← 辛普里丘

亚里士多德《论天》注释

§202.20-203.19

本原设定中的误差与探究无限的重要性

辛普里丘阐明自然哲学家之间的分歧源于其对本原的不同设定,并通过归纳(关于极小不可分量的假设颠覆几何学基础)与论据(本原在能力上的巨大作用),论证了辨明全宇宙究竟是无限还是有限为何构成了自然哲学的核心课题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.37#2

καὶ μέντοι διὰ ταύτην τὴν διαφωνίαν οἱ μὲν ἀναιροῦσι τὴν γένεσιν ἐκκρίσει πάντα ὑφίστασθαι λέγοντες, ὥσπερ Ἀναξαγόρας, οἱ δὲ ἐξ ἑνὸς πάντα γίνεσθαι λέγουσι κατ’ εὐθεῖαν, ὡς Ἀναξίμανδρος καὶ Ἀναξιμένης, οἱ δὲ καὶ γένεσιν εἶναι λέγουσι καὶ ἐξ ἀλλήλων τὴν γένεσιν ποιοῦσι τὴν ἄλλου φθορὰν ἄλλου γένεσιν ὁρῶντες, ὡς οἱ πεπερασμένας τὰς ἀρχὰς λέγοντες. ὅτι δὲ τὸ ἐν ταῖς ἀρχαῖς ἐλάχιστον δοκοῦν παρόραμα προϊοῦσι μυριοπλάσιον φαίνεται, καὶ ἐκ τῆς ἐπαγωγῆς ἐπιστώσατο καὶ ἐκ τοῦ λόγου· ἐκ μὲν τῆς ἐπαγωγῆς, ὅτι Δημόκριτος ἢ ὅστις ἂν οὕτως ὑπόθοιτο μικρά τινα ὑποθέμενοι1 τὰς ἀρχὰς καὶ ἐλάχιστα μεγέθη διὰ τὸ μεγίστην δύναμιν ὡς ἀρχὰς ἔχειν ἁμαρτόντες περὶ αὐτὰ τὰ μέγιστα τῶν ἐν γεωμετρίᾳ ἐκίνησαν τὸ ἐπ’ ἄπειρον εἶναι τὰ μεγέθη διαιρετά,2 δι’ ὃ καὶ τὴν δοθεῖσαν εὐθεῖαν δίχα τεμεῖν δυνατόν. καὶ χαριέντως τὸ ἐλάχιστον παρόραμα ἐπὶ τῆς κατὰ τὸ ἐλάχιστον μέγεθος ὑποθέσεως διὰ τὸ μεγίστην δύναμιν ὡς ἀρχὴν ἔχειν ὡς μεγίστων αἴτιον ἁμαρτημάτων γινόμενον ἔδειξε. τὸ δὲ αὐτὸ τοῦτο καὶ διὰ τοῦ λόγου παρέστησε τὴν αἰτίαν προσθείς· ἡ γὰρ ἀρχή, φησί, δυνάμει μείζων ἢ μεγέθει ἐστί, διὸ καὶ τὸ μικρὸν δοκοῦν περὶ τὴν ἀρχὴν παρόραμα δυνάμει μέγιστον ὄν προϊοῦσιν ἐκφαίνεται καὶ γίνεται παμμέγεθες. εἰ δὲ τὸ ἐλάχιστον μέγεθος ἐν ἀρχῆς λόγῳ κακῶς ὑποτεθὲν μεγίστων αἴτιον ἁμαρτημάτων γίνεται, τὸ ἄπειρον μέγεθος ἐν ἀρχῇ κακῶς ὑποτεθὲν πολλῷ μειζόνων ἂν κακῶν αἴτιον γίνοιτο. εἰ τοίνυν τὸ ἄπειρον καὶ ὡς ἀρχὴ τῶν ὄντων παρά τινων ὑποτίθεται καὶ ἐν ταῖς ἀρχαῖς τοῦ ποσοῦ ζητεῖται (τό τε γὰρ συνεχὲς ποσὸν καὶ τὸ διωρισμένον ἢ πεπερασμένα ἐστὶν ἢ ἄπειρα), δῆλον, ὅτι μεγίστην ἔχει δύναμιν καὶ πλείστην ποιήσει διαφορὰν ἐν τοῖς ἀπὸ τῆς ἀρχῆς τὸ εἶναι τὸ ἄπειρον ἢ μὴ εἶναι·3 διὸ χρὴ τοῦτο διακρῖναι, εἴτε ἔστι σῶμα ἄπειρον εἴτε μὴ ἔστι τὸ τοῦ παντός· εἰ γὰρ ἔστιν ὅλως ἄπειρον, τοῦτο ἂν εἴη. ὅτι δὲ ἀρχῆς ἔχει δύναμιν τὸ ἄπειρον, δῆλον· καὶ γὰρ ὁ ζητῶν, εἰ ἄπειρος ὁ κόσμος ἐστὶν εἴτε μή, ζητεῖ, εἰ ἀρχή τις ἔστιν ἄπειρος· οὐ γὰρ οἷόν τε τὸν κόσμον ἄπειρον εἶναι μὴ ἐν ταῖς ἀρχαῖς οὔσης ἀπειρίας, ἀρχαὶ δὲ τοῦ κόσμου τὰ ἁπλᾶ σώματα, ὧν πεπερασμένων ὄντων τῷ ἀριθμῷ, εἰ καὶ τὸ μέγεθός ἐστι πεπερασμένον, ἔσται καὶ τὸ ἐξ αὐτῶν πεπερασμένον.

而且事实上,正是由于这一分歧,一些人废除了生成,如阿那克萨哥拉那样,主张一切事物都通过析出而成立;另一些人则主张一切事物直线式地由单一者生成,如阿那克西曼德与阿那克西美尼;还有一些人则既主张存在生成,又将彼此生成确立起来,见出一方的毁灭即是另一方的生成,如那些主张本原有限的人。至于在诸本原中看似极微的疏漏对于前进者会显得万倍放大,他不仅由归纳而且由论据予以证实:由归纳而言,乃是因为德谟克利特或任何这样假设的人,将本原假定为某种微小且极微的量度,由于它们作为本原具有最大的效力,他们在涉及它们时出了差错,便动摇了几何学中最大的前提,即量度是无限可分的,也正因此才能够将给定的直线一分为二。他巧妙地表明,在关于极微量度的假设中,那极微的疏漏由于作为本原拥有最大的效力,会成为最大错误的起因。而他通过附加原因,借由论据也陈明了同一事实:因为他指出,本原在能力上大于在量度上,是以关于本原看似微小的疏漏,由于在能力上是最大的,向着前进者显露出来并变得硕大无朋。然而,若在作为本原的说明中错误假定的极微量度尚且成为最大错误的起因,那么在起初错误假定的无限量度就必然会成为大得多的祸患的原因。因此,若无限者一方面被某些人假定为存在者的本原,另一方面又在数量的诸本原中受到探讨(因为无论是连续的数量还是离散的数量,要么是有限的,要么是无限的),显然,无限者的存在与否具有最大的效力,并且在源自本原的事物中会产生最大的差异;因此必须判明这一点,即全宇宙的物体究竟是无限的,还是不是无限的;因为如果全然存在某种无限者,便当是这全宇宙的物体。而无限者具有本原的效力是显而易见的;因为探讨宇宙是无限还是不无限的人,实际上是在探讨是否存在某种无限的本原;因为在诸本原中若不存在无限性,宇宙便不可能无限,而宇宙的诸本原乃是单纯物体,在它们数目有限的情况下,若其量度也是有限的,由它们构成者也必然是有限的。

语法注3 条
  1. 1.37Δημόκριτος ἢ ὅστις ἂν οὕτως ὑπόθοιτο μικρά τινα ὑποθέμενοι

    尽管主语是单数名词 Δημόκριτος 以及不定关系代词 ὅστις,随后的分词 ὑποθέμενοι 和主动词 ἐκίνησαν 却采用了复数形式。这是根据意义一致(constructio ad sensum)或破格构文(anacoluthon)的用法,将单数主语视为学派代表,并在意义上指向采用该假说的复数群体(德谟克利特及其追随者)。

  2. 1.37ἐκίνησαν τὸ ἐπ’ ἄπειρον εἶναι τὰ μεγέθη διαιρετά

    动词 ἐκίνησαν(“动摇了”、“推翻了”)的直接宾语是 τὰ μέγιστα τῶν ἐν γεωμετρίᾳ,随后的带冠词不定式从句 τὸ ἐπ’ ἄπειρον εἶναι τὰ μεγέθη διαιρετά 则充当同位语(apposition),用以具体说明在几何学中被动摇的这一“最大前提”的内容。

  3. 1.37τὸ εἶναι τὸ ἄπειρον ἢ μὴ εἶναι

    该从句的句法骨架为 δῆλον, ὅτι [主语] μεγίστην ἔχει δύναμιν...。置于句末的中性单数带冠词不定式短语 τὸ εἶναι τὸ ἄπειρον ἢ μὴ εἶναι(“无限者的存在与否”)充当 ἔχει 和 ποιήσει 的真正语法主语,因倒装(hyperbaton)被移至谓语之后。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:202.20-203.19