- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:209.19-210.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐明了亚里士多德《论天》272a11中关于旋转的无限线ΑΓΕ与中心外静止的无限线ΒΒ的几何作图意图,并解释了在有限的旋转时间内必然遍历无限线这一荒谬归结的逻辑。
" Ἔστω δὴ γραμμὴ ἄπειρος, ἐφ’ ᾗ ΑΓΕ ἕως τοῦ ὥστε οὐδὲ τὸν κόσμον, εἰ ἦν ἄπειρος." Δύο γράφει γραμμὰς ἐν τῷ τοῦ παντὸς σώματι τὴν μὲν ΑΓΕ τὸ μὲν Α ἔχουσαν πρὸς τῷ κέντρῳ, κατὰ δὲ τὸ Γ κυκλογραφοῦσαν ἐν τῇ περιστροφῇ περὶ τὸ κέντρον, ἐπὶ δὲ τὸ Ε εἰς ἄπειρον ἐκβαλλομένην τὸ οὐρα- E Γ A B B νιον σῶμα,1 γράφει δὲ καὶ ἑτέραν, ἐφ’ ᾗ τὰ ΒΒ, οὐκέτι διὰ τοῦ κέντρου, ἀλλ’ ἐκτὸς τοῦ κέντρου, κεχωρισμένην τῆς ΑΓΕ καὶ ἐφ’ ἑκάτερα τὰ ΒΒ ἄπειρον καὶ ἀκίνητον. ἐκτὸς δὲ τοῦ κέντρου γράφει τὰ ΒΒ, ἵνα μὴ περιφερομένη ἡ ΑΓΕ ἐφαρμόσασα τῇ τὰ ΒΒ ἀθρόον παραλλάττῃ αὐτήν· οὐ γὰρ συνάγεται οὕτως τὸ ἄτοπον τὸ ἀδιεξίτητον αὐτὴν οὖσαν διεξιέναι· ἀλλ’ ἵνα τέμνῃ κατ’ ὀλίγον αὐτήν. ἐὰν οὖν, φησίν, ἡ ΑΓΕ τοῦ παντὸς περιστρεφομένου περιαχθῇ κύκλῳ ὥστε τὸ Γ κυκλογραφῆσαι περὶ τὸ Α κέντρον, δῆλον, ὅτι ἐν ἐκείνῃ τῇ περιφορᾷ ἡ ΑΓΕ ἔν τινι ἀρχῇ χρόνου ἐφάψεται τῆς τὰ ΒΒ κατὰ ἀρχὴν αὐτῆς τινα· οὐ γὰρ ὑπερβάλλεται τὸ Ε ὑπὸ τοῦ Β· καὶ γὰρ ἡ ΑΓΕ ἐπὶ τὸ Ε ἄπειρος· καὶ πᾶσαν αὐτὴν τὴν τὰ ΒΒ τέμνουσα διελεύσεται, ἕως τὸ Γ εἰς τὸν αὐτὸν ἀποκαταστῇ τόπον, τουτέστιν ἕως ἡ ΑΓΕ κύκλῳ περιαχθῇ· τούτου γάρ, οἶμαι, τεκμήριον ἡ τοῦ Γ κυκλογραφία παρείληπται. εἰ οὖν ἀδύνατον ἄπειρον οὖσαν καὶ ἀδιεξίτητον τὴν ΒΒ διελθεῖν, ἀδύνατον τὴν ΑΓΕ ἄπειρον καὶ αὐτὴν οὖσαν κύκλῳ περιενεχθῆναι, ὥστε τὸ Γ κυκλογραφῆσαι· ὥστε οὐδὲ τὸν κόσμον, οὗ ἐκ τοῦ κέντρου ἐστὶν ἡ ΑΓΕ, εἴ ἐστιν ἄπειρος, κύκλῳ στραφῆναι δυνατὸν καὶ μάλιστα ἐν πεπερασμένῳ χρόνῳ τῷ ἀφ’ οὗ ἄρχεται ἡ ΑΓΕ τέμνειν τὴν τὰ ΒΒ, ἕως ἀποκαταστῇ. διὰ τοῦτο γὰρ οἶμαι ἀπὸ πεπερασμένου χρόνου τοῦ τῆς περιστροφῆς ἀφελεῖν πεπερασμένον χρόνον2 τὸν ἕως ἂν ἡ ΑΓΕ ἄρξηται τέμνειν τὴν τὰ ΒΒ, ἵνα τῆς τομῆς ταύτης καίτοι ἀδιεξιτήτου ὑποτιθεμένης ἀρχὴν καὶ τελευτὴν ἐπιδείξῃ διὰ τῆς τοῦ Γ κυκλογραφίας, δι’ ἧς τὴν εἰς τὸ αὐτὸ ἀποκατάστασιν τῆς ΑΕΓ ἐδήλωσε. κἂν μὴ γραμμὴ δὲ ἄπειρος ὑποτεθῇ ἡ τὰ ΒΒ, διάστημα δὲ μόνον, καὶ οὕτως ἄπειρον τὸ διάστημα ἡ ΑΓΕ ἐν πεπερασμένῳ χρόνῳ διελεύσεται, ὅπερ ἀδύνατον. καὶ δῆλον, ὅτι τὸ ἀδύνατον ἠκολούθησε τῷ τὸν μὲν χρόνον τῆς τοῦ οὐρανοῦ περιστροφῆς καὶ πεπερασμένον εἶναι καὶ εὐσύνοπτον, εἴπερ κδ ἐστὶν ὡρῶν, τὸ δὲ κινούμενον ἄπειρον ὑποτεθῆναι.3
“设有一条无限线,其上为ΑΓΕ……直至使得即使是宇宙,如果它是无限的[也不能旋转]。” 他在全体的物体中画了两条线:一条是ΑΓΕ,在中心处有Α,在绕中心的旋转中于Γ处画出圆周,并朝向Ε无限延伸[超出]天 Ε Γ Α Β Β 体;他又画了另一条线,其上为两个Β,不再通过中心,而是在中心之外,与ΑΓΕ分离,朝向两个Β的两端无限且不动。他把两个Β画在中心之外,是为了使旋转中的ΑΓΕ不至于与两个Β重合并一下子穿过它;因为这样就推导不出它穿过了本不可穿过之物这一荒谬结论;而是为了使它渐渐地切割它。他说,因此,如果在全体旋转时ΑΓΕ被转成圆周,使得Γ绕中心Α画出圆周,显而易见,在那次旋转中,ΑΓΕ将在时间的某个起点于其某个起点接触到两个Β;因为Ε并没有被Β所超过;因为ΑΓΕ朝向Ε是无限的;并且它将在切割它时穿过整个两个Β本身,直到Γ复位到同一位置,也就是直到ΑΓΕ被转成一圈;因为在我看来,Γ画出圆周是作为对此的证明而被引入的。因此,如果穿过作为无限且不可穿过的ΒΒ是不可能的,那么ΑΓΕ自身虽然也是无限的,要被转成圆周以使Γ画出圆周也是不可能的;从而即使是宇宙——ΑΓΕ就是从其中心引出的[半径]——如果是无限的,也不可能作圆周旋转,特别是在从ΑΓΕ开始切割两个Β直到复位为止的有限时间内。因为在我看来,他正为此从旋转的有限时间中扣除了直到ΑΓΕ开始切割两个Β为止的有限时间,以便通过Γ画出圆周来表明,这种切割虽然被设定为不可穿过,却具有起点和终点,通过这一画圆,他表明了ΑΕΓ向同一位置的复位。即使不把两个Β假定为一条无限线,而仅仅假定为一个间距,即便如此,ΑΓΕ也将在有限的时间内穿过无限的间距,而这是不可能的。而且显而易见,这一不可能性乃是由于:天体旋转的时间既是有限的又是易于总览的(如果是二十四小时的话),而被运动之物却被假定为无限的。
- 1.43τὸ οὐρα- E Γ A B B νιον σῶμα
单词 τὸ οὐράνιον σῶμα(天体)的拼写中间插入了底本或写本中的几何图标记号(E Γ A B B)。在句法上,τὸ οὐράνιον σῶμα 构成一个完整的宾格成分,作 ἐκβαλλομένην 的宾语或范围补足语。
- 1.43ἀπὸ πεπερασμένου χρόνου τοῦ τῆς περιστροφῆς ἀφελεῖν πεπερασμένον χρόνον
不定式 ἀφελεῖν 作主动词 οἶμαι 的补足成分,其逻辑主语为亚里士多德。介词短语 ἀπὸ πεπερασμένου χρόνου 表示被扣除的总时间,宾格 πεπερασμένον χρόνον τὸν ἕως ἂν... 表示被扣除的部分时间。
- 1.43τῷ τὸν μὲν χρόνον ... εἶναι ..., τὸ δὲ κινούμενον ἄπειρον ὑποτεθῆναι
动词 ἠκολούθησε 带由定冠词 τῷ 引导的与格宾格不定式结构(并列了 τὸν μὲν χρόνον ... εἶναι 与 τὸ δὲ κινούμενον ... ὑποτεθῆναι),表示荒谬结论所由产生的根据或前提。
