- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:205.16-207.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘探讨了有关亚里士多德关于发散直线间距向无限增大之论证的文本异读与几何学术语,阐明了由天体旋转之事实否定无限物体存在的推论,并转述了亚历山大基于稠密与稀薄等差异否定任何无限物体存在的普遍论证。
" Ἔτι δὲ εἰ ἔστιν τοῦ δοθέντος μεῖζον λαβεῖν ἕως τοῦ ὁ αὐτὸς λόγος καὶ περὶ τοῦ διαστήματος." Καὶ τοῦτο δεικτικόν ἐστι τοῦ ἄπειρον εἶναι τὸ μεταξὺ τῶν γραμμῶν διάστημα, μᾶλλον δὲ τοῦ ἐπ’ ἄπειρον αὔξεσθαι αὐτό· εἰ γὰρ ἔστι τοῦ δοθέντος ἐν αὐτῷ μεγέθους ἀεὶ μεῖζον κατὰ τὸ πλάτος λαβεῖν, ὥσπερ τοῦ δοθέντος ἀριθμοῦ ἀεὶ μείζονα, ἀνάγκη, ὡς ὁ ἀριθμὸς ἐπ’ ἄπειρον αὔξεται διὰ τοῦτο, οὕτως καὶ τὸ μεταξὺ τῶν γραμμῶν πλάτος ἐπ’ ἄπειρον αὔξεσθαι· τὸ δὲ ἐπ’ ἄπειρον αὐξόμενον οὐκ ἔχει πέρας· ἄπειρον ἄρα καὶ ἀδιεξίτητον. διχῶς δὲ φέρεται ἡ γραφή, ἡ μὲν ἔτι δὲ εἰ ἔστιν, ἡ δὲ ἔτι δὲ ἀεὶ ἔστι· καὶ δῆλον, ὅτι σαφεστέρα αὕτη· ἀνελλιπὴς γάρ, οἶμαι, καὶ ἡ προτέρα.1 δῆλον γάρ, ὅτι περὶ τοῦ ἄπειρον εἶναι τὸ μεταξὺ διάστημα ἔστιν ἡ ἀπόδειξις, ὅπερ ἀκολουθεῖ καὶ τῷ μηδὲν ἔχειν ἐκτὸς ἐπ’ ἄπειρον προϊὸν καὶ τῷ τοῦ δοθέντος εἶναι μεῖζον λαβεῖν· τὸ δὲ τοῦ δοθέντος μεῖζον λαβεῖν κατὰ γεωμετρικὴν εἰρημένον συνήθειαν ἔχει τὸ ἀεὶ συνεμφαινόμενον.
“此外,若可以在所给定的之外截取更大的量度[……]至关于间距也有同样的论述。” 这同样论证了诸直线之间的间距是无限的,或者毋宁说是向无限增大的。因为若在诸线之间的间距中,在宽度上始终可以在所给定的量度之外截取更大的量度——正如在所给定的数之外始终可以截取更大的数一样——,必然的是,如同数因这一缘故向无限增大一样,诸直线之间的宽度也同样向无限增大;而向无限增大者没有极限;因此它是无限且不可遍历的。此处行文有两种传本流传:一种是“此外,若可以”,另一种是“此外,始终可以”;显然,后一种读法更为明晰;但在我看来,前一种读法同样自足而不残缺。因为显而易见,论证所关涉的是中间的间距是无限的,而这一点既紧随于向无限前进且在外部一无所有,也紧随于可以在所给定的之外截取更大的量度;而“在所给定的之外截取更大者”是按照几何学的惯用语表达的,它本身就同时蕴含着“始终”之意。
"Εἰ οὖν τὸ μὲν ἄπειρον μὴ ἔστι διελθεῖν ἕως τοῦ τὸν δὲ οὐρανὸν ὁρῶμεν κύκλῳ στρεφόμενον." Δείξας, ὅτι ἄπειρον ἔσται τὸ πλάτος τὸ μεταξὺ τῶν ἐκ τοῦ κέντρου ἐκβαλλομένων γραμμῶν ἀπείρων καὶ αὐτῶν οὐσῶν, εἴπερ ἄπειρον εἴη τὸ κυκλοφορητικὸν σῶμα, ἐπάγει, ὅτι ἀπείρου ὄντος τοῦ μεταξὺ τῶν γραμμῶν διαστήματος οὐκ ἐνδέχεται κινηθῆναι κύκλῳ. εἰ γὰρ τὸ μεταξὺ διάστημα δυεῖν εὐθειῶν ἀλλήλων πλησίον ἀπὸ τοῦ κέντρου ἐκβαλλομένων ἀδιεξίτητον, πολὺ μᾶλλον ἡ πᾶσα περιφέρεια, ἧς μέρος ἦν ὀλίγον τὸ ληφθὲν διάστημα· εἰ οὖν τὸν οὐρανὸν ὁρῶμεν κύκλῳ στρεφόμενον καθ’ ἑκάστην ἡμέραν, δῆλον, ὅτι, ὅπερ ἂν σημεῖον τοῦ κύκλου κινούμενον ἐπὶ τῆς περιφερείας ληφθῇ, τοῦτο2 ἐν τῇ περιφορᾷ οὐχ ἓν μόνον, ἀλλὰ πάντα τὰ μεταξὺ τῶν ἐκ τοῦ κέντρου ἐκβαλλομένων εὐθειῶν διαστήματα διέξεισι· καίτοι, εἰ ἄπειρον ἦν τὸ μεταξὺ δυεῖν εὐθειῶν, οὐδ’ ἂν ἐκεῖνο διεξῆλθεν. εἰ οὖν ἀπείρου ὄντος κατὰ μέγεθος τοῦ οὐρανίου σώματος ἀδύνατον κύκλῳ κινηθῆναι τὸν οὐρανόν, φαίνεται δὲ ὁ οὐρανὸς κύκλῳ περιφερόμενος καὶ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ καθιστάμενος, δῆλον, ὅτι ἀδύνατον ἄπειρον εἶναι κατὰ μέγεθος τὸ τοῦ οὐρανοῦ σῶμα. εἰπὼν δέ, ὅτι τὸν δὲ οὐρανὸν ὁρῶμεν κύκλῳ στρεφόμενον, καὶ ἀπὸ τῆς αἰσθήσεως τὴν πρόσληψιν τοῦ συλλογισμοῦ πιστωσάμενος καὶ τῷ λόγῳ φησὶ δεδεῖχθαι τοῦτο ἐκείνου τοῦ λόγου ὑπομιμνήσκων ἡμᾶς, ἐν ᾧ ἐδείκνυ ἀναγκαῖον εἶναί τι σῶμα ἁπλοῦν, ὃ πέφυκε φέρεσθαι τὴν κύκλῳ κίνησιν κατὰ τὴν αὑτοῦ φύσιν. ὁ δὲ Ἀλέξανδρος κοινῶς ἐπιχειρῶν δείκνυσιν, ὅτι οὐδὲν σῶμα οὔτε τῶν ἁπλῶν οὔτε τῶν συνθέτων εἴη ἂν ἄπειρον. “πᾶν γὰρ σῶμα, φησὶν ὡς ἐπὶ τῶν ἁπλῶν λέγων, ἤτοι πυκνόν ἐστιν ἢ μανόν· ὑπὸ γὰρ ταύτας τὰς διαφορὰς πᾶν σῶμα πίπτει· ταῦτα δὲ ἤτοι ἄμφω πεπερασμένα ἢ ἄμφω ἄπειρα, ἢ τὸ μὲν ἄπειρόν ἐστιν αὐτῶν, τὸ δὲ πεπερασμένον. ἀμφότερα μὲν οὖν ἀδύνατον ἄπειρα εἶναι· ἔσται γὰρ πλείω σώματα ἄπειρα, ὅπερ ἐστὶν ἀδύνατον· τὸ γὰρ ἄπειρον πανταχοῦ, ὥστε, εἰ θάτερον εἴη ἄπειρον, οὐκ ἂν εἴη θάτερον. ἀλλὰ καὶ τὸ ἐξ ἀμφοτέρων τῶν ἀπείρων συγκείμενον ἢ ἴσον ἔσται ἑκατέρῳ αὐτῶν ἢ μεῖζον ἑκατέρου· οὐ γὰρ δὴ ἔλαττον· ἀλλ’ εἰ μὲν μεῖζον, ἄπειρον ἀπείρου μεῖζον ἔσται καὶ ἄπειρον ἀπείρου διπλάσιον, εἴπερ ἴσα εἴη ἄμφω τὰ ἄπειρα· τὸ δὲ διπλάσιον καὶ τὸ ἥμισυ ἐν πεπερασμένοις ἐστίν. εἰ δὲ ἴσον ἑκατέρῳ τῶν ἀπείρων τὸ ἐξ ἀμφοῖν, ἄτοπον ἀπείρου διαστήματος προστεθέντος τινὶ μηδεμίαν αὔξησιν γεγονέναι, ὅπου γε, κἂν μικρότατον σῶμα προστεθῇ σώματι, ἀνάγκη τὸ ὅλον γεγονέναι μεῖζον. ἔτι δέ, φησίν, εἰ ἄμφω τὰ ἁπλᾶ ἄπειρα, ἤτοι ἴσα ἔσται ἢ ἄνισα· ἀλλ’ εἰ μὲν ἴσα, ἔσται ἴσων μέτρων· τὰ δὲ ἴσων ὄντα μέτρων μεμέτρηται καὶ πεπέρανται, ὥστε οὐκ ἄπειρα, ὥστε οὐδὲ τὸ ἐξ αὐτῶν ἄπειρον· εἰ δὲ ἄνισα, τὸ ἕτερον αὐτῶν μεῖζον ἔσται καὶ ὑπερέχον· ἀλλὰ τὸ ὑπερεχόμενον πᾶν, καθὸ ὑπερέχεται, πεπέρανται, ὥστε οὐκ ἄμφω ἄπειρα. ὅλως δέ, ᾧ ὑπερέχει τὸ ἄπειρον τοῦ ἀπείρου,3 ἢ πεπερασμένον ἀνάγκη τοῦτο εἶναι ἢ ἄπειρον· καὶ εἰ μὲν πεπερασμένον, καὶ τὸ ὅλον ἔσται πεπερασμένον· καὶ γὰρ τὸ μέχρι τῆς ὑπεροχῆς πεπερασμένον, καὶ πεπερασμένῳ μέρει καταμετρεῖται τὸ ὅλον.
“因此,若不可能遍历无限[……]至然而我们看见天沿圆周旋转。” 在表明了若作圆周运动的物体是无限的,则由中心引出的诸直线之间的宽度在诸线本身是无限的情况下也必是无限的之后,他继而指出:在诸线之间的间距是无限的情况下,不可能作圆周运动。因为若由中心引出的两条彼此相临近的直线之间的间距尚且不可遍历,那么作为整体的整个圆周(所截取的间距只是其微小的一部分)就更是如此了;由此,若我们每天都看见天沿圆周旋转,显而易见,无论在圆周上截取圆的哪一个运动着的点,该点在旋转中都不仅遍历一个,而是遍历由中心引出的诸直线之间的全部间距;然而,若两条直线之间的间距是无限的,它连这一个间距都无法遍历。因此,若在天体在量度上是无限的情况下天不可能作圆周运动,而天却显现为沿圆周旋转并由相同之处回到相同之处,那么显而易见,天的物体在量度上绝不可能是无限的。在说出“然而我们看见天沿圆周旋转”并通过感觉确证了推论的小前提之后,他又指出这一点也已通过理性证明得以阐明,提醒我们注意那个论证,即他在其中曾表明:必然存在某种单纯物体,它依其本性生来就作圆周运动。然而亚历山大进行了更具普遍性的论述,表明无论是单纯物体还是复合物体,没有任何物体可以是无限的。“因为他宛如就单纯物体而言地说道,一切物体要么是稠密的要么是稀薄的;因为一切物体都归入这些差异之下;而这两者要么皆是有限的,要么皆是无限的,要么其中之一是无限的而另一者是有限的。两者皆为无限是不可能的;因为那样将存在多个无限的物体,而这是不可能的;因为无限者无所不在,以至于若其中一者是无限的,另一者便不可能存在。不仅如此,由两个无限者复合而成的整体,要么等于它们中的每一个,要么大于每一个;因为绝不可能更小;但若更大,则一个无限将大于另一个无限,且一个无限将是另一个无限的两倍(如果两个无限者是相等的话);然而双倍和一半只存在于有限事物之中。另一方面,若由两者构成的整体等于无限者中的每一个,那么在向某物添加了一个无限间距之后却未产生任何增大,这实属荒谬,尤其是即便向一个物体添加极小的物体,其整体也必然变得更大。此外,他说道,若两个单纯物体皆为无限,它们要么相等要么不相等;但若相等,它们就将具有相等的度量;而具有相等度量的事物是已被度量且已被限定的,从而不是无限的,因而由它们复合而成的整体也不是无限的;但若不相等,它们中的一者就将更大且具有超出;然而凡被超出者,在其被超出的限度内皆已被限定,从而两者并非皆为无限。总而言之,一个无限超出另一个无限的差额,必然要么是有限的要么是无限的;而若是有限的,整体也将是有限的;因为直至超出之处的部分也是有限的,并且整体是由一个有限的部分度量尽的。”
- 1.40ἀνελλιπὴς γάρ, οἶμαι, καὶ ἡ προτέρα.
省略系动词 ἐστί 的名词谓语结构,意为“前一种[读法]也是不残缺的”。在对两个异读的比较中,指出带有假定连词 εἰ 的传本(ἡ μὲν ἔτι δὲ εἰ ἔστιν)在句法上同样是自足完整的,无需增补。
- 1.41ὅπερ ἂν σημεῖον τοῦ κύκλου κινούμενον ἐπὶ τῆς περιφερείας ληφθῇ, τοῦτο
先行词名词(σημεῖον)被纳入关系从句的结构。关系代名词 ὅπερ 与 ἄν 及虚拟语气 ληφθῇ 结合,构成泛指让步条件(“无论截取圆的哪一个运动着的点”),随后由主句的指示代词 τοῦτο 呼应承接。
- 1.41ᾧ ὑπερέχει τὸ ἄπειρον τοῦ ἀπείρου
关系代词 ᾧ 与 ὑπερέχει 连用,作表示差额或程度的与格(“一个无限超出另一个无限的差额/超出量”),用于规定后随主句代词主语 τοῦτο 的内涵。
