← 辛普里丘

亚里士多德《论天》注释

§201.11-202.20

宇宙有限性与无限性探究的引入

在亚里士多德于《天论》第一卷第五章开头转入探讨宇宙之有限与无限之际,辛普利丘将自己关于全书首要论题的看法与亚历山大的观点进行对比,并阐明判明物体是否无限为何是自然哲学家的立论关键以及早期自然哲学家学说分歧的根源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.37#1

" Ἀλλ’ ἐπεὶ δῆλον περὶ τούτων, καὶ περὶ τῶν λοιπῶν σκεπτέον ἕως τοῦ διόπερ περὶ αὐτοῦ λεκτέον ἐξ ἀρχῆς ἀναλαβοῦσιν·" Ὁ Ἀλέξανδρος προκεῖσθαί φησι περὶ τοῦ παντὸς κόσμου ζητεῖν, εἰ ἄπειρος ἢ πεπερασμένος· καὶ γὰρ ἐν ἀρχῇ τοῦτο προβαλλόμενος ἀνεβάλετο, ὅτε ἔλεγε “περὶ μὲν οὖν τῆς τοῦ παντὸς φύσεως, εἴτε ἄπειρός ἐστι κατὰ τὸ μέγεθος εἴτε πεπέρανται τὸν σύνολον ὄγκον, ὕστερον ἐπισκεπτέον”. μέλλων δὲ τὸ πεπερασμένον αὐτοῦ δεικνύναι ἐκ τοῦ μηδὲν τῶν ἁπλῶν, ἐξ ὧν συνέστηκεν, ἄπειρον εἶναι, ἐπειδὴ οὐκ ἦν περὶ τοῦ πέμπτου σώματος δεικνύναι, ὅτι οὐκ ἐστὶν ἄπειρον, μὴ πρότερον περὶ τῆς οὐσίας αὐτοῦ εἰπόντα καὶ δείξαντα, ὅτι ἔστι τι πέμπτον σῶμα, διὰ τοῦτο μετ’ ἐκείνους τοὺς λόγους ἐπὶ τὸ προκείμενον ἐλθὼν δείκνυσιν, ὅτι καὶ τῷ μεγέθει πεπερασμένα ἐστὶ τὰ ἁπλᾶ πέντε σώματα. τῷ γὰρ ὄντι προδείξας ἐκ τῶν κινήσεων, ὅτι τῷ ἀριθμῷ πεπέρανται τὰ ἁπλᾶ πέντε ὄντα, δεικνὺς δὲ νῦν καὶ τῷ μεγέθει, ἔχει πεπερασμένον,1 ὅτι πᾶς ὁ κόσμος πεπερασμένος τῷ μεγέθει ἐστίν. ἀλλ’ ὁ μὲν Ἀλέξανδρος καὶ τὴν ὅλην πραγματείαν περὶ τοῦ παντὸς κόσμου προηγουμένως εἶναι νομίζων ἀκολούθως καὶ ταῦτα πρὸς τὴν περὶ τοῦ παντὸς θεωρίαν ἐκδέχεται. εἰ δὲ ἀληθῶς πρότερον εἶπον, ὅτι προηγουμένως περὶ τῶν ἁπλῶν σωμάτων ἐν ταύτῃ διδάσκειν τῇ πραγματείᾳ προτίθεται, μετὰ τὴν περὶ τῶν ἀρχῶν θεωρίαν, ἐξ ὧν τὰ φυσικὰ συνέστηκε σώματα καὶ πρῶτα τὰ ἁπλᾶ, καὶ τὸ ἄπειρον δὴ καὶ πεπερασμένον προηγουμένως μὲν ἐπὶ τῶν ἁπλῶν στοιχείων προβάλλεται ζητεῖν καὶ δείκνυσιν, ὅτι πεπερασμένα καὶ κατὰ τὸν ἀριθμὸν καὶ κατὰ τὸ μέγεθος, ἑπόμενον δὲ καὶ τὸν ὅλον κόσμον τὸν ἐκ τῶν ἁπλῶν συνεστῶτα τούτων πεπερασμένον εἶναι δικαίως προστίθησιν. καλῶς δὲ ἐπὶ τὸ καθολικώτερον ἀνάγων τὸν λόγον, πότερον ἔστι τι σῶμα, φησίν, ἄπειρον ἢ τοῦτο ἕν τι τῶν ἀδυνάτων, ἐκ διαιρέσεως ἀναγκαίας λαβών, ὅτι, εἴ τι ἔστιν ἄπειρον τῷ μεγέθει σῶμα, ἢ ἁπλοῦν τί ἐστιν ἢ σύνθετον, καὶ δείξας, ὅτι οὐδὲν τῶν ἁπλῶν ἄπειρον τῷ μεγέθει, ἔχων δέ, ὅτι καὶ τῷ πλήθει πεπερασμένα τὰ ἁπλᾶ σώματά ἐστιν, ἀναγκαίως ἑπόμενον ἔχει, ὡς εἶπον, ὅτι καὶ τὸ σύνθετον ὅλον πεπέρανται. πρῶτον δὲ δείκνυσιν, ὅτι ἀναγκαῖος τῷ φυσικῷ ὁ διακρίνων λόγος, εἴτε ἔστι τι σῶμα ἄπειρον εἴτε μή, ἐκ τοῦ ταύτην τὴν διαφορὰν αἰτίαν γενέσθαι σχεδὸν πάσης τῆς παρὰ τοῖς φυσιολόγοις ἐναντιώσεως· διὰ ταύτην γὰρ οἱ μὲν ἕνα κόσμον καὶ πεπερασμένον ἔλεγον, ὅσοι μὴ ἐδέχοντο τὸ ἄπειρον ἐν ἀρχῇ, ὡς Ἀριστοτέλης καὶ Πλάτων, οἱ δὲ ἕνα ἄπειρον, ὡς Ἀναξιμένης, ἀέρα ἄπειρον τὴν ἀρχὴν εἶναι λέγων, οἱ δὲ καὶ τῷ πλήθει ἀπείρους κόσμους, ὡς Ἀναξίμανδρος μὲν ἄπειρον τῷ μεγέθει τὴν ἀρχὴν θέμενος ἀπείρους ἐξ αὐτοῦ τῷ πλήθει κόσμους ποιεῖν δοκεῖ, Λεύκιππος δὲ καὶ Δημόκριτος ἀπείρους τῷ πλήθει τοὺς κόσμους ἐν ἀπείρῳ τῷ κενῷ καὶ ἐξ ἀπείρων τῷ πλήθει τῶν ἀτόμων συνίστασθαί φησι·2 καὶ εἴη ἂν λέγων ἀρχὴν πασῶν τῶν ἐναντιώσεων τὸ ὑποθέσθαι τὸ ἄπειρον ἢ μὴ ὑποθέσθαι, ὅτι οἱ κόσμοι καὶ τὰς ἄλλας ἐναντιώσεις πάσας περιέχουσι.

“然而,既然关于这些问题已明,关于其余的问题也须探讨”直至“因此必须从头捡起关于它的论述”。 亚历山大说,提出的课题乃是探讨整个宇宙是无限的还是有限的;因为在开头提出这一点时,他就曾推迟对此的考察,当时他说:“那么,关于整个宇宙的本性,无论是就其体积而言是无限的,还是就其全部质量而言已受限制,都须在以后予以考察。”由于他打算根据构成宇宙的单纯物体无一为无限这一事实来证明宇宙是有限的,而关于第五种物体,若不事先论及其实体并证明存在某种第五种物体,便不可能证明它不是无限的,正因如此,他在那些论据之后进入当前的课题,证明这五种单纯物体就体积而言也是有限的。事实上,既然他先前已根据诸运动证明单纯物体作为五者在数目上是有限的,而如今又证明它们在体积上也是有限的,他便确立了整个宇宙在体积上是有限的结论。然而,亚历山大既然认为整部著作首要探讨的是整个宇宙,便顺理成章地将这些内容也理解为朝向关于全宇宙的考察。但若我先前所言属实,即在关于构成自然物体、首先是构成单纯物体的诸原理的考察之后,他在这部著作中首要打算讲授的是单纯物体,那么他首要提出的探讨无限与有限也就是针对单纯元素,并证明它们在数目和体积上都是有限的,进而理所当然地补充这一推论:由这些单纯物体构成的整个宇宙也是有限的。他恰切地将论证提升至更为普遍的层面,问道:“究竟是否存在某种无限的物体,抑或这是一件不可能的事情”,他从必然的划分中得出,若存在某种在体积上无限的物体,它要么是单纯的,要么是复合的;并且既然他已证明单纯物体无一在体积上是无限的,又掌握着单纯物体在数目上也是有限的这一前提,正如我所说的,他就必然得出复合的整体也是有限的推论。然而首先,他指出判明是否存在某种无限物体的论据对自然哲学家而言是不可或缺的,这是基于以下事实:这一分歧几乎成了自然哲学家之间一切对立的原因。因为正由于这一分歧,那些不在本原中承认无限的人,如亚里士多德与柏拉图,主张宇宙是单一且有限的;而另一些人则主张宇宙是单一且无限的,如阿那克西美尼,他主张无限的气是本原;还有一些人则主张在数目上存在无限多个宇宙,正如阿那克西曼德将本原设定为在体积上无限,似乎由此产生数目上无限的诸宇宙,而留基伯与德谟克利特则主张数目无限的诸宇宙在无限的虚空中由数目无限的原子所构成;并且,由于诸宇宙也包容了所有其余的对立,他所谓的一切对立的开端,指的应当就是设定无限与不设定无限。

语法注2 条
  1. 1.37ἔχει πεπερασμένον

    动词 ἔχει 带有述语性的完成时被动分词 πεπερασμένον(源自 περαίνω,“得出结论、完成论证”),并统摄后面的 ὅτι 从句,意为“得出/确立了……这一结论”。这与前后表示“有限的”的同根词 πεπερασμένα 构成了修辞上的双关呼应。

  2. 1.37Λεύκιππος δὲ καὶ Δημόκριτος ... φησι

    单数动词 φησί 与并列的双重主语(Λεύκιππος δὲ καὶ Δημόκριτος)连用。这种句法要么是根据语义一致(将留基伯与德谟克利特视为原子论这一单一哲学学派或观点的代表),要么属于受近处或整体概念影响的单数动词变通用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:201.11-202.20