← 辛普里丘

亚里士多德《论天》注释

§210.20-211.18

关于两重荒谬与圆运动天体的亚历山大之见

辛普里丘介绍了亚历山大关于亚里士多德论证所推导出的两个荒谬结论的阐释,考察了圆周运动中“被扣除的时间”究竟指哪一段时间,并引述且赞同了亚历山大的看法,即此处论证的首要对象是作圆周运动的天体本身,而非一般意义上的宇宙整体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.43#2

ὁ δὲ Ἀλέξανδρος δύο φησὶν εἶναι τὰ συναγόμενα ἄτοπα, τοῦτό τε τὸ ἐν πεπερασμένῳ χρόνῳ τὸ ἄπειρον διάστημα διεξιέναι, ὅπερ ἐσήμηνε διὰ τοῦ τέμνουσά ποτε οἰσθήσεται κύκλῳ τὴν τὰ ΒΒ ἡ τὸ ΑΓΕ πεπερασμένον χρόνον, καὶ ἔτι μέντοι, ὅτι τοῦ ἀπείρου ἔσται ἀρχή, ὅπερ δηλοῖ διὰ τοῦ ἔσται ἄρα τις ἀρχὴ πρῶτον, ᾗ ἡ τὸ ΑΓΕ τὴν τὰ ΒΒ ἔτεμεν· ἀλλ’ ἀδύνατον. δῆλον δέ, ὅτι καὶ ἐκεῖνο τὸ ἄτοπον ἀκολουθεῖ τούτῳ τὸ ἄπειρον μέγεθος οἷον τὴν ΑΓΕ ἐν πεπερασμένῳ χρόνῳ ἄπειρον διάστημα διεξιέναι· καὶ γὰρ τοῦτο ἀδύνατον ἐδείχθη ἐν τῇ Φυσικῇ· εἰ μὴ ἄρα οὐ μάτην τοῦτο παρῆκε νῦν τὸ ἀδύνατον ὁ Ἀριστοτέλης, ἀλλ’ ὅτι1 ἡ ΑΓΕ, κἂν ἄπειρός ἐστιν ἐπὶ τὸ Ε, ἀλλὰ γραμμὴ οὖσα καθ’ ὅλον κινεῖται ἐν τῇ περιστροφῇ καὶ οὐ κατὰ μέρος· οὕτως γὰρ ἂν ἦν ἄτοπον τὸ ἄπειρον μέγεθος ὅλον ἐν πεπερασμένῳ χρόνῳ κινηθῆναι. ἀφῃρημένον δὲ χρόνον δύναται μὲν λέγειν2 καὶ τὸν ἕως ἐφέρετο ἡ ΑΓΕ ἐπὶ τὴν Β, δύναται δὲ καὶ τὸν ἀφ’ οὗ ἤρξατο τὴν Β τέμνειν, ἕως οὗ ἀποκατέστη εἰς τὸ αὐτό· καὶ γὰρ οὗτος μέρος ἐστὶ τοῦ χρόνου τῆς ὅλης περιστροφῆς. καὶ μᾶλλόν γε τοῦτον ἂν λέγοι τὸν ἀφῃρημένον, ὥς φησιν Ἀλέξανδρος· τὸ γὰρ ὃν ἡ τέμνουσα ἐφέρετο τούτῳ προσήκει, διότι ἐν τῷ πρὸ τούτου οὔπω ἔτεμνεν. οὗτος δέ ἐστι καὶ ὁ ἀπὸ πεπερασμένου πεπερασμένος ἀφαιρεθεὶς καὶ ἀρχὴν ἔχων· εἰ δὲ ὁ χρόνος ἔχει ἀρχήν, καὶ ἡ κίνησις καὶ τὸ μέγεθος τό τε κινούμενον καὶ τὸ ἐφ’ οὗ ἡ κίνησις. καὶ ἔσται πεπερασμένος· καὶ γὰρ ἀπὸ πεπερασμένου χρόνου ἀφῄρηται οὗτος ὁ χρόνος τοῦ τῆς περιστροφῆς. Ἐπιστῆσαι δὲ χρή, ὅτι καὶ ὁ Ἀλέξανδρος ὁμολογεῖ, ὅτι ἐν τούτοις ἡ πρόθεσίς ἐστιν οὐ τὸν κόσμον δεῖξαι μὴ ὄντα ἄπειρον, ἀλλὰ τὸ ἐγκύκλιον σῶμα,3 οὑτωσὶ καὶ τῷ ῥήματι λέγων· “καὶ ὅτε, φησίν, εἶπεν ὥστε οὐδὲ τὸν κόσμον, εἰ ἦν ἄπειρος, κόσμον, φησί, τὸ κυκλοφορητικὸν εἶπεν σῶμα, ὃ πρὸ ὀλίγου οὐρανὸν εἶπεν· ὥστε κἂν δείκνυσιν, ὅτι οὐκ ἔστιν ἄπειρος ὁ κόσμος κατὰ μέγεθος, προηγουμένως τὸν οὐρανὸν δείκνυσι πεπερασμένον· διὰ γὰρ τὸ τὸν οὐρανὸν πεπερασμένον εἶναι καὶ ὁ κόσμος πεπέρανται· καὶ ἀπὸ τῆς κινήσεως δὲ καὶ τοῦ χρόνου, ἐν ᾧ ἡ κίνησις, ἔφοδοι τοῦ οὐρανοῦ εἰσιν οἰκεῖαι πλεῖσται τοιαῦται ἐν τούτοις παρειλημμέναι, καὶ ὅλως περὶ τοῦ κυκλοφορητικοῦ προὔκειτο δεικνύναι.”

然而亚历山大说,推导出的荒谬结论有两个:其一是这一个,即在有限的时间内穿过无限的间距,这是他通过“切割着两个Β,ΑΓΕ将在某个时刻于有限的时间内圆周地运送”所表明的;其二则是无限之物将具有起点,这是他通过“因此首先将存在某个起点,ΑΓΕ在其中切割了两个Β;但这不可能”所阐明的。而且显而易见,另一个荒谬结论也伴随着这一个,即像ΑΓΕ这样的无限大小在有限时间内穿过无限的间距;因为这也曾在《物理学》中被证明是不可能的;除非亚里士多德现在并不是无谓地略过了这一不可能性,而是因为ΑΓΕ即使朝向Ε是无限的,但作为一条线在旋转中也是作为整体运动的,而不是按部分运动的;因为如果是那样[按部分运动],无限大小作为整体在有限时间内被运动才会是荒谬的。另一方面,所谓“被扣除的时间”,既可以说成是ΑΓΕ运送至Β为止的时间,也可以说成是从它开始切割Β直到它复位到同一位置的时间;因为这同样也是整个旋转时间的一部分。而且正如亚历山大所说,他宁可把后者称为“被扣除的[时间]”;因为“切割者运送时所处的时间”适用于后者,因为在此之前的时间内它尚未开始切割。而这正是从有限时间中扣除的具有起点的有限[时间];如果时间具有起点,那么运动以及大小(无论被运动者还是运动发生于其上的大小)也具有起点。而且〔时间〕将是有限的;因为这部分时间乃是从旋转的有限时间中扣除出来的。然而必须注意的是,亚历山大同样承认,在这些论述中其意图并非证明宇宙不是无限的,而是证明作圆周运动的物体〔不是无限的〕,正如他字面上所说:“〔亚历山大〕说,当〔亚里士多德〕说‘以至于就连宇宙,如果它是无限的’时,他说,他把作圆周运动的物体称为宇宙,即他不久前称为天体的那样;因此,即使他证明了宇宙在大小上不是无限的,他也首要地证明了天体是有限的;因为天体是有限的,宇宙也就被限制了;并且从运动以及运动发生于其中的时间出发,极多如此适切于天体的进路在这些论述中被采纳,总体而言所要证明的本就是关于作圆周运动之物的。”

语法注3 条
  1. 1.43εἰ μὴ ἄρα οὐ μάτην τοῦτο παρῆκε νῦν τὸ ἀδύνατον ὁ Ἀριστοτέλης, ἀλλ’ ὅτι

    连词 εἰ μὴ ἄρα 引导修正性的条件从句(“除非……”),否定词 οὐ 直接修饰副词 μάτην(“并非无端地/无谓地”)。随后的 ἀλλ’ ὅτι 与之呼应,引出亚里士多德略过(παρῆκε)这一荒谬之处的真正原因(“而是因为……”)。

  2. 1.43ἀφῃρημένον δὲ χρόνον δύναται μὲν λέγειν

    动词 δύναται 的主语在上下文中可指亚里士多德,或泛指的解读者(“人们也可以说/理解为……”)。前置的宾语 ἀφῃρημένον χρόνον 作为 λέγειν 的宾语,承接前文出现的技术性用语“被扣除的时间”。

  3. 1.43καὶ ὅτε, φησίν, εἶπεν ὥστε οὐδὲ τὸν κόσμον, εἰ ἦν ἄπειρος, κόσμον, φησί, τὸ κυκλοφορητικὸν εἶπεν σῶμα

    在直接引用亚历山大注疏的文句中,出现了两次引用标记 φησί(ν):二者均为辛普里丘插入以指称亚历山大(“他说”),而指称亚里士多德的动词则是 εἶπεν(“他说/称为”)。双宾格结构 κόσμον ... τὸ κυκλοφορητικὸν εἶπεν σῶμα 意为“把作圆周运动的物体[宾语]称为宇宙[宾补]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:210.20-211.18