← 辛普里丘

亚里士多德《论天》注释

§19.9-20.36

四元素圆周运动之不可能与相关疑难

辛普里修阐释了亚里士多德关于圆周运动对任何四元素而言既不可能依本性亦不可能违反本性的论证(269a9),并提出了托勒密、普罗提诺和瑟纳尔库斯的主张(以及《气象学》中火之旋转的记述)与此处论述之间的冲突所带来的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#1

" Ἔτι, εἰ ἡ παρὰ φύσιν ἐναντία ἕως τοῦ εἰ δὲ ἡ κάτω, ὕδωρ ἢ γῆ." Ἐφεξῆς δείκνυσιν, ὡς, εἰ μὴ κατὰ φύσιν ὑπάρχει τινὶ τῶν τεσσάρων ἡ κύκλῳ κίνησις, ὑπάρχειν δὲ ὅμως ὑποτεθῇ, ἀνάγκη παρὰ φύσιν αὐτῷ εἶναι. ἐὰν οὖν δειχθῇ, ὅτι οὐδὲ παρὰ φύσιν αὐτῷ ὑπάρχει, δεδειγμένου, ὅτι μὴ κατὰ φύσιν, συνάγεται τὸ μηδαμῶς ὑπάρχειν. ὅτι μὲν οὖν, εἰ μὴ κατὰ φύσιν, παρὰ φύσιν, ἔδειξεν ἐκ τοῦ τῷ κατὰ φύσιν τὸ παρὰ φύσιν εἶναι ἐναντίον· μὴ παρόντος οὖν τοῦ κατὰ φύσιν ἀνάγκη τὸ παρὰ φύσιν ὑπάρχειν, καὶ τοῦτο εἶναι, οὐκ ἄλλο τι, ἐναντίον, εἴπερ ἓν ἑνὶ ἐναντίον· οὐ γὰρ ἄδικος ἡ φύσις ἑνὶ πολλὰ ἀντιτάττουσα. τοῦ οὖν κατὰ φύσιν μὴ παρόντος παρὸν αὐτό ἐστι τὸ ἐναντίον καὶ παρὰ φύσιν, εἴπερ τῷ κατὰ φύσιν ἐναντίον τὸ παρὰ φύσιν καὶ ἓν ἑνὶ ἐναντίον. θαυμαστῶς δὲ αἴτιον εἶπεν τοῦ, εἰ μὴ εἴη κατὰ φύσιν ἡ κύκλῳ, παρὰ φύσιν εἶναι1 τὸ ἁπλῆν αὐτὴν εἶναι· εἰ μὲν γὰρ μὴ ἦν ἁπλῆ, ἐδύνατο μήτε ἐναντία εἶναι μήτε παρὰ φύσιν, ἀλλὰ μόνον οὐ κατὰ φύσιν· τὸ μέντοι ἁπλῆν κινούμενον κίνησιν, εἰ κινεῖται, ἀνάγκη ἢ τὴν κατὰ φύσιν ἢ τὴν παρὰ φύσιν κίνησιν κινεῖσθαι· ἤ τινα τῶν μεταξύ, ἥτις οὐκ ἔστιν ἁπλῆ, ἡ δὲ κύκλῳ ἁπλῆ. ὅτι δὲ οὐδὲ παρὰ φύσιν τῶν τεσσάρων τι στοιχείων ἐστὶ τὸ κύκλῳ περιφερόμενον, δείκνυσι πάλιν προσχρώμενος τῷ ἓν ἑνὶ ἐναντίον εἶναι. εἰ γὰρ τῷ πυρὶ κατὰ φύσιν ἡ ἄνω κίνησις, τῇ δὲ ἄνω ἐναντία ἡ κάτω καὶ ἓν ἑνὶ ἐναντίον, οὐκ ἂν εἴη οὐδὲ παρὰ φύσιν ἡ κύκλῳ κίνησις τοῦ πυρός, διὰ τὰ αὐτὰ δὲ οὐδὲ τῶν τριῶν τινός. Ὅτι δὲ οὐδὲ ἄλλου τινὸς ἁπλοῦ παρὰ φύσιν ἐστὶν ἡ κύκλῳ κίνησις, δείκνυσιν ἐκ τοῦ δεῖν εἶναί τινα κατὰ φύσιν ἐκείνου κίνησιν ἁπλοῦ ὄντος ἁπλῆν· ἁπλαῖ δὲ ἡ ἄνω καὶ ἡ κάτω μόναι· ὧν εἴ τινα ἐκινεῖτο, ἕν τι τῶν τεσσάρων ἦν τοῦτο καὶ οὐκ ἄλλο. δύο δὲ οὐσῶν ἐπ’ εὐθείας κινήσεων ἁπλῶν τῆς τε ἄνω καὶ τῆς κάτω οὐ δύο μόνα γέγονεν εὐθυποροῦντα στοιχεῖα, ἀλλὰ τέσσαρα. τὴν δὲ αἰτίαν αὐτὸς ἐν τοῖς περὶ τοῦ βαρέος καὶ κούφου λόγοις ἐρεῖ, ὅτι βαρὺ μὲν ἁπλῶς ἡ γῆ, κοῦφον δὲ ἁπλῶς τὸ πῦρ, ὅτι τὸ μὲν πᾶσιν ὑφίσταται, τὸ δὲ πᾶσιν ἐπιπολάζει, ἀὴρ δὲ καὶ ὕδωρ ἀμφοτέρων κεκοινωνήκασι· βαρέα γὰρ καὶ κοῦφα, οὐ πρὸς τὸ αὐτὸ δέ· διὸ δύο τὰ κυρίως ἁπλᾶ στοιχεῖα, πῦρ καὶ γῆ. ἰστέον δέ, ὅτι καὶ Πτολεμαῖος ἐν τῷ Περὶ τῶν στοιχείων βιβλίῳ καὶ ἐν τοῖς Ὀπτικοῖς καὶ Πλωτῖνος ὁ μέγας καὶ Ξέναρχος δὲ ἐν ταῖς Πρὸς τὴν πέμπτην οὐσίαν ἀπορίαις τὴν μὲν ἐπ’ εὐθείας κίνησιν τῶν στοιχείων γινομένων ἔτι καὶ ἐν τῷ παρὰ φύσιν ὄντων τόπῳ, ἀλλὰ μήπω τὸν κατὰ φύσιν ἀπειληφότων εἶναί φασι.2 τούτῳ δὲ καὶ Ἀριστοτέλης ἔοικε συγχωρεῖν καὶ ἐν τῷ τετάρτῳ τῆσδε τῆς πραγματείας λέγων “τὸ εἰς τὸν αὑτοῦ τόπον φέρεσθαι εἰς τὸ αὑτοῦ εἶδός ἐστι φέρεσθαι” καὶ ἐν τῇ Περὶ γενέσεως καὶ Ἀλέξανδρος ἐν τούτοις, ὡς λεχθήσεται. τῷ γὰρ ὄντι, εἰ τῶν οἰκείων τόπων καὶ τῆς οἰκείας ὁλότητος ἐφιέμενα κινεῖται ἀπὸ τοῦ ἀλλοτρίου τόπου καὶ τῆς παρὰ φύσιν διαθέσεως, δῆλον, ὅτι οὐ κατὰ φύσιν ἔχοντα τελέως κινεῖται, ἀλλ’, ὥς φασιν οἱ εἰρημένοι πρότερον ἄνδρες, Πτολεμαῖος, Ξέναρχος, Πλωτῖνος, κατὰ φύσιν ἔχοντα καὶ ἐν τοῖς οἰκείοις τόποις ὄντα τὰ στοιχεῖα ἢ μένει ἢ κύκλῳ κινεῖται· μένει μὲν ἡ γῆ δηλονότι καὶ τὸ ὕδωρ καὶ τοῦ ἀέρος τὸ λιμνάζον, κύκλῳ δὲ κινεῖται τό τε πῦρ καὶ τοῦ ἀέρος τὸ εὐαγὲς τῷ οὐρανῷ συμπεριπολοῦντα κατὰ τὴν πρὸς αὐτὸν οἰκειότητα. εἰ οὖν τοῦτο ἀληθές, καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης ἐν τοῖς Μετεωρολογικοῖς τὸ ὑπέκκαυμα κύκλῳ κινεῖσθαί φησι τεκμαιρόμενος ἀπό τε τῶν κομητῶν καὶ τῶν ἄλλων τῶν ἐν αὐτῷ συνισταμένων φασμάτων ἀνατελλόντων τε καὶ δυνόντων μετὰ τῶν ἄστρων, πῶς ἐν τούτοις ὁ Ἀριστοτέλης πρῶτον μέν πως ἀπὸ τῆς παρὰ φύσιν τῶν ὑπὸ σελήνην κινήσεως τὴν πρὸς αὐτὰ ὑπεροχὴν καὶ ἐξαίρεσιν τοῦ οὐρανίου σώματος ἐπιχειρεῖ δεικνύναι; ἀλλὰ τοῦτο τὸ ἄπορον μετ’ ὀλίγον ὡς τοῦ Ξενάρχου προβαλλομένου3 διαλύσομαι· νῦν δὲ ἀπορητέον, πῶς οὔτε πῦρ οὔτε ἄλλο τι τῶν τεσσάρων κύκλῳ φέρεσθαί φησιν οὔτε κατὰ φύσιν, εἰ μία ἑκάστου ἡ κατὰ φύσιν κίνησις, ἐπ’ εὐθείας δὲ ἡ τούτων, οὔτε παρὰ φύσιν, εἰ ἓν ἑνὶ ἐναντίον, ἐναντίον δὲ τῷ ἄνω τὸ κάτω, ἀλλ’ οὐχὶ τὸ κύκλῳ.

“再者,如果违反本性的运动是相反的,直至‘而如果是向下的,则是水或土’。” 紧接着他证明,如果圆周运动并非依本性属于四元素中的任何一种,却仍被假定为属于它,那么它必然是违反本性地属于它。因此,如果在已经证明了并非依本性之后,又证明了它亦非违反本性地属于它,便得出它根本不属于它的结论。至于如果不是依本性便是违反本性,他是从违反本性者与依本性者相反这一事实来证明的;因此,在依本性者不在场时,违反本性者必然存在,且既然一物仅与一物相反,此物就是相反者而非其他任何事物;因为自然并不至于如此不公,以致使多数事物与单一事物相对立。因此,在依本性者不在场时,恰恰相反者且违反本性者自身在场,如果确实违反本性者与依本性者相反,且一物仅与一物相反。令人惊叹的是,他指出圆周运动若非依本性便是违反本性的原因,乃在于它是单纯的;因为若它不是单纯的,它本可以既非相反者亦非违反本性者,而仅仅是非依本性者;然而作单纯运动之物,若运动的话,必然作依本性的运动或违反本性的运动;或者作中间运动中的某一种,而中间运动并非单纯的,但圆周运动是单纯的。至于在圆周上旋转之物即便违反本性亦非四元素中的任何一种,他再次借助一物仅与一物相反的原理来加以证明。因为如果向上运动对火而言是依本性的,而向下运动与向上运动相反,且一物仅与一物相反,那么圆周运动对火而言亦不可能违反本性,基于同样的原因对其他三种元素亦不可能。至于圆周运动对任何其他单纯物体而言亦非违反本性,他是从该物体既然是单纯的,就必然存在某种依本性属于它的单纯运动来证明的;而单纯运动唯有向上和向下;若它作其中任何一种运动,它必然是四元素之一而非其他。然而,尽管直线的单纯运动有向上和向下两种,作直线运动的元素却并非仅产生两个,而是四个。其原因他本人将在关于重与轻的论述中说明,即土是端地重的,火是端地轻的,因为前者沉于一切之下,后者浮于一切之上,而水和空气则分有两者;因为它们既重又轻,但并非相对于同一事物;因此严格意义上的单纯元素是两个,即火与土。应当知道的是,托勒密在《论元素》一书及《光学》中,伟大的普罗提诺,以及瑟纳尔库斯在《对第五实体的疑难》中,都主张直线运动属于仍处于生成之中且处于违反本性的场所、而尚未恢复其依本性的场所时的元素。亚里士多德似乎也赞同这一点,无论是在本论著第四卷中说道“被带至其自身的场所即是被带至其自身的形式”,还是在《论生成与毁灭》中,以及亚历山大在这些地方亦如后文所述表示赞同。因为事实上,如果元素是因渴求本己的场所和本己的整体,而从异己的场所和违反本性的状态出发运动,显而易见它们在运动时并非完全处于依本性的状态;相反,正如前述诸人(托勒密、瑟纳尔库斯、普罗提诺)所言,处于依本性状态且处于本己场所中的元素,要么静止,要么作圆周运动;显然土与水以及空气中滞留的部分是静止的,而火与空气中纯净的部分则依其与天体的亲缘性随天体一同旋转而作圆周运动。如果这是真实的,且亚里士多德本人在《气象学》中根据彗星以及在其中形成的其他天象与恒星一同升降这一证据,亦主张易燃层(上层之火)作圆周运动,那么亚里士多德在这些地方怎么会首先在某种程度上从月下元素的违反本性运动出发,试图证明天体相对于它们的优越与卓越呢?但这一疑难作为瑟纳尔库斯所提出的问题,我将在稍后予以化解;如今应当质疑的是,既然各自依本性的运动是单一的,而这些元素的运动是直线的,他怎么能说火或四元素中的任何其他元素依本性不作圆周运动;既然一物仅与一物相反,而向下运动与向上运动相反,圆周运动却非其相反者,他又怎么能说它们违反本性亦不作圆周运动呢?

语法注3 条
  1. 1.11θαυμαστῶς δὲ αἴτιον εἶπεν τοῦ, εἰ μὴ εἴη κατὰ φύσιν ἡ κύκλῳ, παρὰ φύσιν εἶναι τὸ ἁπλῆν αὐτὴν εἶναι

    句子的核心结构是双宾格与属格的组合:αἴτιον εἶπεν [τοῦ ... εἶναι] [τὸ ... εἶναι]。作为动词 εἶπεν 之宾语的主语宾格是后置的 τὸ ἁπλῆν αὐτὴν εἶναι(“它是单纯的”),而 αἴτιον 作补足语(谓语宾格)。前置的定冠词属格不定式短语 τοῦ, εἰ μὴ εἴη ... παρὰ φύσιν εἶναι 依附于名词 αἴτιον,是说明“属于何种事情之原因”的说明性/宾格性属格。

  2. 1.11τὴν μὲν ἐπ’ εὐθείας κίνησιν τῶν στοιχείων γινομένων ἔτι καὶ ἐν τῷ παρὰ φύσιν ὄντων τόπῳ, ἀλλὰ μήπω τὸν κατὰ φύσιν ἀπειληφότων εἶναί φασι

    这是由 φασί 支配的“宾格加不定式”结构,其中宾格主语是 τὴν μὲν ἐπ’ εὐθείας κίνησιν,不定式是 εἶναι。中间插入的属格短语 τῶν στοιχείων γινομένων ἔτι καὶ ... ἀπειληφότων 既可理解为依附于 κίνησιν 的所有格(主体属格),亦具有限定元素所处状态的时态/条件性独立属格功能(“在元素仍处于生成中之时……”)。

  3. 1.11ὡς τοῦ Ξενάρχου προβαλλομένου

    带有连词 ὡς 的独立属格结构。此处的 ὡς 表明这一疑难的出处或提出者(“正如瑟纳尔库斯所提出的那样”),中动相分词 προβαλλομένου 具有提出、设立之意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:19.9-20.36