὶ τὸ κάτω κινούμενα ἐναντίας κινεῖται φοράς· τὰ ἐναντίας κινούμενα κινήσεις ἐξ ἐναντίων τόπων εἰς ἐναντίους κινοῦνται· τὰ εἰς ἐναντίους κινούμενα τόπους εἰς ὡρισμένους κινοῦνται· τὰ εἰς ὡρισμένους κινούμενα τόπους εἰς πεπερασμένους κινεῖται· τὰ εἰς πεπερασμένα κινούμενα καὶ αὐτὰ πεπερασμένα ἐστίν· οὐ γὰρ οἷόν τε ἐν πεπερασμένῳ τόπῳ ἄπειρόν τι εἶναι· ὥστε τὸ πῦρ καὶ ἡ γῆ, ὧν τὸ μὲν ἄνω, τὸ δὲ κάτω ἐστί, πεπερασμένα ἐστί. τούτων δὴ τῶν προτάσεων πασῶν ἐναργῶν οὐσῶν καὶ ἡ λέγουσα τοὺς ἐναντίους τόπους ὡρισμένους εἶναι οὐδὲν ἧττον τῶν ἄλλων σαφής ἐστιν, εἴπερ ἐναντία μέν ἐστι τὰ πλεῖστον ἀλλήλων διεστηκότα, τὸ δὲ πλεῖστον ὥρισται. αὐτὸς δὲ ταύτην παρεὶς τὴν ἀπόδειξιν ὡς κοινὴν οἰκείως τῷ προκειμένῳ δείκνυσιν ἐκ τοῦ τὸ ἕτερον τῶν ἐναντίων τὸ μέσον ὡρισμένον εἶναι· τοῦτο δὲ δείκνυσιν ἐκ τοῦ τὰ πανταχόθεν ἐπὶ τὸ μέσον φερόμενα εἰς ὡρισμένον φέρεσθαι τὸ μέσον καὶ μὴ παριέναι. ὡρισμένου δὲ τοῦ μέσου ὄντος καὶ τὸ ἄνω ὡρίσθαι ἀνάγκη. ἀόριστον γὰρ ὂν οὔτε ἄνω ἂν εἴη· τὸ γὰρ ἄνω ὅρος ὡς πρὸς τὸ μέσον· ἀλλ’ οὐδὲ ἐναντίον· οὐ γὰρ πλεῖστον διεστηκός· τὸ γὰρ πλεῖστον ὥρισται· εἰ δὲ μὴ ὡρισμένον εἴη τὸ ἄνω, ἀλλ’ ἄπειρον, ἀεὶ ἂν τοῦ ληφθέντος μεταξὺ πλεῖόν τι εἴη ἀφεστὼς ἀπὸ τοῦ κάτω, οὐδὲν δὲ πλεῖστον. ὅτι δὲ τὸ κάτω φερόμενον φύσει μὴ ἐνδέχεται πορρωτέρω ἐνεχθῆναι τοῦ μέσου, ὁ μὲν Ἀλέξανδρος ἔκ τε τῆς αἰσθήσεως ὑπομιμνήσκει· φέρεται γὰρ ἐπὶ τὴν γῆν· καὶ ἐκ τοῦ ἅμα τῷ παραλλάξαι τὸ μέσον, εἴ τι παραλλάξει, μηκέτι κάτω φέρεσθαι, ἀλλὰ πρὸς τὸ ἄνω, ὅπερ ἀδύνατον· ἔσται γὰρ αὐτὸ ἑαυτῷ ἐναντίον. μήποτε δὲ ἐναργὴς ἀπόδειξις τοῦ πρὸς τὸ μέσον τετάσθαι φερόμενα πάντα τὰ βαρέα τὸ πρὸς ὀρθὰς αὐτὰ φέρεσθαι;2

“因为向上的运动与向下的运动是相反的”直到“物体也必然是有限的”。 证明沿直线运动的简单物体也是有限的第一个推论如下,它是从运动以及运动中的对立出发的:朝向上方和朝向下方运动的事物作相反的运移;作相反运动的事物从相反的处所运动到相反的处所;向相反处所运动的事物向确定的处所运动;向确定处所运动的事物向有限的处所运动;向有限之物运动的事物本身也是有限的;因为在有限的处所中不可能存在某种无限之物;因此,一者在上、另一者在下的火和土是有限的。在所有这些前提都是显然的情况下,那条称相反处所是确定的前提也并不比其他前提逊色其清晰性,如果相反者确实是彼此相距最远的事物,而“最远”是确定的。但他自己把这一证明作为过于普遍的而略去,根据切近当前课题的方式,从相反者中的一方即中心是确定的出发来进行证明;并且他从四面八方朝向中心运移之物都运移到确定的中心而不越过它这一事实来证明这一点。而在中心是确定的情况下,上方也必然是确定的。因为如果它是不确定的,它甚至都不会是上方;因为相对于中心而言上方是一种界限;而且它也不会是对立者;因为它不会是相距最远的,因为“最远”是确定的;但如果上方不是确定的而是无限的,那么比起在中间所选取的,就总会有某种距离下方更远的事物,而绝无所谓“最远”。至于本性上向下运移之物不可能被运移到比中心更远的地方,亚历山大一方面从感觉出发提出提醒——因为它朝向大地运移;另一方面则从只要它越过中心(如果它确实越过),它就将不再向下运移而是朝向上方这一点出发,而这是不可能的;因为它将与自身相反。然而,一切重物在运移时都指向中心,其明晰的证明难道不是由于它们是以直角运移的吗?

语法注2 条
  1. 1.49κἂν συναποδείκνυται, ὅτι καὶ ὁ ὅλος κόσμος πεπερασμένος ἔσται τῷ μεγέθει, εἴπερ τὰ μέρη αὐτοῦ καὶ τῷ ἀριθμῷ καὶ τῷ μεγέθει πεπέρανται, ἀλλ’ ὅ γε προηγούμενος σκοπὸς ... ἐστι ... δεικνύναι

    以 κἂν 引导的让步从句由主句中的 ἀλλὰ 予以承接。主句的核心骨架为 ὁ προηγούμενος σκοπός ἐστι δεικνύναι,其中不定式 δεικνύναι 作为表语起着解释说明主语 σκοπός 内容的作用。

  2. 1.50μήποτε δὲ ἐναργὴς ἀπόδειξις τοῦ πρὸς τὸ μέσον τετάσθαι φερόμενα πάντα τὰ βαρέα τὸ πρὸς ὀρθὰς αὐτὰ φέρεσθαι;

    μήποτε 在疑问句中表达委婉的提问或提出自己的推测(“难道不是……吗?”)。全句的主语是带有定冠词的不定式短语 τὸ πρὸς ὀρθὰς αὐτὰ φέρεσθαι(它们以直角运移),表语名词 ἐναργὴς ἀπόδειξις(明晰的证明)省略了系动词。属格短语 τοῦ ... τετάσθαι 则作为宾格性属格修饰 ἀπόδειξις(……的证明)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:216.1-217.13