← 辛普里丘

亚里士多德《论天》注释

§213.8-214.23

圆周运动的有限性与几何作图反证

辛普里丘注解了亚里士多德关于天体必然有限的论证:其一(272b17–b24)基于圆周运动受空间上有限的图形(圆)所规定且仅通过反复而具有无限性;其二为第五个论证(272b25),通过直线的几何作图证明无限物体绝不可能完成圆周旋转。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.45

" Ἔτι ὥσπερ γραμμήν, ἧς πέρας ἐστίν ἕως τοῦ εἰ μηδὲ ὁ κύκλος ἄπειρός ἐστι." Δείξας διὰ τοῦ ἐν πεπερασμένῳ χρόνῳ κινεῖσθαι τὸ κυκλοφορητικὸν σῶμα πεπερασμένην κίνησιν, ὅτι ἀδύνατον ἄπειρον αὐτὸ εἶναι, νῦν ἀπὸ τῆς κινήσεως δείκνυσιν, ὅτι ἡ κύκλῳ κίνησις οὐκ ἔστιν ἄπειρος οὕτως, ὡς ἀεὶ μὲν γίνεσθαι, μηδέποτε δὲ ἐνηνέχθαι τὴν πᾶσαν τὸ κύκλῳ κινούμενον, ἀλλὰ τὸ ἄπειρον ἔχει τῷ πάλιν καὶ πάλιν·1 οὕτω δὲ καὶ τὸ κύκλῳ κινούμενον οὐκ ἂν εἴη ἄπειρον· οὐ γὰρ ἂν πεπερασμένην κίνησιν ἐκινεῖτο. δείκνυσιν δὲ αὐτὸ οὕτως· ὥσπερ ἡ πεπερασμένη γραμμή, καθὸ πεπέρανται, οὐκ ἔστιν ἄπειρος, ἀλλ’ εἴπερ ἄρα, ἐπ’ ἐκεῖνο τὸ μέρος, ἐφ’ ὃ τὸ μῆκός ἐστιν ἄνευ πέρατος, ὁμοίως δὲ καὶ ἐπίπεδον, καθὸ πέρας ἔχει, οὐκ ἐνδέχεται ἄπειρον εἶναι, κἂν κατὰ ἕτερον μέρος ἐνίοτε μὴ πεπέρανται, οὕτως τὸ πανταχόθεν πεπερασμένον καὶ ὡρισμένον, οἷα τὰ σχήματά ἐστι τά τε ἐπίπεδα πάντα καὶ τὰ στερεά, διότι σχῆμά ἐστι τὸ ὑπό τινος ἤ τινων ὅρων περιεχόμενον, οὐδαμόθεν ἂν ἔχοι τὸ ἄπειρον· καὶ γὰρ καὶ γραμμὴ ἡ ἑκατέρωθεν ὡρισμένη, ὡς ἡ ποδιαία, οὐδαμόθεν ἔχει τὸ ἄπειρον. εἰ οὖν μήτε σφαῖρα μήτε κύκλος ἐστὶν ἄπειρος, ἡ δὲ κύκλῳ κίνησις τῷ κύκλῳ εἰδοποιεῖται· τοιγαροῦν μὴ ὄντος κύκλου οὐδ’ ἂν ἡ κύκλῳ εἴη κίνησις· δῆλον, ὅτι μηδὲ ἀπείρου ὄντος κύκλου οὐκ ἂν εἴη ἄπειρος ἡ κύκλῳ κίνησις· εἰ δὲ ἡ κίνησις πεπερασμένη τῷ διαστήματι, πεπερασμένον ἂν εἴη τῷ μεγέθει καὶ τὸ κινούμενον· ἄπειρον γὰρ ὂν οὐκ ἂν πεπερασμένην ἐκινεῖτο. ὡς οὖν πρότερον ἀπὸ τοῦ πεπερασμένον εἶναι τὸν χρόνον πεπερασμένον ἐδείκνυτο τὸ κινούμενον, οὕτως νῦν ἀπὸ τοῦ πεπερασμένην εἶναι τὴν κίνησιν πεπερασμένον δειχθήσεται. δῆλον δέ, ὅτι ἡ τοιαύτη δεῖξις προῆλθεν, ὡς σφαιρικοῦ μὲν οὔπω δεδειγμένου τοῦ πέμπτου σώματος, ἐγκυκλίου δὲ αὐτοῦ τῆς κινήσεως ὑποκειμένης. κατὰ δὲ τὴν ἀρχὴν τῆς λέξεώς τινες ἀντὶ τοῦ ἀλλ’ εἴπερ, ἐπὶ μῆκος ‘ἀλλ’ εἴπερ, ἐπὶ θάτερα’ γράφουσι σαφεστέραν ποιοῦντες τὴν ἔννοιαν.

“此外,正如具有界限的线”直到“如果连圆也不是无限的”。 在通过作圆周运动的物体在有限的时间内作有限的运动,证明了它自身不可能是无限的之后,现在他从运动出发证明:圆周运动的无限并不是指它总在生成而作圆周运动者却绝不能走完全程,而是通过反复而拥有无限性;因此作圆周运动之物也不可能是无限的,因为它是不会作有限的运动的。他如下证明这一点:正如有限的线就其被限定而言并不是无限的,如果说它是无限的,也只是就其长度没有界限的那一部分而言;同样,平面就其具有界限而言也不可能是无限的,即使它在另一部分有时未被限定;同样地,在各个方面都被限定和界定之物,例如所有平面图形和立体图形——因为图形乃是被某个或某些边界所包围者——在任何方面都不会拥有无限性;因为两端都被界定的线,比如一尺长的线,在任何方面都不拥有无限性。因此,如果球体和圆都不是无限的,而圆周运动又是由圆来赋予形式特征的——因此如果不存在圆,圆周运动也不会存在——,显而易见,既然圆也不是无限的,圆周运动也就不可能是无限的;而如果运动在间距上是有限的,被运动者在大小上也必将是有限的;因为如果它是无限的,就不会作有限的运动。因此,正如先前从时间是有限的证明了被运动者是有限的,现在从运动是有限的也将证明[被运动者]是有限的。显然,这样的证明是在尚未证明第五种物体是球形、而假定其运动是圆周运动的前提下进行的。顺便提及,在文句的开端,有人写作“但如果如此,则在另一方向上”以代替“但如果如此,则沿着长度”,使文义更为清楚。

§1.46

"Ἔτι εἰ τὸ Γ’ κέντρον ἕως τοῦ οὐκ ἄρα περίεισι κύκλῳ ἡ ἄπειρος." Πέμπτον τοῦτο ἐπιχείρημα καὶ αὐτὸ ἀπὸ τῆς κινήσεως δεικνύον, ὅτι οὐκ ἔστιν ἄπειρον τῷ μεγέθει τὸ κυκλοφορητικὸν σῶμα· εἰ γὰρ ἄπειρον, οὐκ ἂν κύκλῳ περιενεχθείη· ἀλλὰ μὴν περίεισιν· οὐκ ἄρα ἄπειρον. ἡ δὲ ἀπόδειξις τοιαύτη· λαβὼν τὸ Γ κέντρον τοῦ κυκλοφορουμένου καὶ δι’ αὐτοῦ διαγαγὼν τὴν ΑΒ ὥσπερ διάμετρον ἄπειρον ἐφ’ ἑκάτερα καὶ ταύτῃ πρὸς ὀρθὰς ἀγαγὼν τὴν Ε ἔξω τοῦ κέντρου καὶ αὐτὴν ἐφ’ ἑκάτερα ἄπειρον καὶ ἀπὸ τοῦ Γ κέντρου ἐκβαλὼν ἐπ’ ἄπειρον τὴν ΓΔ τέμνουσαν τὴν Ε κατὰ τὸ Ζ λέγει, ὅτι τῶν ἄλλων μενουσῶν ἡ ΓΔ κινουμένη μετὰ τοῦ ὅλου κυκλοφορητικοῦ σώματος οὐδέποτε ἀπολυθήσεται τῆς Ε, ἀλλ’ ἀεὶ ἕξει πρὸς αὐτὴν ὥσπερ ἡ ΓΕ, τουτέστιν ἡ ΑΒ· ταύτης γὰρ μέρος τὸ ἀπὸ τοῦ Γ ἐφαπτόμενον τῆς Ε. καὶ γὰρ καὶ τῆς ΓΔ τὸ πρὸς τὸ Ζ μέρος τέμνει τὴν Ε ἀεὶ ἄλλοτε κατ’ ἄλλο μέρος καὶ οὐδέποτε αὐτῆς ἀπολύεται διὰ τὸ ἀπείρους αὐτὰς εἶναι· μὴ ἀπολυομένη δὲ ἡ ΓΔ τῆς Ε οὐδέποτε περιελεύσεται κύκλῳ, ὥστε οὐδὲ τὸ ὅλον σῶμα, ἐν ᾧ ἔστιν ἡ ΓΔ, κύκλῳ περίεισιν, εἴπερ ἄπειρον εἴη, ὥστε καὶ τὴν Ε καὶ τὴν ΓΔ ἀπείρους ἐν αὐτῷ διάγεσθαι. ἀλλὰ μὴν περίεισι κύκλῳ ὁ οὐρανός· οὐκ ἄρα ἄπειρός ἐστι τῷ μεγέθει. ἀσαφῶς δὲ εἴρηται ἐν τούτοις τὸ τέμνει γὰρ ἡ τὸ Ζ τὴν ΓΔ2 καλέσαντος αὐτοῦ Ζ, ὅτι κατὰ τὸ Ζ γέγραπται τέμνουσα τὴν Ε ἡ ΓΔ, ὥσπερ τὴν ΑΒ ΓΕ ἐκάλεσεν, ὅτι κατὰ ταύτην τέμνει τὴν Ε ἡ ΑΒ.

“此外,如果Γ是中心”直到“因此无限之物不会作圆周旋转”。 这是第五个论证,它本身也是从运动出发证明作圆周运动的物体在大小上不是无限的;因为如果它是无限的,就不会作圆周旋转;然而它确实在旋转;因此它不是无限的。其证明如下:设定Γ为作圆周运动者的中心,穿过它引一条在两端无限的如同直径一般的直线ΑΒ,在中心之外引一条与此成直角的直线Ε,它本身在两端也是无限的,并从中心Γ将直线ΓΔ向无限延伸,使之在Ζ处与Ε相交,他说,在其余各线静止的情况下,ΓΔ随着整个圆周运动物体被运动时,绝不可能脱离Ε,而是将始终对它保持如同ΓΕ即ΑΒ对它的关系;因为从Γ延伸接触到Ε的部分乃是它[ΑΒ]的一部分。因为ΓΔ朝向Ζ的部分也始终在不同的时间与Ε的不同部分相交,并且由于它们是无限的而绝不从它脱离;而既然ΓΔ不能脱离Ε,它就绝不可能完成圆周旋转,以至于ΓΔ身处其中的整个物体,假若它是无限的、以致Ε和ΓΔ两者都能在其内部延伸至无限,也就不能作圆周旋转。然而天体确实在作圆周旋转;因此它在大小上不是无限的。此外,在这些语句中,“因为在Ζ处的线相交”这种说法是含混的,他之所以将ΓΔ称为“Ζ”,是因为ΓΔ被画成在Ζ处与Ε相交,正如他把ΑΒ称为“ΓΕ”,是因为ΑΒ沿着它〔ΓΕ〕与Ε相交一样。

语法注2 条
  1. 1.45τὸ ἄπειρον ἔχει τῷ πάλιν καὶ πάλιν

    与格短语 τῷ πάλιν καὶ πάλιν 表示方式或手段(“通过一次又一次地”,即“通过反复”)。主语承接前句的 ἡ κύκλῳ κίνησις,在结构上将圆周运动通过反复实现的无限性与空间路径上的无限展开相对立。

  2. 1.46ἀσαφῶς δὲ εἴρηται ἐν τούτοις τὸ τέμνει γὰρ ἡ τὸ Ζ τὴν ΓΔ καλέσαντος αὐτοῦ Ζ, ὅτι κατὰ τὸ Ζ γέγραπται τέμνουσα τὴν Ε ἡ ΓΔ

    主句的主语是带有中性冠词的引用短语 τὸ τέμνει γὰρ ἡ τὸ Ζ(即引文“因为在Ζ处的线相交”这一表述)。καλέσαντος αὐτοῦ Ζ 是表示原因的属格绝对结构,其中 αὐτοῦ 指亚里士多德,支配直接宾语 τὴν ΓΔ 和补足成分 Ζ(“因为他将ΓΔ称为‘Ζ’”)。随后的 ὅτι 从句解释了他如此命名的原由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:213.8-214.23