← 辛普里丘

亚里士多德《论天》注释

§203.20-205.15

天体的无限性与圆周运动的不可能性论证

关于亚里士多德《论天》第一卷第五章(271b17–271b28),辛普里丘梳理了论证整体不可能为无限物体的总体构想,并阐释了归谬法论证:即若第一单纯物体(天体)是无限的,则自中心引出的诸线之间的间距必为无限而无法作圆周运动,同时将亚历山大的诠释与自己的理解进行了对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.38

" Ἀνάγκη δὴ πᾶν σῶμα ἤτοι τῶν ἁπλῶν εἶναι ἕως τοῦ ἐκ τῶνδε δῆλον." Προλαβών, ὅτι, εἴπερ ἔστι τὸ ἄπειρον, ἀνάγκη αὐτὸ ἢ ἁπλοῦν ἢ σύνθετον εἶναι ἐκ τοῦ τὸ ἄπειρον σῶμα εἶναι, πᾶν δὲ σῶμα ἢ ἁπλοῦν ἢ σύνθετον εἶναι, προλαβὼν δὲ καί, ὅτι τῶν ἁπλῶν πεπερασμένων πλήθει καὶ μεγέθει καὶ τὸ σύνθετον ἀνάγκη πεπερασμένον εἶναι, διότι τοσοῦτον ἔσται τὸ σύνθετον ὅλον τῷ μεγέθει, ὅσον ἔσται τὸ τῶν συντιθέντων αὐτὸ ἅμα λαμβανομένων, εἶτα δεικνύς, ὅτι οὐδὲν τῶν ἁπλῶν ἄπειρον εἶναι δυνατόν, ἀλλὰ δῆλον, ὅτι πεπερασμένα τῷ πλήθει τὰ ἁπλᾶ καὶ τῷ μεγέθει πεπερασμένα ἐστίν, ἔχει δεδειγμένον ἐναργῶς,1 ὅτι οὐκ ἔστιν ἄπειρον σῶμα οὔτε ἁπλοῦν οὔτε σύνθετον, ὥστε οὐδὲ τὸ πᾶν ἄπειρον. πρῶτον τοίνυν τὸ πρῶτον τῶν ἁπλῶν σωμάτων τὸ οὐράνιον προχειρισάμενος δείκνυσιν, ὅτι ἀνάγκη πεπερασμένον αὐτὸ εἶναι καὶ ἀδύνατον ἄπειρον εἶναι.

“既然一切物体必然要么属于单纯物体[……]至由这些便显而易见。” 既然他预先设定了,若果真存在无限者,由无限者是一个物体而来,它必然要么是单纯的要么是复合的,而一切物体要么是单纯的要么是复合的;并且他也预先设定了,若单纯物体在数量和量度上是有限的,复合物体也必然是有限的,因为复合的整体在量度上恰恰等于构成它的诸部分合在一起时的量度;继而,他表明任何单纯物体都不可能是无限的,相反,显而易见单纯物体在数量上是有限的且在量度上也是有限的,从而他极明晰地论证了:既不存在单纯的也不存在复合的无限物体,因此全宇宙也不是无限的。于是,他首先提出单纯物体中的第一者即天体,表明它必然是有限的,并且不可能为无限。

§1.39

"Εἰ γὰρ ἄπειρον τὸ κύκλῳ φερόμενον σῶμα ἕως τοῦ τῶν γὰρ πεπερασμένων ἀεὶ ἔσται πεπερασμένον." Ὅτι τὸ κυκλοφορητικὸν σῶμα οὐκ ἔστιν ἄπειρον, διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυσιν οὕτως· εἰ ἔστιν ἄπειρον τῷ μεγέθει τὸ οὐράνιον σῶμα, οὐκ ἐνδέχεται κύκλῳ κινηθῆναι τὸν οὐρανόν· ἀλλὰ μὴν κινεῖται κύκλῳ ὁ οὐρανός· οὐκ ἄρα ἐστὶν ἄπειρος. καὶ ἡ μὲν πρόσληψις δήλη, ὅτι κινεῖται ὁ οὐρανὸς κύκλῳ, καὶ ὑπέμνησεν αὐτὴν συντόμως διὰ τοῦ “τὸν δὲ οὐρανὸν ὁρῶμεν κύκλῳ στρεφόμενον.” τὸ δὲ συνημμένον δείκνυσιν οὕτως· εἰ ἔστιν ἄπειρον τῷ μεγέθει τὸ οὐράνιον σῶμα, ἄπειροι ἔσονται αἱ ἀπὸ τοῦ κέντρου ἐκβαλλόμεναι κατὰ μῆκος· εἰ δὲ ἄπειροι κατὰ μῆκος, ἄπειρον τὸ μεταξὺ διάστημα ἕξουσιν αἱ ἐκβαλλόμεναι ἀπὸ τοῦ κέντρου γραμμαί, τουτέστι τὸ μεταξὺ πλάτος· εἰ δὲ τοῦτο, ἀδιεξίτητον ἔσται τοῦτο τὸ διάστημα, καὶ οὐδέποτε κύκλῳ περιενεχθήσεται ὁ οὐρανός. καὶ ὅτι μὲν ἄπειροι αἱ ἐκ τοῦ κέντρου τῷ μήκει, ὡς ὁμολογούμενον ἔλαβεν ἐναργὲς ὄν, εἰ ἄπειρος ὑποτεθείη τῷ μεγέθει ὁ οὐρανός· ὅτι δὲ τὸ μεταξὺ τῶν ἀπείρων κατὰ μῆκος γραμμῶν διάστημα ἄπειρον ἔσται, δείκνυσι πρῶτον σαφηνίσας, ποῖόν ἐστι τοῦτο τὸ διάστημα, ὅτι τὸ οὗ μηδὲν ἔστιν ἔξω λαβεῖν μέγεθος ἁπτόμενον τῶν γραμμῶν·2 τούτου γὰρ τοῦ μεταξὺ τῶν γραμμῶν πλάτους οὐδὲν ἔστιν ἔξωθεν λαβεῖν μέρος ἁπτόμενον αὐτῶν· ἔνδοθεν γάρ ἐστι τὸ ὅλον καὶ ἔνδοθεν ἅπτεται τῶν περιεχουσῶν αὐτὸ γραμμῶν. ὅλως γὰρ ἄπειροι οὖσαι αἱ γραμμαὶ κατὰ μῆκος πῶς ἕξουσί τι ἔξω ἑαυτῶν ἁπτόμενον αὐτῶν; ὥστε οὐδὲ τὸ μεταξὺ τῶν εἰς ἄπειρον ἐκταθεισῶν γραμμῶν διάστημα ἕξει μέρος τι ἑαυτοῦ ἔξω μέγεθος· ἐφάψεται γὰρ τοῦτο τῶν κατὰ τὰς γραμμὰς περάτων, καὶ οὐκέτι ἔσονται ἄπειροι. εἰ οὖν ἄπειροι αὗται, τὸ μεταξὺ τῶν γραμμῶν διάστημα οὐχ ἕξει τι ἔξω ἑαυτοῦ, τὸ δὲ ἐπ’ ἄπειρον ἐκτεινόμενον καὶ μηδὲν ἔχον ἑαυτοῦ ἔξω δῆλον ὅτι ἄπειρόν ἐστιν· εἰ γὰρ ἐπ’ ἄπειρον προϊὸν ἔτι πεπερασμένον ἦν, πάντως εἶχέ τι ἑαυτοῦ ἔξω. καλῶς οὖν ἀπὸ τοῦ μηδὲν ἔχειν ἔξω ἑαυτοῦ μέγεθος τὸ ἐπ’ ἄπειρον προϊὸν μεταξὺ τῶν γραμμῶν διάστημα ἐδήλωσε καὶ ἀπέδειξεν ἅμα τὸ μεταξὺ τῶν γραμμῶν διάστημα ἄπειρον ὄν· τὸ γὰρ πεπερασμένον, φησί, διάστημα μεταξὺ γραμμῶν ὂν καὶ αὐτῶν πεπερασμένων ἐστὶ μεταξύ. ὁ μέντοι Ἀλέξανδρος “οὗ μεγέθους” φησί (τὸ γὰρ διάστημα μέγεθος) “μηδέν ἐστιν, ὃ τῷ ἐκτὸς εἶναι τῶν γραμμῶν ἅπτεται αὐτῶν, ἀλλ’ ἔστιν ἁπτόμενόν τε αὐτῶν καὶ οὐκ ἐκτὸς αὐτῶν”, τοῦτο μεταξύ τέ ἐστιν αὐτῶν διάστημα, καὶ καλῶς καὶ αὐτὸς ἐνόησε τὸ τοῦ μεταξὺ διαστήματος μηδὲν εἶναι ἐκτὸς τῶν ἀπείρων γραμμῶν· εἰ γὰρ ἦν τι αὐτοῦ μέρος ἐκτὸς τῶν γραμμῶν, τὸ ἐντὸς ἐκείνου τὸ μεταξὺ τῶν γραμμῶν πεπερασμένον ἔμελλεν εἶναι· πλὴν ὅτι ὁ Ἀλέξανδρος οὐκ ἐκ τοῦ μηδὲν ἔξω ἔχειν νομίζει συνάγεσθαι τὸ ἄπειρον τοῦ μεταξὺ διαστήματος, ἀλλ’ ἐκ μόνου τοῦ ἀπείρους εἶναι τὰς ἐκ τοῦ κέντρου. μήποτε δὲ ὁ Ἀριστοτέλης τούτῳ μὲν ἑπόμενον ἔλαβεν τὸ μηδὲν ἐκτὸς εἶναι τοῦ μεταξὺ τῶν ἐκ τοῦ κέντρου γραμμῶν διαστήματος, τούτῳ δὲ τὸ ἄπειρον εἶναι τὸ μεταξὺ τῶν γραμμῶν διάστημα·3 οὗ γὰρ ἐπ’ ἄπειρον προϊόντος μηδέν ἐστιν ἐκτός, τοῦτο ἄπειρον ἀνάγκη εἶναι· τοῦ γὰρ πεπερασμένου καὶ ἐπ’ ἄπειρον ἰόντος πάντως ἔστι τι ἐκτὸς λαβεῖν. πρόδηλον δὲ τὸ τὰ μεταξὺ τῶν ἀπείρων γραμμῶν διαστήματα ἄπειρα εἶναι καὶ ἐκ τοῦ κατ’ ἀναλογίαν τῆς τῶν γραμμῶν αὐξήσεως αὔξεσθαι καὶ τὸ μεταξὺ αὐτῶν διάστημα, διὸ καὶ τὸ τῶν πεπερασμένων ἀεὶ ἔσται πεπερασμένον, ὡς καὶ αὐτός φησιν Ἀριστοτέλης· τούτῳ δὲ ἀκολουθεῖ τῶν μὴ πεπερασμένων τὸ μεταξὺ ἄπειρον εἶναι.

“因为若沿圆周运动的物体是无限的[……]至因为有限者之间的间距必始终有限。” 至于作圆周运动的物体不是无限的,他通过归谬法如此表明:若天体在量度上是无限的,天便不可能作圆周运动;然而天确实在作圆周运动;因此它不是无限的。而小前提是显而易见的,即天作圆周运动,他借由“然而我们看见天沿圆周旋转”简短地提醒了这一点。至于这一假言命题,他是这样表明的:若天体在量度上是无限的,由中心引出的诸线在长度上将是无限的;而若在长度上是无限的,由中心引出的诸直线在它们之间的间距上就将拥有无限,也就是说它们之间的宽度是无限的;而若如此,这一间距便不可遍历,天就绝不可能沿圆周旋转。由中心引出的诸直线在长度上是无限的,若假定天在量度上是无限的,这一事实是明白的,他将其作为无可争议的前提采纳;然而在长度上无限的诸直线之间的间距将是无限的,他首先通过澄清这究竟是怎样的间距来加以表明,即它是“在其外部不能截取任何触及这些线的量度者”;因为在诸线之间的这一宽度之外,不可能在其外部截取到触及它们的任何部分;因为整体都在内部,且从内部触及包含它的诸直线。因为诸直线在长度上既然全然无限,它们怎能拥有自身外部触及它们的事物呢?因此,延展至无限的诸线之间的间距,自身外部也不会拥有任何作为量度的部分;因为这一部分将会触及诸线上的端点,而它们便不再是无限的了。由此,若这些线是无限的,诸线之间的间距在自身外部便一无所有,而向无限延展且在自身外部一无所有者,显然是无限的;因为若它向无限前进却仍是有限的,它就无论如何都会在自身外部拥有某种事物。因此,他由向无限前进的诸线之间的间距在自身外部不具有任何量度这一事实,极好地说明并同时证明了诸线之间的间距是无限的;因为他指出,诸线之间的有限间距,也是处于本身有限的诸线之间的。然而亚历山大说:“其中没有任何因处于诸线之外而触及它们的事物,反倒是既触及它们又不处于它们之外的量度(因为间距即是量度)”,这便是它们之间的间距;而且他自己也很好地理解了中间的间距没有任何部分处于无限的诸线之外;因为若它有某种部分处于诸线之外,在那之内的诸线之间的部分就必定是有限的了;只是亚历山大认为中间间距的无限性并非由其外部一无所有推导而来,而仅仅是由自中心引出的诸线是无限的推导而来。然而,难道亚里士多德不是将自中心引出的诸线之间的间距在外部一无所有当作紧随于此[诸线的无限]者,而将诸线之间的间距是无限的当作紧随于那[外部一无所有]者吗?因为对于向无限前进者而言,凡在其外部一无所有者,就必然是无限的;因为对于有限且向无限延伸者而言,无论如何都可以在其外部截取到某种事物。而无限诸线之间的诸间距是无限的,这从依照诸线的增长比例它们之间的间距也成比例增长这一点来看也是预先显然的,因此正如亚里士多德自己也说的,“有限者之间的间距必始终有限”;而随之而来的便是,非有限者之间的间距是无限的。

语法注3 条
  1. 1.38Προλαβών, ὅτι, εἴπερ ἔστι τὸ ἄπειρον, ἀνάγκη αὐτὸ ἢ ἁπλοῦν ἢ σύνθετον εἶναι ἐκ τοῦ τὸ ἄπειρον σῶμα εἶναι, πᾶν δὲ σῶμα ἢ ἁπλοῦν ἢ σύνθετον εἶναι, προλαβὼν δὲ καί, ὅτι τῶν ἁπλῶν πεπερασμένων πλήθει καὶ μεγέθει καὶ τὸ σύνθετον ἀνάγκη πεπερασμένον εἶναι, διότι τοσοῦτον ἔσται τὸ σύνθετον ὅλον τῷ μεγέθει, ὅσον ἔσται τὸ τῶν συντιθέντων αὐτὸ ἅμα λαμβανομένων, εἶτα δεικνύς, ὅτι οὐδὲν τῶν ἁπλῶν ἄπειρον εἶναι δυνατόν, ἀλλὰ δῆλον, ὅτι πεπερασμένα τῷ πλήθει τὰ ἁπλᾶ καὶ τῷ μεγέθει πεπερασμένα ἐστίν, ἔχει δεδειγμένον ἐναργῶς

    整个长句的骨干是由前面的几个分词 Προλαβών...、προλαβὼν δὲ καί... 以及 εἶτα δεικνύς... 依附于主句的迂回完成式动词短语 ἔχει δεδειγμένον ἐναργῶς 构成。两个 προλαβών 从句分别引出亚里士多德预设的逻辑前提(其一为无限物体必为单纯或复合,其二为单纯者有限则复合者亦有限),δεικνύς 从句则引出后续的展开(论证单纯物体无一无限),由此共同统摄并得出结论:他已极其清晰地确立了不存在任何无限物体。

  2. 1.39τὸ οὗ μηδὲν ἔστιν ἔξω λαβεῖν μέγεθος ἁπτόμενον τῶν γραμμῶν

    此处引用并阐发了亚里士多德原文(271b31-32)的定义。关系代词 οὗ 是由前置词 ἔξω 支配的属格,不定式 λαβεῖν 的直接宾语为 μέγεθος ἁπτόμενον τῶν γραμμῶν。字面意思为“在其外部不能截取任何触及诸线的量度者”,意指该间距完全被两条发散的无限射线所包夹,从而在其外部不存在触及这些界线的任何部分。

  3. 1.39μήποτε δὲ ὁ Ἀριστοτέλης τούτῳ μὲν ἑπόμενον ἔλαβεν τὸ μηδὲν ἐκτὸς εἶναι τοῦ μεταξὺ τῶν ἐκ τοῦ κέντρου γραμμῶν διαστήματος, τούτῳ δὲ τὸ ἄπειρον εἶναι τὸ μεταξὺ τῶν γραμμῶν διάστημα

    虚词 μήποτε 与直陈式动词(ἔλαβεν)连用,表达委婉的断定或推测(“难道不是……吗 / 或许……”)。在 τούτῳ μὲν ... τούτῳ δέ 的对称结构中,前一个 τούτῳ 指代前文所述的“自中心引出的诸线是无限的”,后一个 τούτῳ 则指代“间距外部一无所有”。辛普里丘针对亚历山大的观点(认为外部一无所有并非无限性的论据),提出亚里士多德是建立了一个两阶段推论:诸线无限推导出外部一无所有,而外部一无所有进而推导出间距是无限的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:203.20-205.15