- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:214.24-215.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论天》272b28–273a1,阐述若无限的天在有限时间内旋转则必须穿过相等的静止无限空间这一不可能的推论,及其反向论证;辛普利丘批判了亚历山大假设同心两球的解释,指出亚里士多德设定的是运动物体与其静止处所之空间间距的相等。
" Ἔτι εἴπερ ἄπειρος ὁ οὐρανός ἕως τοῦ ἀλλὰ τοῦτ’ ἦν ἀδύνατον." Δείξας, ὅτι οὐκ ἔστιν ἄπειρον τὸ κυκλοφορητικὸν σῶμα ἐκ τοῦ μὴ ἂν αὐτὸ περιελθεῖν κύκλῳ, εἴπερ ἄπειρον εἴη, τουτέστιν ἐκ τῆς κινήσεως, νῦν ὑποθέμενος περιιέναι κύκλῳ συνάγει, ὅτι τὸ ἄπειρον ἐν πεπερασμένῳ χρόνῳ διελεύσεται, ὅπερ ἀδύνατον. ἐναργῶς δὲ τοῦτο ἔδειξεν, οὐχ, ὡς Ἀλέξανδρος, οἶμαι, φησί, δύο σφαίρας ὑποθέμενος τὴν μὲν ἐκτὸς καὶ περιέχουσαν, τὴν δὲ ἐντὸς καὶ περιεχομένην· κἂν γάρ, ὡς φησιν, ἡ κοίλη ἐπιφάνεια τῆς περιεχούσης ἴση ἐστὶν τῇ κυρτῇ τῆς περιεχομένης, ἀλλ’ ὅλος τῷ ὅλῳ οὐκ ἔστιν ἴσος ὁ οὐρανός,1 ὥσπερ ὁ Ἀριστοτέλης φησίν· ἀλλὰ θαυμαστῶς, οἶμαι, διττὸν ὑπέθετο διάστημα, τὸ μὲν τοῦ κινουμένου μεγέθους, τὸ δὲ τῆς χώρας, ἐν ᾗ κινεῖται τὸ κινούμενον, ἠρεμοῦν τοῦτο· ταῦτα γὰρ ἴσα ἐστί. καὶ ὅλως οὐδαμοῦ ἐν τούτοις ὁ Ἀριστοτέλης ὡς περὶ σφαίρας τοῦ οὐρανοῦ διαλέγεται διὰ τὸ μήπω ἀποδεδειχέναι τι περὶ τοῦ σχήματος αὐτοῦ. λέγει οὖν, ὅτι, εἰ κύκλῳ περίεισιν ὁ οὐρανός, ἄπειρον ἐκεῖνο τὸ διάστημα τὸ μένον ἐν πεπερασμένῳ χρόνῳ τῆς περιστροφῆς διελεύσεται, ὅπερ ἀδύνατον ἐδείχθη. ἔστι δὲ καὶ αὕτη ἡ ἀπόδειξις ἀπὸ τοῦ χρόνου. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι οὐκ ἐπὶ σφαίρας μόνον ἴση ἐστὶν ἡ χώρα τῷ ἐν αὐτῇ κύκλῳ κινουμένῳ, ἀλλ’ ἐπὶ πάντων τῶν κυκλικῶν, οἷον κυλίνδρου καὶ κώνου· τὰ γὰρ γεγωνιωμένα, οἷον κύβος, μείζονος δεῖται χώρας κύκλῳ κινούμενα διὰ τὰς τῶν γωνιῶν ἐξοχάς.
“此外,如果天是无限的”直到“但这是不可能的”。 在通过如果作圆周运动的物体是无限的它就不会作圆周旋转这一点,即从运动出发,证明了它不是无限的之后,现在他假定它作圆周旋转,从而推导出它将在有限的时间内穿过无限,而这正是不可行的。他清楚地证明了这一点,并不是像我认为亚历山大所说的那样,假定了两个球体,一个在外部包围,另一个在内部被包围;因为即使如他所说,包围者的凹面等于被包围者的凸面,但整个天并不像亚里士多德所说的那样整体等于整体;相反,我认为他令人赞叹地假定了双重的间距:其一是被运动的大小之[间距],其二是被运动者在其中运动的处所之[间距],而后一者是静止的;因为这两者是相等的。而且总的来说,在这些论述中,亚里士多德绝没有把天当作球体来讨论,因为他尚未对它的形状作出任何证明。因此他说,如果天作圆周旋转,它就将在旋转的有限时间内穿过那个静止的无限间距,而这已被证明是不可能的。这一证明本身也是从时间出发的。顺便值得注意的是,不仅对于球体而言,处所才等于在其中作圆周运动之物,而且对于所有圆形之物,例如圆柱体和圆锥体,也是如此;因为有角之物,例如立方体,在作圆周运动时由于各角的凸出需要更大的处所。
"Ἔστι δὲ καὶ ἀντεστραμμένως εἰπεῖν ἕως τοῦ πεπέρανται ἄρα καὶ αὐτός." Ὑποθέμενος ἄπειρον τῷ μεγέθει τὸν οὐρανὸν ἔδειξεν, ὅτι ἀδύνατον αὐτὸν ἐν πεπερασμένῳ χρόνῳ περιστραφῆναι· ἄπειρον γὰρ ὄντα ἄπειρον ἦν ἀνάγκη διιέναι μέγεθος, ὅπερ ἀδύνατον ἦν ἐν πεπερασμένῳ ποιεῖν χρόνῳ. νῦν δὲ ὑποθέμενος ἐν πεπερασμένῳ χρόνῳ περιστρέφεσθαι τὸν οὐρανὸν συνάγει, ὅτι ἀνάγκη πεπερασμένον αὐτὸν εἶναι τῷ μεγέθει, ὅπερ ἀντεστραμμένως ἐκάλεσε. τῶν γὰρ αὐτῶν ὑποκειμένων τοῖς πρόσθεν, φημὶ δὴ τοῦ ἴσον ὑποκεῖσθαι τὸ κινούμενον καὶ τὸ διάστημα,2 ἐν ᾧ κινεῖται, ἀνάγκη τοῦ χρόνου πεπερασμένου ὄντος καὶ τὸ μέγεθος πεπερασμένον εἶναι, ὃ περιελήλυθεν. ἴσον δέ ἐστι τό τε κινούμενον καὶ τὸ διάστημα, ὃ κινεῖται, ἐπὶ τῶν κύκλῳ κινουμένων· πεπέρανται ἄρα καὶ αὐτὸς ὁ οὐρανὸς τῷ μεγέθει. καὶ χρὴ καὶ ἐντεῦθεν ἐπιστῆσαι, ὅτι τὸ ἴσον τῷ οὐρανίῳ μεγέθει πρότερον οὐκ ἐλάμβανεν ἄλλην σφαῖραν, ἀλλὰ τὸ διάστημα, ὃ περίεισι, περὶ οὗ ἐνταῦθα εἶπε καὶ τὸ μέγεθος, ὃ περιελήλυθεν.
“也可以反过来表述”直到“因此它自身也是有限的”。 在假定天在大小上是无限的之后,他证明了它不可能在有限的时间内旋转;因为既然它是无限的,就必然要穿过无限的大小,而这在有限的时间内完成是不可能的。但现在,他假定天在有限时间内旋转,从而推导出它在大小上必然是有限的,这正是他所谓的“反过来表述”。因为在与先前相同的设定之下——我指假定被运动者与它在其中运动的间距相等——既然时间是有限的,它所旋转穿过的大小也必然是有限的。而在作圆周运动的事物中,被运动者与它运动所经的间距是相等的;因此天本身在大小上也是有限的。而且由此也应当注意到,他先前并没有把另一个球体作为与天体大小相等之物,而是把天旋转所经的间距作为[相等之物],对此他在此处也称之为“它所旋转穿过的大小”。
- 1.47κἂν γάρ, ὡς φησιν, ἡ κοίλη ἐπιφάνεια τῆς περιεχούσης ἴση ἐστὶν τῇ κυρτῇ τῆς περιεχομένης, ἀλλ’ ὅλος τῷ ὅλῳ οὐκ ἔστιν ἴσος ὁ οὐρανός
此处为 κἂν... ἀλλʼ 的让步结构,主句由 ἀλλά 引入以与前面的让步从句(κἂν 即 καὶ ἐάν)形成对举(归结性 ἀλλά),意为“即使……然而……”。主语是后置的 ὁ οὐρανός,而 ὅλος τῷ ὅλῳ(“整体对整体”)为主格与与格的并置惯用结构,用来强化全盘对等的对比。
- 1.48τῶν γὰρ αὐτῶν ὑποκειμένων τοῖς πρόσθεν, φημὶ δὴ τοῦ ἴσον ὑποκεῖσθαι τὸ κινούμενον καὶ τὸ διάστημα
τῶν γὰρ αὐτῶν ὑποκειμένων 为独立属格结构(“因为在设定与先前相同的事物的情况下”)。随后的 φημὶ δὴ τοῦ ἴσον ὑποκεῖσθαι... 中,带冠词的属格不定词(τοῦ ὑποκεῖσθαι)起解释说明和同格的作用,具体补充说明前述代词属格 αὐτῶν 的内容。
