← 辛普里丘

亚里士多德《论天》注释

§1.2-2.25

论著旨趣与在自然学著作中的定位

辛普里修阐述了亚历山大、伊安布利柯和叙利亚诺斯等人关于亚里士多德《论天》旨趣(skopos)的见解,并在自然学著作的整体划分中指明本书的定位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#1

Τὸν σκοπὸν τῆς Περὶ οὐρανοῦ Ἀριστοτέλους πραγματείας ὁ Ἀλέξανδρος περὶ κόσμου φησίν· οὐρανὸν γὰρ τριχῶς ὑπὸ τοῦ Ἀριστοτέλους ἐν τούτοις λέγεσθαι τήν τε τῶν ἀπλανῶν σφαῖραν καὶ ὅλον τὸ θεῖον καὶ κυκλοφορικὸν σῶμα, ὅπερ καὶ ἔσχατον οὐρανὸν ἐν τούτῳ τῷ βιβλίῳ μετὰ προσθήκης καλεῖ, καὶ ἔτι μέντοι τὸν κόσμον, ὥσπερ καὶ Πλάτων ὠνόμασεν “ὁ δὴ πᾶς οὐρανός,” λέγων, “ἢ κόσμος ἢ καὶ ἄλλο τί ποτε κατονομαζόμενος ἂν δέχοιτο.” καὶ τὸν Θεόφραστον δὲ μαρτύρεται ἐν τῷ περὶ οὐρανοῦ μὴ περὶ τοῦ θείου σώματος λέγοντα μόνον, ἀλλὰ καὶ περὶ τῶν ἐν γενέσει καὶ περὶ τῶν τοιούτων ἀρχῶν. περὶ κόσμου οὖν φησιν ὁ Ἀλέξανδρος καὶ περὶ τῶν ἐν αὐτῷ πέντε σωμάτων τοῦ τε οὐρανίου καὶ τῶν ὑπὸ σελήνην τεσσάρων, πυρός, ἀέρος, ὕδατος, γῆς. ἐπήγαγε δὲ αὐτὸν εἰς ταύτην τὴν ὑπόνοιαν τά τε περὶ τοῦ ὅλου κόσμου ἐν τῷ πρώτῳ προβληθέντα βιβλίῳ, πότερον εἷς ὁ κόσμος ἢ πολλοὶ καὶ πότερον πεπερασμένος ἢ ἄπειρος καὶ ἀγένητος καὶ ἄφθαρτος ἢ οὔ, καὶ τὸ ἐν τοῖς δύο τοῖς πρώτοις ταύτης τῆς πραγματείας βιβλίοις περὶ τοῦ κυρίως οὐρανοῦ εἰπόντα ἐν τῷ τρίτῳ καὶ τετάρτῳ περὶ τῶν τεσσάρων στοιχείων ποιήσασθαι τὸν λόγον1 ὡς ἀκόλουθον τῷ περὶ τοῦ πρώτου σώματος. διὸ καὶ τοῦ τρίτου πάλιν ἀρχόμενος, ὅτι περὶ σωμάτων ἔστιν ἡ φυσικὴ πραγματεία, διδάσκει, καὶ συμπεραινόμενος τὰ προειρημένα τάδε γέγραφε “περὶ μὲν οὖν τοῦ πρώτου τῶν στοιχείων εἴρηται καὶ ποῖόν τι τὴν φύσιν καὶ ὅτι ἄφθαρτον καὶ ἀγένητον· λοιπὸν δὲ περὶ τοῖν δυοῖν εἰπεῖν”, δύο λέγων τὰς δύο συζυγίας τήν τε τοῦ κούφου, ἐν ᾧ πῦρ καὶ ἀήρ, καὶ τὴν τοῦ βαρέος, ἐν ᾧ ὕδωρ καὶ γῆ. ὁ δὲ θεῖος Ἰάμβλιχος τὸν σκοπὸν περὶ τοῦ οὐρανίου καὶ θείου σώματος ἐν τούτοις ποιησάμενον περιλαβεῖν φησι καὶ τὴν περὶ τοῦ κόσμου ὅλου θεωρίαν, ὡς ἂν περιεχομένην ἐν αὐτῇ κατ’ οὐσίαν καὶ δουλεύουσαν αὐτῇ πρὸς ἀπεργασίαν τῆς γενέσεως, οὐ μὴν ἀλλὰ καὶ περὶ τῶν στοιχείων καὶ τῶν ἐν τοῖς στοιχείοις ἐνυπαρχουσῶν δυνάμεων, ἐπειδὴ ταῦτα πάντα ἀπ’ οὐρανοῦ ἤρτηται καὶ τῶν κατ’ αὐτὸν περιόντων. Συριανὸς δὲ ὁ μέγας καὶ οἱ μετ’ αὐτὸν ἀκολουθοῦντες αὐτῷ περὶ τοῦ κυρίως οὐρανοῦ τουτέστι τοῦ ἀιδίου καὶ κυκλοφορητικοῦ σώματος τὴν πραγματείαν εἶναί φασιν εἰς τὴν ἐπιγραφήν, ὡς ἔοικεν, ἀποβλέποντες καὶ οὐκ ἀποδεχόμενοι τὸν Ἀλέξανδρον περὶ κόσμου καὶ τῶν ἁπλῶν τοῦ κόσμου σωμάτων λέγοντα τὸν σκοπόν. καὶ γὰρ ὅσα, φασί, περὶ τῶν τεσσάρων στοιχείων ἐνταῦθα λέγεται, οὐ προηγουμένως, ἀλλ’ εἰς τὴν περὶ τῶν οὐρανίων θεωρίαν σωμάτων συντελεῖ· τοῦ γὰρ δεῖξαι χάριν, ὅτι οὐκ ἐκ τῶν τεσσάρων στοιχείων τὸ οὐράνιον σῶμα, ἀλλ’ ἁπλοῦν, οὔτε ἓν τῶν τεσσάρων, ἀλλὰ ἕτερόν τι παρὰ ταῦτα μήτε κουφότητα μήτε βάρος ἔχον ὥσπερ ἐκεῖνα, τὸν πρόσθεν πάντα λόγον διῆλθε τὰ μὲν κοῦφα λέγων ἐκείνων, τὰ δὲ βαρέα, καὶ εἰς δύο τὰ τέσσαρα συνεῖλε τό τε κοῦφον καὶ τὸ βαρύ. ἕκαστος δὲ τῶν εἰρημένων τῇ διαιρέσει τῶν Ἀριστοτέλους φυσικῶν συγγραμμάτων, ὡς οἶμαι, παρακολουθοῦντες τὸν καθ’ ἑαυτὸν σκοπὸν ἀποδίδωσι.2 τούτων γὰρ τὰ μέν ἐστι περὶ τῶν φυσικῶν ἀρχῶν τῶν κοινῇ πᾶσιν ὑπαρχουσῶν τοῖς φυσικοῖς πράγμασιν οἷον ὕλης καὶ εἴδους καὶ κινήσεως καὶ τόπου καὶ χρόνου καὶ περὶ τῆς φύσεως αὐτῆς καὶ τῶν παρυφισταμένων αὐτῇ ποιητικῶν αἰτίων καὶ ἔτι τῶν δοκούντων μὲν ὑπάρχειν τοῖς φυσικοῖς, μὴ ὑπαρχόντων δέ, ὡς περὶ κενοῦ καὶ ἀπείρου, περὶ ὧν τὰ βιβλία τῆς ἐπιγραφομένης Φυσικῆς ἀκροάσεως διδάσκει. μετὰ δὲ τὰς ἀρχὰς τῶν φυσικῶν σωμάτων ὄντων ἔδει λοιπὸν περὶ αὐτῶν τῶν σωμάτων διδάσκειν.3

亚历山大说,亚里士多德的《论天》著作的旨趣是关于宇宙的。因为他说,“天”在这些篇章中被亚里士多德按三种意义使用:恒星天球;整个神圣且作圆周运动的物体——在此书中他还带有附加修饰地称之为“终极的天”;此外还有宇宙,正如柏拉图也称之为,他说:“这整个天,或宇宙,或无论被称作什么其他它能接受的名称。”而且他还引泰奥弗拉斯托斯作证,后者在《论天》中不仅论及神圣的物体,而且还论及处于生成中的事物以及诸如此类的原理。因此亚历山大说,[该书的旨趣]是关于宇宙以及其中的五种物体,即天体与月下的四种:火、气、水、土。将他引导至这一看法的,既有第一卷中关于整个宇宙提出的诸问题——究竟宇宙是一个还是多个,是有限的还是无限的,是不生不灭的还是并非如此——也有在这一著作的前两卷中论述了本义上的天之后,[亚里士多德]在第三卷和第四卷中把关于四元素的论述作为关于第一物体的论述的承续来进行这一事实。因此,他在重新开始第三卷时也教导说,自然学的探究是关于物体的,并且在总结前述内容时写道:“关于诸元素中的第一种,已经说明了它在本性上是怎样的,以及它是不灭且不生的;剩下的则是论述那两个”,他所说的“两个”是指两个配对,即包含火与气的轻者之配对,以及包含水与土的重者之配对。然而神圣的伊安布利柯说,他(亚里士多德)在这些篇章中虽然以天体的、神圣的物体为旨趣,但也囊括了关于整个宇宙的探究,因为宇宙在本质上包含在天体之中,并且为了生成的完成而服侍于它,不仅如此,还包括关于元素以及内在于元素中的诸能力的探究,因为这一切都悬系于天以及围绕天运转的事物。但伟大的叙利亚诺斯以及追随他的后继者们则说,这部著作是关于本义上的天,即永恒且作圆周运动的物体的,他们看来着眼于标题,而不赞同亚历山大把旨趣说成是关于宇宙及宇宙之简单物体的。因为他们说,这里关于四元素所说的内容,并非首要地,而是为了有助于关于天体的探究;因为为了表明天体并非由四元素构成,而是简单的,也不是四元素之一,而是独立于它们的另一种事物,不像它们那样具有轻或重,他才检视了所有前面的论述,把它们中的一些称为轻的,另一些称为重的,并将这四者归结为两个,即轻与重。但我认为,上述诸人各自追随亚里士多德自然学著作的划分,给出了各自的旨趣。因为在这些著作中,一部分是关于共同属于一切自然事物的自然原理,例如质料、形式、运动、处所、时间,以及关于自然本身和与它并存的动力因,此外还有那些看似属于自然事物而实际并不属于的事物,如关于虚空与无限,冠以《物理学讲义》之名的各卷正是对此进行教导。而在原理之后,既然自然事物是物体,接下来就有必要对物体本身进行教导了。

语法注3 条
  1. 1.0καὶ τὸ ἐν τοῖς δύο τοῖς πρώτοις ταύτης τῆς πραγματείας βιβλίοις περὶ τοῦ κυρίως οὐρανοῦ εἰπόντα ἐν τῷ τρίτῳ καὶ τετάρτῳ περὶ τῶν τεσσάρων στοιχείων ποιήσασθαι τὸν λόγον

    由定冠词引出的不定式短语 τὸ ... ποιήσασθαι 与前面的 τά ... προβληθέντα 并列,共同充当主动词 ἐπήγαγε 的主语。分词 εἰπόντα 为阳性单数宾格,与不定式 ποιήσασθαι 的逻辑主语(亚里士多德)一致。

  2. 1.0ἕκαστος δὲ τῶν εἰρημένων τῇ διαιρέσει τῶν Ἀριστοτέλους φυσικῶν συγγραμμάτων, ὡς οἶμαι, παρακολουθοῦντες τὸν καθ’ ἑαυτὸν σκοπὸν ἀποδίδωσι.

    虽然主语 ἕκαστος(单数)与主句谓语动词 ἀποδίδωσι(单数)保持一致,但伴随分词 παρακολουθοῦντες 却采用了复数形式。这属于依据意念的一致(constructio ad sensum),是由于属格修饰语 τῶν εἰρημένων 实际上指代复数学者所致。

  3. 1.0μετὰ δὲ τὰς ἀρχὰς τῶν φυσικῶν σωμάτων ὄντων ἔδει λοιπὸν περὶ αὐτῶν τῶν σωμάτων διδάσκειν.

    短语 τῶν φυσικῶν σωμάτων ὄντων 为独立属格结构(genitive absolute),表原因(“既然自然事物是物体”)。其中 τῶν φυσικῶν 为中性复数属格名词化用法(“自然事物”),σωμάτων 作其表语名词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:1.2-2.25