- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:208.13-209.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨亚里士多德《论天》272a7的引文,指出了依据时间、运动与量度的有限性相互关联来进行直接证明的途径,并解释了亚里士多德为何采用从有限时间中扣除有限时间的归谬法框架。
" Ἔτι ἀπὸ πεπερασμένου χρόνου ἐὰν ἀφέλῃς πεπερασμένον ἕως τοῦ ὁμοίως δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων." Δέδεικται ἐν τῇ Φυσικῇ ἀκροάσει, ὅτι ἀκολουθεῖ ὁ μὲν χρόνος τῇ κινήσει, ἡ δὲ κίνησις τῷ μεγέθει τοῦ κινουμένου καὶ τῷ ἐφ’ οὗ ἡ κίνησις, καὶ ὅτι, ἂν ὁ χρόνος ᾖ πεπερασμένος, ἀνάγκη καὶ τὴν κίνησιν εἶναι πεπερασμένην καὶ τὸ μέγεθος ἀμφοῖν τοῦ τε κινουμένου καὶ τοῦ ἐφ’ οὗ ἡ κίνησις· οὔτε γὰρ πεπερασμένον τι μέγεθος ἄπειρον διάστημα οὔτε ἄπειρον μέγεθος πεπερασμένον διάστημα ἐν πεπερασμένῳ ἂν διεξέλθοι χρόνῳ, ὡς καὶ τοῦτο ἐκεῖ δέδεικται. εἰ οὖν ὁ χρόνος τῆς κύκλῳ περιφορᾶς τοῦ οὐρανίου σώματος ὡρισμένος καὶ πεπερασμένος ἐστὶν ἐν κδ ὥραις, εἰ τύχοι, γινόμενος, καὶ ἡ κίνησις ἄρα καὶ τὸ μέγεθος ὥρισται, καὶ ἑκάτερον ἀρχὴν ἔχει καὶ τελευτήν, καὶ πανταχοῦ τῇ ἀρχῇ τὸ τέλος καὶ τῷ τέλει σύνεστιν ἡ ἀρχή· εἰ δὲ τοῦτο, οὐκ ἔστιν ἄπειρον τὸ κύκλῳ κινούμενον σῶμα, κἂν κινῆται ἐπ’ ἄπειρον. ἐνῆν μὲν οὖν οὕτως ἀποδεῖξαι τὸ προκείμενον, ἀλλ’ αὐτὸς ταύτην μὲν ὡς σαφῆ παρῆκε τὴν μεταχείρισιν, διὰ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τὸ αὐτό πως δείκνυσιν. ἀλλὰ νῦν μὲν ἄπειρον ὑποθέμενος τὸν οὐρανὸν συνάγει, ὅτι ἐν πεπερασμένῳ χρόνῳ ἄπειρον διάστημα διελεύσεται, καὶ ὅτι ἀρχὴν ἕξει τὸ ἄπειρον, ἅπερ ἄμφω ἀδύνατα, ἐν δὲ τῷ ἐφεξῆς θεωρήματι, ὅτι τὸ ἄπειρον ἐν πεπερασμένῳ χρόνῳ πεπερασμένον τι διάστημα διελεύσεται, ὅπερ καὶ αὐτὸ ἀδύνατον. καὶ τὸ μὲν παρὸν δείκνυσιν οὕτως· λαβών, ὅτι πεπερασμένος ἐστὶν ὁ τῆς περιφορᾶς τοῦ οὐρανοῦ χρόνος κδ ὡρῶν ὑπάρχων, καὶ προσλαβών, ὅτι, ἐὰν ἀπὸ πεπερασμένου χρόνου ἀφέλῃς πεπερασμένον, ἀνάγκη καὶ τὸν λοιπὸν εἶναι πεπερασμένον καὶ ἔχειν ἀρχήν, καθ’ ὃ ἡ ἀπὸ τοῦ ὅλου ἀφαίρεσις γέγονεν· εἰ γὰρ τὴν πρώτην ἀφέλῃς ὥραν, ἡ τῆς δευτέρας ὥρας ἀρχὴ1 ἀρχὴ γίνεται τοῦ καταλειπομένου χρόνου, τουτέστι τῶν κγ ὡρῶν. ὡς ἐπὶ βαδίσεως οὖν ποιησάμενος τὸν λόγον, εἰ ὁ χρόνος, φησίν, ὁ τῆς βαδίσεως, κἂν συνεχής ἐστιν, ἔχει ἀρχήν, καθ’ ἣν ἀφῄρηται, ὁ πρὸ τῆς ἡμερησίας, εἰ τύχοι, βαδίσεως πεπερασμένος χρόνος ἔσται καὶ τῆς κινήσεως ἀρχὴ καὶ τοῦ μεγέθους τοῦ κινουμένου· ἡ γὰρ ἀρχὴ τῆς κινήσεως κατὰ τὴν ἀρχὴν τοῦ κινουμένου μεγέθους καὶ τοῦ ἐφ’ οὗ ἡ κίνησις ἐπιτελεῖται. ὁμοίως δὲ τοῦτο, φησί, καὶ ἐπὶ τῶν ἄλλων, τῶν τε κινήσεων δηλονότι καὶ τῶν κινουμένων καὶ τοῦ χρόνου τοῦ τὰς κινήσεις μετροῦντος. εἰ οὖν ἀρχὴν ἔχει ὁ χρόνος τῆς τοῦ οὐρανοῦ μιᾶς περιστροφῆς, καθ’ ἣν ἡ ἀπ’ αὐτῆς ἀφαίρεσις γέγονε, καὶ ἡ κίνησις ἀρχὴν ἕξει καὶ τὸ κινούμενον μέγεθος καὶ οὐκ ἔστιν ἄπειρον· τὸ γὰρ ἔχον ἀρχὴν καὶ τέλος ἔχει καὶ οὐκ ἔστιν ἄπειρον. διὰ τί δὲ καίτοι ἔχων ἐναργῶς, ὅτι πεπερασμένος ἐστὶν ὁ χρόνος τῆς τοῦ οὐρανοῦ περιστροφῆς, οὐκ ἐχρήσατο τῷ ὅλῳ, ἀλλὰ τῷ μετὰ τὴν ἀφαίρεσιν ὡς ἀρχὴν ἔχοντι καὶ πεπερασμένῳ, μαθησόμεθα, οἶμαι, ἐκ τῆς ἐκθέσεως αὐτοῦ τῆς γραμμικῆς.2
“此外,若从有限的时间中减去有限的”至“在其余事物上亦同样如此。” 正如在《物理学》中所论证的,时间伴随着运动,而运动伴随着被运动物之量度以及运动所经由之量度,并且若时间是有限的,则运动以及被运动物与运动所经由者两者的量度亦必然是有限的;因为既没有任何有限的量度能在有限时间内穿过无限的间距,也没有任何无限的量度能在有限时间内穿过有限的间距,正如这一点在彼处亦已得到论证。因此,若天体作圆周运转的时间是已被确定的且有限的——设若发生于二十四小时之内——,则运动与量度亦已被确定,且每一者皆具有起点与终点,并在各处起点伴随着终点,终点伴随着起点;而若是如此,作圆周运动的物体便非无限,即便它是无限地运动着。固然原本可以通过这种方式论证所提出的论题,但他本人将此种处理视为显明而略过,转而通过归谬法以某种方式论证了同一回事。也就是说,现在他假定天是无限的,从而推论出它将在有限时间内穿过无限的间距,并且无限者将具有起点,而这两者皆是不可能的;并在随后的定理中推论出无限者将在有限时间内穿过某一有限的间距,而这本身亦是不可能的。他如此证明眼下的论点:设定天之运转的时间是有限的,即二十四小时,并进而设定,若从有限的时间中减去有限的[时间],则剩余的时间亦必然是有限的,并在从整体中所作的扣除发生之处具有起点;因为若你减去最初的一小时,第二小时的起点便成了剩余时间即二十三小时的起点。因此,他如同在行路的情形中展开论述那样说道,行路的时间哪怕是连续的,若具有一个起点——在彼处扣除了例如一日行路之前的有限时间——,则运动之起点以及被运动物之量度的起点亦将存在;因为运动的起点是依照被运动之量度的起点以及运动所经由者之起点而得以完成的。他说,在其余事物上亦同样如此,显然即在诸运动、诸被运动物以及度量诸运动的时间上。因此,若天的单次运转的时间具有一个起点——在彼处从中所作的扣除发生——,则运动与被运动的量度亦将具有起点,且并非无限;因为具有起点者亦具有终点,且并非无限。然而,他既然已明摆着拥有天的运转时间是有限的这一事实,为何不使用整体,反而使用扣除之后的时间作为具有起点且有限者,我想我们将从他的线形图示中得知。
- 1.42εἰ ὁ χρόνος, φησίν, ὁ τῆς βαδίσεως, κἂν συνεχής ἐστιν, ἔχει ἀρχήν, καθ’ ἣν ἀφῄρηται, ὁ πρὸ τῆς ἡμερησίας, εἰ τύχοι, βαδίσεως πεπερασμένος χρόνος ἔσται καὶ τῆς κινήσεως ἀρχὴ
该处因语序倒装(hyperbaton)以及关系从句的插入而在结构上不易辨明。关系代词从句“καθ’ ἣν ἀφῄρηται...”的主语是紧随其后的主格短语“ὁ πρὸ τῆς ἡμερησίας, εἰ τύχοι, βαδίσεως πεπερασμένος χρόνος”(即“在彼处扣除了例如一日行路之前的有限时间”)。而条件从句“εἰ ὁ χρόνος... ἔχει ἀρχήν”(若行路的时间具有起点)的主节核心结构则是“ἔσται καὶ τῆς κινήσεως ἀρχὴ καὶ τοῦ μεγέθους τοῦ κινουμένου”(运动的起点以及被运动之量度的起点亦将存在)。若将 ὁ πρὸ... πεπερασμένος χρόνος 视为主节的主语,则会导致与 ἔσται 之后的主格成分发生句法冲突。
- 1.42διὰ τί δὲ καίτοι ἔχων ἐναργῶς, ὅτι πεπερασμένος ἐστὶν ὁ χρόνος τῆς τοῦ οὐρανοῦ περιστροφῆς, οὐκ ἐχρήσατο τῷ ὅλῳ, ἀλλὰ τῷ μετὰ τὴν ἀφαίρεσιν ὡς ἀρχὴν ἔχοντι καὶ πεπερασμένῳ, μαθησόμεθα, οἶμαι, ἐκ τῆς ἐκθέσεως αὐτοῦ τῆς γραμμικῆς.
句首的整个间接疑问从句“διὰ τί... οὐκ ἐχρήσατο...”(为何他没有使用……)被前置,作为主句动词“μαθησόμεθα”(我们将得知)的宾语。分词短语“καίτοι ἔχων...”(尽管拥有……)为让步分词,修饰间接疑问从句的潜在主语(亚里士多德)。
