- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:199.16-201.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘总结了对斐洛庞奴斯批驳天体理论的回应,论证了圆周运动和谐地产生于自然、灵魂与智性等多重原因,捍卫了亚里士多德关于天体单纯性与永恒性的证明,并在痛斥对手追逐虚名后转向亚里士多德的下一段文本。
εἰ οὖν καὶ τὰ εἴδη τούτων καὶ τὰ συγγενῆ αὐτῶν συνεῖλεν εἰς τὴν δυάδα τῆς ἐναντιώσεως, τί ἄτοπον ἦν καὶ τὸ τῆς ἐναντιώσεως ἐξῃρημένον ὡς ἓν παραλαβεῖν τῶν ἁπλῶν; εἰ δὴ ταῦτα ἀληθῆ λέγω, μάτην ἂν εἴη πάντα φλυαρήσας οὗτος1 τὰ ἐν τοῖς κοινοῖς, ὡς λέγει, ἐπιχειρήμασιν, ἔτι δὲ μάτην, εἴ τις ἐφιστάνοι, ὅτι καὶ ταῦτα τοῖς πρότερον ὑπ’ αὐτοῦ ῥηθεῖσιν ὡς ἀνελέγκτως εἰρημένοις ἐπαναπαύεται καίτοι σαθροῖς οὕτως καὶ ἀσυνέτοις, ὡς οἶμαι, δεδειγμένοις. Ἐπεὶ δὲ ἐν τοῖς κατὰ μέρος ὡς ὁμολογούμενον ἔλαβεν, ὅτι ἡ τοῦ Κρόνου σφαῖρα βραδύτερον τῶν ὑπ’ αὐτὴν κινεῖται, γινωσκέτω μὴ πάντως τοῦτο οὕτως ἔχειν· δυνατὸν γὰρ ἦν τὴν τοῦ μεγέθους ὑπεροχὴν πολλὴν οὖσαν, κἂν θᾶττον ἐκινεῖτο τῶν ὑπ’ αὐτήν, βραδυτέραν τὴν ἀποκατάστασιν ποιεῖσθαι.2 ἐπειδὴ δὲ καὶ τοιοῦτόν τι προστέθεικεν, ὡς, εἰ μὴ φυσικῶς τὸ οὐράνιον σῶμα τὴν κύκλῳ φορὰν κινεῖται, ἀλλ’ ὑπὸ ψυχῆς, ὡς ἐπὶ τῶν ζῴων, ἢ ὑπὸ ἄλλης τινὸς ὑπερτέρας δυνάμεως, οὐδὲ ὅτι γενητὸς οὐδὲ ὅτι ἀγένητός ἐστιν ὁ οὐρανὸς ἐκ τῆς κινήσεως αὐτοῦ δυνατὸν συλλογίσασθαι, καὶ τὸν Ἀριστοτέλην μαρτύρεται ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως ἐξ ὑπερτέρας αἰτίας λέγοντα κινεῖσθαι τὸν οὐρανόν, δῆλός ἐστιν οὐκ ἐννοῶν,3 ὅτι δυνατὸν τὴν αὐτὴν κίνησιν ἀπὸ διαφόρων αἰτιῶν ἐπιτελεῖσθαι καὶ ἄλλως μὲν ὑπὸ φύσεως κυκλοφορεῖσθαι τὸ οὐράνιον ὡς σῶμα φυσικόν, ἄλλως δὲ ὑπὸ ψυχῆς ὡς ἔμψυχον καὶ ὑπὸ νοῦ πάλιν ὡς ἔννουν· καὶ ἀπὸ μὲν τοῦ νοῦ ἀκινήτου ὄντος τὸ ἀκίνητον καὶ ἀνέκλειπτον καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐπιτελούμενον τῆς κινήσεως ὑποδέχεται, ἀπὸ δὲ τῆς ψυχῆς κατὰ τὰς μεταβατικὰς ἐκείνης νοήσεις τοῦ ἀεὶ ἐν τέλει, ἄλλοτε δὲ ἄλλῳ, τῆς μεταβατικῆς κινήσεως ἀπολαύει· κατὰ δὲ τὴν ἑαυτοῦ φύσιν ὁ οὐρανὸς ἔχει τὸ δύνασθαί τε καὶ ἐνεργεῖν τὰς τῇ οὐσίᾳ τῇ τοιᾷδε προσηκούσας ἐνεργείας, ὧν μία καὶ ἡ κυκλοφορία οἰκεία τῇ ἁπλότητι. καὶ δῆλον, ὅτι κατὰ τὴν φυσικὴν ἐπιτηδειότητα καὶ τὰ ἀπὸ νοῦ καὶ τὰ ἀπὸ ψυχῆς ἀγαθὰ παραγίνεται· οὐ γὰρ ἔστιν ἔννουν εἶναι μὴ πρότερον ἔμψυχον ὑπάρχον· “νοῦν γὰρ ἄνευ ψυχῆς ἀδύνατον παραγενέσθαι τῳ”, φησὶν ὁ Πλάτων· οὐδὲ ἔμψυχον ἄνευ φύσεως. διὸ καὶ ὁ Ἀριστοτέλης τὴν ψυχὴν ἐντελέχειαν εἶναι σώματος οὐ τοῦ τυχόντος φησίν, ἀλλὰ φυσικοῦ, ὥστε, κἂν ἔμψυχος καὶ ἔννους ὁ οὐρανός, οὐ κωλύεται καὶ φυσικὸς εἶναι, μᾶλλον δὲ ἀνάγκη φυσικὸν ὄντα καὶ ψυχῆς μετέχειν καὶ νοῦ, ὥστε καὶ τὴν κυκλοφορίαν κἂν ἀπὸ ψυχῆς ἔχῃ καὶ νοῦ, ἀλλ’ ἔτι πρότερον ἀπὸ φύσεως. καὶ ἦν μέν, οἶμαι, δυνατὸν καὶ ῥᾷον ἴσως καὶ ὡς ἀπὸ ψυχῆς καὶ ὡς ἀπὸ νοῦ τῆς κυκλοφορίας οὔσης ἐξ αὐτῆς δειχθῆναι τὴν τοῦ οὐρανοῦ ἀιδιότητα· τοιγαροῦν καὶ δέδεικται ἀίδιος ἡ κυκλοφορία ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς κατὰ τὴν ἀπὸ τοῦ ἀκινήτου αἰτίου μετάδοσιν. ἐν τούτοις δὲ ὁ Ἀριστοτέλης ὡς ἀπὸ φυσικῆς κινήσεως τὴν ἀιδιότητα προέθετο δεῖξαι, διότι κατὰ τὴν ἐξῃρημένην ἀπὸ τῶν ὑπὸ σελήνην ὑπόστασιν τὴν ἀιδιότητα καὶ τὴν ὑπεροχὴν ἐβουλήθη δεῖξαι τοῦ οὐρανοῦ. ἀλλ’ οὗτος μὲν οἴεται καὶ τούτους λελυκὼς τοὺς λόγους τοὺς δεικνύντας τῇ κύκλῳ κινήσει μὴ εἶναι ἐναντίαν κίνησιν καὶ τοὺς ἐν Φυσικῇ τὰ γινόμενα ἐξ ἐναντίων γίνεσθαι λέγοντας καὶ τὰ φθειρόμενα εἰς ἐναντία φθείρεσθαι τρόπαιον ἀνωρθωκέναι τι τὴν καταγέλαστον ταύτην βίβλον κατὰ τῆς τοῦ οὐρανοῦ ἀιδιότητος. εἰ δὲ ἐφάνη πολλαχοῦ μὲν μηδὲ παρακολουθῶν τοῖς ὑπὸ τοῦ Ἀριστοτέλους καὶ τῶν ἐξηγητῶν αὐτοῦ λεγομένοις, πανταχοῦ δὲ κενὴν ὄντως καὶ μάταιον δόξαν ἑαυτῷ περιποιεῖν νομίζων ἐκ τῆς πρὸς τοὺς ἐν φιλοσοφίᾳ κλεινοὺς ἀντιλογίας, οὗτος μὲν κείσθω μετ’ ἰχθύσιν ἐν τῷ τῆς ἀλογίας πόντῳ νηχόμενος, κείσθω δὲ καὶ μετ’ ἐκείνου,4 ὃν φασιν ἀπερριμμένον ὄντα τινὰ καὶ βουλόμενον ὁπωσοῦν ὀνομαστὸν γενέσθαι τὸν τῆς Ἐφεσίας Ἀρτέμιδος ἐμπρῆσαι νεών. ὁ γὰρ τὴν φθορὰν τοῦ οὐρανοῦ κατὰ πάντα τρόπον συνιστάνειν ἐπιχειρῶν ἢ μᾶλλον ἐπιθυμῶν διὰ τὸ ὀνομαστὸς γενέσθαι, τάχ’ ἄν, εἴ τινα δύναμιν εἶχε, διὰ τὸ τυχεῖν τοῦ σπουδαζομένου καὶ τῆς φθορᾶς τοῦ οὐρανοῦ συνεφήψατο· ἡμᾶς δὲ ποτίμοις λοιπὸν λόγοις χρὴ τὴν ἁλμυρὰν ταύτην ἀκοὴν ἀποκλύσασθαι καὶ μεταβαίνειν ἐπὶ τὰ ἑξῆς τῶν Ἀριστοτέλους. ἐπειδὴ δὲ καὶ τὰ ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως ἀίδιον τὴν κυκλοφορίαν δεικνύντα πειρᾶται διελέγχειν οὗτος καὶ πρὸς τὰς ἀδεσπότους, ὥς φησι, κατασκευὰς τῆς ἀιδιότητος ὑπαντᾶν τοῦ κόσμου, νῦν μὲν ἐάσθω τέως ἐκεῖνα· τὰ γὰρ ἐν τῇ Περὶ οὐρανοῦ ὑπὸ τοῦ Ἀριστοτέλους ἀποδειχθέντα βουλόμενος καὶ ὑπὸ τῆς νέας ταύτης φλυαρίας ἀσάλευτα μεμενηκότα δεῖξαι τοῖς φιλομαθέσιν, εἰς ταύτην περιεσπάσθην τὴν ἀσχολίαν· εἰ δέ ποτε δόξει καὶ τὰ λοιπὰ τῶν ὑπὸ τούτου ῥηθέντων βασανίσαι, ἀπ’ ἄλλης ἀρχῆς αὐτῶν ποιήσομαι τὴν ἐξέτασιν.
因此,如果他把这些[火与土]的形式及其同族之物也归并入相反性的二分之中,那么把那超拔于相反性之外的事物作为单纯体之一来接纳,又有什么荒谬之处呢?如果我在这方面所言属实,那么这个人所谓普遍论据中的一切饶舌便都成为徒劳;假若有人注意到,这些论据也是依赖于他先前所说的那些言论——仿佛它们是无从辩驳的一样——然而正如我所认为的,那些言论已被证明是如此漏洞百出且缺乏理智,那么这些论据就更加徒劳了。既然他在个别论据中把土星天球的运动比其下的天球更慢当作公认的事实来采纳,那么他就应当知道,情况绝非必然如此;因为其体积的巨大优势完全可能使得它即便运动得比其下的天球更快,却做出更慢的周期回归。况且,既然他又补充了这样一种说法:如果天体并非依照本性做圆周运行,而是像动物的情形那样由灵魂所推动,或者由某种更高阶的权能所推动,那么根据其运动就既不可能推知天是生成的,也不可能推知天是不生的;并且他还援引亚里士多德在《物理学讲义》第八卷中所说天是由更高因所推动作为见证。显而易见,他未能领会:同一种运动完全可能由不同的原因来达成,天作为自然物体依照本性而作圆周运行是一回事,作为具有灵魂之物由灵魂来推动又是一回事,作为具有智性之物再次由智性来推动又是另一回事。天从不动的智性那里领受其运动的不动性、不竭性,以及始终依照同样方式并整齐划一地完成的特征;而从灵魂那里,依照灵魂推移性的思维,天享有一种始终在终极之中——但在不同时刻处于不同终极之中——的推移性运动;然而依照自身的天性,天具有能够实现并且确实正在实现适合于这样一种实体的诸活动的权能与现实活动,其中之一便是适于其单纯性的圆周运行。而且显而易见的是,源于智性之善与源于灵魂之善,乃是顺应自然适应性而产生的;因为如果不预先作为具有灵魂之物而存在,就不可能具有智性——正如柏拉图所言:“因为对任何事物而言,无灵魂则绝不可能具有智性” ——而无自然也绝不可能具有灵魂。正因如此,亚里士多德也说灵魂并不是任何随便物体的完满实现,而是自然物体的完满实现;所以,即使天具有灵魂和智性,也并不妨碍它同时是自然的,倒不如说,既然它是自然的,就必然也分有灵魂和智性;以致即使它从灵魂和智性中获得圆周运行,也是在此之前先从自然中获得的。而且我想,把圆周运行视为源于灵魂和源于智性,并直接由此证明天的永恒性,不仅是可能的,而且或许更容易;所以,在《物理学》第八卷中,圆周运行确实根据来自不动动因的传递而被证明是永恒的。但在此处,亚里士多德之所以打算基于自然运动来证明其永恒性,是因为他希望根据天超拔于月下之物的存在状态来表明天的永恒性与超越性。然而,这个人却自以为既化解了那些证明圆周运动无相反运动的论证,又化解了《物理学》中关于生成之物源于相反者、消灭之物归于相反者的论述,从而把这部可笑的书立为反对天之永恒性的一座凯旋碑。如果他在许多地方甚至未能理解亚里士多德及其注释家们所说的话,而在一切地方都自以为能通过与哲学名宿的争辩为自己博得真正空洞虚妄的名声,那么就让这个人同鱼群一起弃置在荒谬的大海中游弋吧,也让他同传说中那个卑贱无名、一心想以任何方式成名而焚毁以弗所阿尔忒弥斯神庙的家伙一同被弃置吧。因为那个企图以一切方式确立天的消灭,或者更确切地说是为了成名而渴望天之消灭的人,假若拥有任何力量,为了达到其汲汲以求的目的,恐怕也会亲手参与使天消灭的勾当;然而我们今后应当用甘美的言辞洗净这咸涩的听闻,转入亚里士多德接下来的文句。既然这个人还企图驳倒《物理学讲义》第八卷中证明圆周运行为永恒的论证,并力图应对他所谓宇宙永恒性的“无主”论据,那么眼下就姑且把那些搁置一旁吧;因为我为了向好学者们表明亚里士多德在《天论》中所论证的内容即便面对这新的胡言乱语也依然岿然不动,才被卷入这项纷繁的劳作;但若日后觉得有必要考验此人所说的其余论点,我将从另一开端对它们进行审视。
- 1.36μάτην ἂν εἴη πάντα φλυαρήσας οὗτος
分词 φλυαρήσας 与带 ἄν 的系词 εἴη 构成迂说式潜在结构(具有完成体含义),意为“此人……的一切饶舌便都成为徒劳”。πάντα 作 φλυαρήσας 的同族/内涵宾语。
- 1.36κἂν θᾶττον ἐκινεῖτο τῶν ὑπ’ αὐτήν, βραδυτέραν τὴν ἀποκατάστασιν ποιεῖσθαι
κἂν(καὶ ἐάν 的缩合形)在此作 καὶ εἰ(“即使”)解,在让步从句中统辖未完成过去时直陈式 ἐκινεῖτο(“即使它运动得更快”)。主句则为由 δυνατὸν ἦν 所统辖的不定词 ποιεῖσθαι。
- 1.36δῆλός ἐστιν οὐκ ἐννοῶν
形容词 δῆλος 与主格分词(ἐννοῶν)连用的人称句构(即 δῆλός εἰμι 结构),意义等同于非人称的“显而易见,他未能领会……”。
- 1.36οὗτος μὲν κείσθω ... κείσθω δὲ καὶ μετ’ ἐκείνου
第三人称命令式 κείσθω 在 μὲν ... δέ 结构中重复并列。此处 κείσθω 并非字面上的物理躺置,而是带有轻蔑与唾弃意味的比喻性表达(“就让此人与……弃置一处吧”)。
