← 辛普里丘

亚里士多德《论天》注释

§211.19-213.7

无限物体在有限时间内穿过间距的不可能性

辛普里丘基于亚里士多德《论天》第一卷第五章(272a21),通过有限直线与无限直线的通过时间对比,阐释了大小无限的物体不可能在有限时间内穿过任何间距,因而作有限时间旋转的天体必定是有限的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.44

" Ἔτι δὲ καὶ ἐκ τῶνδε φανερὸν ἕως τοῦ ἀδύνατον ἄρα ἄπειρον εἶναι τὸ κύκλῳ." Ὅτι ἀδύνατον ἀκολουθεῖ τοῖς τὸ κυκλοφορητικὸν σῶμα ἄπειρον λέγουσι κατὰ μέγεθος, προθέμενος δεῖξαι ἀπό τε τοῦ κινουμένου καὶ τοῦ δι’ οὗ ἡ κίνησις καὶ τῆς κινήσεως αὐτῆς καὶ τοῦ χρόνου, ἐν ᾧ ἡ κίνησις, συστοίχως ἐχόντων πρὸς ἄλληλα καὶ δείξας πρότερον, ὅτι τῷ ἄπειρον κατὰ μέγεθος ὑποθεμένῳ τὸ κυκλοφορητικὸν σῶμα πεπερασμένου τοῦ χρόνου τῆς περιστροφῆς ὁρωμένου δύο ἀδύνατα ἀκολουθήσει τό τε ἀρχὴν ἔσεσθαι τοῦ ἀπείρου καὶ τὸ ἐν πεπερασμένῳ χρόνῳ ἄπειρόν τι διάστημα διελθεῖν, νῦν τῶν αὐτῶν ὑποκειμένων δείκνυσιν,1 ὅτι ἐν πεπερασμένῳ χρόνῳ τὸ ἄπειρον σῶμα διάστημά τι ὅλως διελεύσεται, ὅπερ καὶ αὐτὸ ἀδύνατον ἐν τῇ Φυσικῇ ἀκροάσει ἐδείχθη. ἔσται γὰρ ἐν τῷ αὐτῷ χρόνῳ τῷ αὐτῷ τάχει χρώμενόν τι πεπερασμένον τε καὶ ἄπειρον διελθεῖν,2 εἴπερ τὸ ὁποιῳοῦν τάχει χρώμενον ἐν πεπερασμένῳ χρόνῳ πεπερασμένην διελθεῖν δυνατόν. εἰ οὖν τὸ μὲν ἄπειρον τῷ μεγέθει καὶ τὸ πεπερασμένον διάστημα ἐν ἀπείρῳ δίεισι χρόνῳ, κἂν μέρος τι τοῦ οὐρανίου διαστήματος ὑποτεθῇ τὸ πεπερασμένον διάστημα, ὁ δὲ οὐρανὸς ἐν πεπερασμένῳ χρόνῳ τὸ ὅλον ἑαυτοῦ διάστημα περίεισι, δῆλον, ὅτι οὐκ ἔστιν ἄπειρος τῷ μεγέθει. καὶ ὅλως, φησίν, ἐκ τούτων δειχθήσεται, ὅτι τὸ ἄπειρον ἀδύνατον κινηθῆναι ἐν πεπερασμένῳ χρόνῳ. εἰ γὰρ μήτε πεπερασμένον μήτε ἄπειρον διάστημα δυνατὸν κινηθῆναι τὸ ἄπειρον σῶμα ἐν πεπερασμένῳ χρόνῳ, δῆλον, ὅτι καὶ κινηθῆναι ὅλως ἀδύνατον· εἰ οὖν κινεῖται τὸ οὐράνιον σῶμα ἐν πεπερασμένῳ χρόνῳ, δῆλον, ὅτι οὐκ ἔστιν ἄπειρον. ταῦτα οὖν δεῖξαι βουλόμενος ἐναργῶς πρῶτον μὲν δύο γραμμὰς λαμβάνει πεπερασμένας κινουμένην τὴν ἑτέραν παρὰ τὴν ἑτέραν καὶ δείκνυσιν, ὅτι, κἄν τε ἄμφω ἀντικινῶνται κἄν τε ἡ ἑτέρα παρὰ μένουσαν τὴν ἑτέραν, ἐπειδὴ ἅμα ἀλλήλων ἀπολύονται· τὸ γὰρ χωριζόμενον χωριζομένου χωρίζεται· δῆλον, ὅτι καὶ ὁ χρόνος ἔσται πεπερασμένος, ὅταν ἄμφω πεπερασμέναι ὦσιν· ὅπερ παραλιπών, ὡς οἶμαι, προσθεῖναι ἀσάφειαν πολλὴν ἐνεποίησε τῷ λόγῳ· ἀλλ’ εἰ μὲν ἀντικινοῦνται, ἐλάττων ὁ χρόνος ἔσται τῆς ἀπολύσεως, εἰ δὲ μενούσης τῆς ἑτέρας ἡ ἑτέρα δι’ αὐτῆς κινεῖται, πλείων, εἰ μὴ ἄρα θᾶττον κινεῖται τότε τὸ κινούμενον, ἤπερ ὅτε ἀντεκινοῦντο· ὅπως δὲ ἂν ἔχῃ, πεπερασμένος ἔσται ὁ χρόνος. εἰ μέντοι ἄπειρος ὑποτεθῇ ἡ κινουμένη γραμμὴ ἢ τὸ κινούμενον μέγεθος· ταὐτὸν γάρ ἐστιν· ἢ τὸ μὲν κινούμενον πεπερασμένον, τὸ δὲ δι’ οὗ κινεῖται ἄπειρον, ἀδύνατον ἐν πεπερασμένῳ χρόνῳ διελθεῖν. ὥσπερ γὰρ τὸ πεπερασμένον μέγεθος παρὰ τὸ πεπερασμένον διάστημα, κἂν ἀντικινῶνται κἂν παρὰ μένον τὸ ἕτερον κινῆται τὸ λοιπόν, ἐν πεπερασμένῳ χρόνῳ ἅμα ἀπολύονται ἀλλήλων, οὕτως, κἄν τε τὸ πεπερασμένον δι’ ἀπείρου κἄν τε τὸ ἄπειρον διὰ πεπερασμένου κἄν τε ἀντικινῶνται κἄν τε τὸ ἕτερον παρὰ ἠρεμοῦν τὸ ἕτερον κινῆται, ἄπειρος ἔσται ὁ χρόνος, ἐν ᾧ ἀπολυθήσονται ἀλλήλων, τουτέστιν οὐδέποτε ἀπολυθήσονται· κἂν γὰρ τὸ ἐλάχιστον διάστημα διέλθῃ τὸ ἄπειρον μέγεθος ὅλον ἢ τὸ ἐλάχιστον μέγεθος δι’ ἀπείρου διέλθῃ διαστήματος, ἀνάγκη ἄπειρον γενέσθαι τὸν χρόνον· ὅλως γάρ, ἂν διέλθῃ τὸ ἄπειρον διὰ τοῦ πεπερασμένου, καταμετρηθήσεται ὑπὸ τοῦ πεπερασμένου τὸ ἄπειρον καὶ οὐκέτι ἄπειρον ἔσται. εἰ οὖν ὁ οὐρανὸς ὅλος ἐν πεπερασμένῳ χρόνῳ τῷ τῆς περιστροφῆς περίεισι τὴν ἐντὸς αὐτοῦ ὑποτιθεμένην ὁσηνοῦν γραμμήν, δῆλον, ὅτι οὐκ ἔστιν ἄπειρος τῷ μεγέθει· οὐ γὰρ ἂν αὐτῆς ἀπελύθη ποτὲ ὅλος. νόησον δὲ τὴν ΑΒ γραμμὴν ἡρμοσμένην τῷ βάθει τοῦ οὐρανοῦ, μένουσαν δὲ αὐτὴν χρὴ νοῆσαι. κατὰ δὲ τὴν λέξιν, ὅταν λέγῃ εἰ οὖν ἄπειρος ὁ χρόνος, ὃν ἡ πεπερασμένη ἀπολύεται κινουμένη, προσυπακούειν δεῖ τὸ ‘διὰ τῆς ἀπείρου’·3 ἐφεξῆς γὰρ τὸ ἀντίστροφον ἀποδίδωσι διὰ τοῦ καὶ ἐν ᾧ ἡ ἄπειρος τὴν πεπερασμένην ἐκινήθη. ἐπὶ γραμμῶν δὲ τὸν λόγον διὰ τὴν ἐκθετικὴν ἐνάργειαν ἐποιήσατο ἀντὶ τοῦ κινουμένου καὶ τοῦ δι’ οὗ κινεῖται τὰς γραμμὰς λαβών.

“此外,从以下事实也可以清楚看出”直到“因此作圆周运动之物不可能是无限的”。 [亚里士多德]意图从被运动者、运动所穿过者、运动本身以及运动发生于其中的时间这些彼此对应的事物出发,证明对于那些主张作圆周运动的物体在大小上是无限的人而言,必然伴随着不可能性;并且他在先前已经证明,对于假定作圆周运动的物体在大小上是无限的人,鉴于旋转的时间显见是有限的,将伴随着两个不可能的结论,即无限之物将具有起点,以及在有限的时间内穿过某个无限的间距;现在,在相同的假设下,他证明了无限的物体在有限的时间内将完全穿过某个间距,而这一点本身也曾在《物理学讲义》中被证明是不可能的。因为如果运用任何速度之物都有可能在有限时间内穿过有限[间距],那么运用相同速度的某种东西就将有可能在相同时间内穿过有限和无限[两者]。因此,如果大小上无限之物即使穿过有限的间距也处于无限的时间中,哪怕这有限的间距被假定为天体间距的某个部分,而天体却在有限的时间内环绕其自身的整个间距,那么显而易见,它在大小上并不是无限的。他说,总体而言,从这些事物中将证明无限之物不可能在有限时间内被运动。因为如果无限的物体在有限时间内既不可能在有限间距中被运动,也不可能在无限间距中被运动,那么显而易见,它根本不可能被运动;因此,如果天体在有限时间内被运动,显而易见它就不是无限的。因此,出于清晰证明这些结论的愿望,他首先设定了两条有限的直线,一条在另一条旁边运动,并证明:无论两者朝相反方向运动,还是一方在静止的另一方旁边运动,既然它们彼此同时脱离——因为被分离者乃是从被分离者那里脱离出来的——,显而易见,只要两者都是有限的,时间也必将是有限的;而在我看来,他由于遗漏了补充这一点,给论证造成了极大的含混;不过,如果它们朝相反方向运动,脱离的时间将较短,而如果一方静止、另一方穿过它而运动,[时间]将较长,除非当时被运动者的运动速度快于它们朝相反方向运动时的速度;但无论如何,时间都将是有限的。然而,如果被运动的直线或被运动的大小被假定为无限的——因为这是同一回事——,或者被运动者是有限的,但它所穿过者是无限的,那么在有限时间内穿过[它]就是不可能的。因为正如有限的大小在有限的间距旁边,无论两者朝相反方向运动,还是剩下的一方在静止的另一方旁边运动,都在有限时间内彼此同时脱离,同样地,无论有限者穿过无限者,还是无限者穿过有限者,无论两者朝相反方向运动,还是一方在静止的另一方旁边运动,它们彼此脱离的时间都将是无限的,也就是说,它们绝不可能彼此脱离;因为即使无限的大小作为整体穿过极小的间距,或者极小的大小穿过无限的间距,时间也必然成为无限的;因为总体而言,如果无限者穿过有限者,无限者就将被有限者完全度量,从而不再是无限的。因此,如果整个天体在旋转的有限时间内,环绕假定在其内部的无论多大的直线,显而易见,它在大小上并不是无限的;因为作为整体它绝不可能从该直线上脱离。请设想直线ΑΒ贴合于天体的深度,但必须设想它是静止的。关于文句,当他说“因此,如果被运动的有限[直线]脱离的时间是无限的”时,必须补充理解“穿过无限的[直线]”;因为紧接着他通过“以及在其中无限[直线]穿过有限[直线]运动的[时间]”给出了相反的陈述。他是为了示意上的明晰性而在直线的层面上建构这一论证的,以直线代替了被运动者和运动所穿过者。

语法注3 条
  1. 1.44Ὅτι ἀδύνατον ἀκολουθεῖ ... νῦν τῶν αὐτῶν ὑποκειμένων δείκνυσιν

    从句首的 Ὅτι ἀδύνατον ἀκολουθεῖ... 延伸至主要动词 δείκνυσιν 的长周期句。分词短语 προθέμενος δεῖξαι(意图证明)统辖其后的 ὅτι 从句,随后并列分词句 καὶ δείξας πρότερον, ὅτι...(且先前已证明……),最终落到主句 νῦν τῶν αὐτῶν ὑποκειμένων δείκνυσιν, ὅτι...(现在在相同假设下他证明……)。省略的主语依上下文为亚里士多德。

  2. 1.44ἔσται γὰρ ἐν τῷ αὐτῷ χρόνῳ τῷ αὐτῷ τάχει χρώμενόν τι πεπερασμένον τε καὶ ἄπειρον διελθεῖν

    ἔσται 作无人称结构(“将有可能/将产生”)搭配不定式 διελθεῖν。不定式的逻辑主语是宾格短语 τῷ αὐτῷ τάχει χρώμενόν τι(运用相同速度的某种东西),而宾格 πεπερασμένον τε καὶ ἄπειρον[διάστημα]则是 διελθεῖν 的宾语。

  3. 1.44προσυπακούειν δεῖ τὸ ‘διὰ τῆς ἀπείρου’

    注疏术语 προσυπακούειν 意为“补充理解(省略的成分)”。亚里士多德的原句 εἰ οὖν ἄπειρος ὁ χρόνος, ὃν ἡ πεπερασμένη ἀπολύεται κινουμένη 省略了表示空间路径的介词短语 διὰ τῆς ἀπείρου[γραμμῆς],辛普里丘指出根据紧随其后的对偶句(καὶ ἐν ᾧ ἡ ἄπειρος τὴν πεπερασμένην ἐκινήθη)必须在理解上补出该成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:211.19-213.7