- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:197.18-199.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘论证直线运动的元素本性上也适于静止因而在被阻滞时并非徒劳,而作圆周运动的天体若停止运动便沦为徒劳;接着他指出天体间的差异未达至相反性,并未破坏其作为第五实体的单纯性。
καὶ γὰρ καὶ ἡ γῆ καὶ τὸ ὕδωρ καὶ ὁ ἀὴρ καὶ κινεῖσθαι καὶ ἵστασθαι πέφυκε, καὶ τὸ πῦρ δέ, ὅπερ ἀεικίνητον δοκεῖ, εἴπερ ποτὲ μὲν κάτωθεν ἄνω, ποτὲ δὲ ἄνωθεν κινεῖται, αἱ δὲ ἐναντίαι κινήσεις στάσει διαλαμβάνονται, δηλονότι ἵσταται καὶ αὐτὸ μεταξὺ τῶν ἐναντίων κινήσεων· τὰ δέ γε κύκλῳ κινούμενα συνεχῆ πεφυκότα κινεῖσθαι κίνησιν, εἰ στήσονται, μάτην ἂν εἴη. καὶ τὰ μὲν κατ’ εὐθεῖαν ἀντικινούμενα ἐναντίας ἔχοντα τὰς κατὰ φύσιν ῥοπὰς διὰ τὰς ἐναντίας ἐν αὐτοῖς δραστικὰς καὶ παθητικὰς ποιότητας συναντῶντα ἀλλήλοις δρᾶν εἰς ἄλληλα καὶ πάσχειν ὑπ’ ἀλλήλων πέφυκε καὶ ἐξ ἀλλήλων τὴν γένεσιν ἔχειν· τὰ δὲ κύκλῳ κινούμενα μήτε κουφότητα μήτε βάρος ἔχοντα δηλονότι οὐδὲ τὰς δραστικὰς καὶ παθητικὰς ἔχει ποιότητας, θερμότητας, ψύξεις, ξηρότητας, ὑγρότητας· ἢ γὰρ ἂν καὶ κουφότητας εἶχον καὶ βαρύτητας. μὴ δρῶντα δὲ εἰς ἄλληλα μηδὲ πάσχοντα ὑπ’ ἀλλήλων οὐδὲ μεταβάλλειν εἰς ἄλληλα πέφυκεν, ὥστε, εἰ τὸ ἰσχυρότερον ὑπαντῶν εἰς τὴν ἑαυτοῦ κίνησιν περιάγοι τὸ ἀσθενέστερον, ἐπὶ μὲν τῶν κατ’ εὐθεῖαν μεταβαλλόμενον τὸ περιαγόμενον εἰς τὸ περιάγον καὶ προσθήκη ἐκείνου γινόμενον οὐκ ἂν εἴη μάτην προσαῦξον αὐτό, καὶ ὅτι χρείαν ἐποίησέ τινα καὶ ὅτι μηκέτι ἔστιν αὐτό· ἐπὶ δὲ τῶν κύκλῳ κινουμένων τὸ περιαγόμενον μήτε μεταβάλλειν πεφυκὸς εἰς τὸ περιάγον μήτε τὴν ἑαυτοῦ ἐνέργειαν ἐνεργοῦν μάτην ἂν εἴη. διὸ καὶ τῷ τοῦ ὑποδήματος ὑποδείγματι προσεχρήσατο ὁ Ἀριστοτέλης, ὅπερ ἔστι μέν, τὴν δὲ ἐνέργειαν τὴν ἑαυτοῦ οὐκ ἀποδίδωσιν· τοιοῦτον γὰρ τὸ μάτην ὄν·1 τὸ δὲ μεταβάλλον εἰς ἄλλο οὔτε ἔστιν ἔτι καὶ αὐτὸ τὸ μὴ εἶναι αὐτοῦ χρείαν τῷ παντὶ συνεισήγαγεν. Οὐκ ἀρκεσθεὶς δὲ οὗτος ταῖς πρὸς τὰ κατὰ μέρος ἀντιλογίαις κοινὰ ἐπιχειρήματα περὶ τῆς τῶν οὐρανίων κινήσεως ἐκτίθεται δεικνύναι σπουδάζων, ὅτι ἑτεροειδεῖς εἰσιν αὐτῶν αἱ κινήσεις καὶ διὰ τοῦτο καὶ αἱ οὐσίαι. ἀνάγκη τοίνυν κἀνταῦθα τὰ μὲν κοινῶς πρὸς τὸν ὅλον αὐτοῦ σκοπὸν τῆς ἀντιλογίας ἀντιγράψαι, τὰ δὲ ἰδίᾳ τῶν οὐ καλῶς εἰρημένων ἕκαστον ἐπισκέψασθαι.2 κοινῶς μὲν οὖν πρὸς τὸν ὅλον λέγω σκοπόν, ὅτι τὸ κυκλοφορητικὸν ἅπαν ὡς ἓν τοῦ εὐθυφορουμένου παντὸς ἐξῃρημένον ὁ Ἀριστοτέλης δεῖξαι προθέμενος καὶ ἄλλην ἔχον παρ’ ἐκεῖνο φύσιν3 τὴν μὲν ἐπ’ εὐθείας κίνησιν ἔδειξεν εἰς ἐναντία διῃρημένην, τὴν δὲ κύκλῳ μηδὲν ἔχουσαν ἐναντίον. ἔχων δὲ ἐν τοῖς Φυσικοῖς προαποδεδειγμένον, ὅτι ἐκ τῶν ἐναντίων αἱ γενέσεις καὶ εἰς τὰ ἐναντία αἱ φθοραί, συνήγαγεν εἰκότως, ὅτι τὰ μὲν ὑπὸ σελήνην ἅτε εὐθυφορούμενα γίνεσθαι καὶ φθείρεσθαι ἀνάγκη, τὰ δὲ οὐράνια κύκλῳ κινούμενα ἀγένητα καὶ ἄφθαρτα διατελεῖν. κἂν ἔστιν οὖν διαφορὰ κατὰ τὰς κινήσεις ἐν τοῖς οὐρανίοις, ἀλλ’ οὐ μέχρι ἐναντιώσεως προῆλθον αἱ διαφοραί· οὔτε γὰρ ἡ τῆς ἀπλανοῦς κίνησις τῇ τῶν πλανᾶσθαι λεγομένων ἐστὶν ἐναντία, ὡς διὰ πλειόνων, οἶμαι, δέδεικται, οὔτε ἡ θάττων ἐν τῷ αὐτῷ εἴδει τῇ βραδυτέρᾳ· καὶ γὰρ ἐνταῦθα ἡ μείζων βῶλος τῆς βραχυτέρας θᾶττον κινουμένη οὐ λέγεται ἐναντίαν ἔχειν κίνησιν. κἂν αἱ οὐσίαι τοίνυν ἔχωσί τινα διαφορὰν πρὸς ἀλλήλας, ἀλλ’ οὐκ ἐναντίως διάκεινται ὥστε γίνεσθαι ἐξ ἀλλήλων. ἔδει τοίνυν τὸν ἐλέγχειν τὰ Ἀριστοτέλους νομίζοντα μὴ τοῦτο δεικνύναι, ὅτι διάφοροι αἱ κινήσεις αὐτῶν εἰσι καὶ αἱ οὐσίαι, ἀλλ’ ὅτι ἐναντίας ἔχουσι τὰς διαφοράς. ἀλλ’ οὐδέ, εἰ ἔστι τις κατ’ οὐσίαν ἐν αὐτοῖς διαφορά, ἀνάγκη μὴ εἶναι ἁπλᾶ τὰ οὐράνια κατὰ τὴν εἰρημένην αὐτῶν ἁπλότητα· εἰ γὰρ τὰ ὑπὸ σελήνην στοιχεῖα οὐ μόνον διαφέροντα ἀλλήλων, ἀλλὰ καὶ ὑπεναντίως διακείμενα, οὐ κωλύεται ἁπλᾶ εἶναι κοινὸν ἔχοντα πάντα τὸ εὐθυπορεῖσθαι, τί κωλύει καὶ τὰ οὐράνια κυκλοφορούμενα πάντα καὶ ἁπλᾶ εἶναι τὴν φύσιν καὶ μίαν ἔχειν ἰδιότητα κοινήν, ἣν πέμπτην οὐσίαν ὁ Ἀριστοτέλης ἐκάλεσε, κατὰ τὴν κυκλοφορητικὴν καὶ τῆς γενέσεως ἐξῃρημένην κοινότητα καὶ διαφορὰν ἐν ἀλλήλοις οὐ προϊοῦσαν εἰς ἐναντίωσιν; τίς γὰρ οὐκ ἂν εἴποι διαφορὰν τῶν ἀστρῴων σωμάτων πρὸς τὰ οὐράνια καὶ τοῦ φωτίζοντος ἡλίου πρὸς τὴν φωτιζομένην σελήνην; ἀλλ’ ἔστι πάντα κυκλοφορούμενα καὶ ἁπλᾶ πάντα καὶ πάντα τῆς γενέσεως ὑπερέχοντα καὶ κατὰ ταῦτα ἐν μιᾷ τῇ πέμπτῃ οὐσίᾳ ἀφωρισμένα· οὐ γὰρ τοῦτο προὔκειτο νῦν τὴν κατ’ εἶδος τῶν οὐρανίων διαφορὰν ἐπισκέψασθαι, ἀλλὰ τὴν κοινὴν πρὸς τὰ ὑπὸ σελήνην ὑπεροχήν, ἅτινα διελεῖν ἀνάγκη γέγονε διὰ τὴν ἐναντίωσιν τῆς κατ’ εὐθεῖαν κινήσεως· τοιγαροῦν εἰς δύο διεῖλε τὰ ὑπὸ σελήνην ἁπλᾶ, ἐν οἷς φησι “λέγω δὲ ἁπλᾶ, ὅσα κινήσεως ἀρχὴν ἔχει κατὰ φύσιν, οἷον πῦρ καὶ γῆν καὶ τὰ τούτων εἴδη καὶ τὰ συγγενῆ”· καὶ ἐν τῷ γ̄ δὲ τῆς πραγματείας ταύτης “λοιπὸν δέ” φησί “περὶ τοῖν δυοῖν εἰπεῖν” εἴς τε τὸ κοῦφον καὶ τὸ βαρὺ τὰ τέσσαρα στοιχεῖα συνελών.
因为土、水和气在本性上也既适于运动又适于静止;甚至那看似永远运动的火,如果确实时而由下向上、时而自上运动,且相反的运动被静止所隔开,显然它自身在相反运动之间也是静止的;然而圆周运动之物在本性上具有连续运动的本性,假若它们静止,就会成为徒劳。沿直线反向运动的事物,由于自身内部相反的能动与受动性质而具有顺应本性的相反倾向,因而在彼此相遇时,在本性上适于相互作用并相互承受,且从彼此中获得生成;然而作圆周运动的事物既无轻也无重,显而易见也没有冷、热、干、湿等能动与受动的性质;否则它们也就会具有轻与重了。而既然它们既不相互作用,也不彼此承受,在本性上也就不能相互转化,以致如果较强者相遇并将较弱者带入自身的运动中,在直线运动的事物中,被带引者转化为带引者并成为后者的增补,通过使后者增长而产生某种效用,且因其自身已不复存在,故而不会成为徒劳;但在作圆周运动的事物中,被带引者既在本性上不能转化为带引者,又未能发挥自身的现实活动,就会成为徒劳。正因如此,亚里士多德补充使用了鞋子的例证,鞋子固然存在,却未发挥自身的现实活动;因为徒劳之物正是如此这般的;然而转化为另一物的事物已不复存在,且其本身的不存在恰恰为整体带来了效用。 然而,这个人并不满足于个别细节的反驳,而是提出了关于天体运动的普遍论据,力图表明天体的运动在种上是相异的,并因此其实体在种上也是相异的。因此,在此处也必然一方面全面地针对其反驳的整个意旨进行答复,另一方面个别地审视那些言之不当的各个论点。那么,针对整个意旨我全面地指出:亚里士多德旨在表明整个作圆周运动之物作为一个整体,乃是从一切作直线运动之物中超拔出来的,且具有与后者不同的本性,因而证明了直线运动被区分为相反者,而圆周运动则无任何相反者。并且他在《物理学》中已预先证明了生成源于相反者且消灭归于相反者,所以他合理地推论出:月下之物由于作直线运动而必然生成与消灭,而天体由于作圆周运动而始终是不生不灭的。因此,天体中即使在运动方面存在差异,这些差异也并未发展为相反性;因为正如我想已通过多重论据所证明的那样,恒星天的运动与被称为漫游之物的运动并不是相反的,同一种中较快的运动与较慢的运动也不是相反的;因为在地上也是如此,较大的土块比小土块运动得更快,却不被称为具有相反的运动。因此,即便天体的诸实体彼此具有某种差异,它们也不是以能够相互生成的方式而相反地处于对立状态。所以,那位自以为驳倒了亚里士多德学说的人,本不应当证明天体的运动与实体是相异的,而应当证明它们具有相反的差异。再者,即使它们在实体上存在某种差异,天体也并非必然不按照所说的那种单纯性而成为单纯的;因为月下的诸元素不仅彼此相异,而且处于相反对立的状态,却并不妨碍它们因全部共同具有沿直线行进这一特征而成为单纯的,那么又有什么能妨碍所有作圆周运动的天体在其本性上既是单纯的,又具有一种共同的独特性——即亚里士多德所称的第五实体——这乃是根据圆周运动以及超拔于生成之外的共性而言的,同时彼此间具有不演变为相反性的差异呢?因为谁能不承认星体与天球之间的差异,以及发光的太阳与受光的月亮之间的差异呢?然而一切天体都在作圆周运动,一切天体都是单纯的,一切天体都超越于生成之外,并据此被界定在唯一的第五实体之内;因为现在的意图并非审视天体种上的差异,而是审视它们相对于月下之物的共同超越性,而后者乃是因直线运动的相反性才必然予以划分的;所以他在论述“我所谓的单纯体,是指凡具有顺应本性的运动始基的事物,例如火、土及它们的诸种与同族之物”的地方,将月下的单纯体划分为二;并且在本论著的第三卷中,他把四元素归入轻与重,说道:“剩下的就是论述这两者了”。
- 1.36ὅπερ ἔστι μέν, τὴν δὲ ἐνέργειαν τὴν ἑαυτοῦ οὐκ ἀποδίδωσιν· τοιοῦτον γὰρ τὸ μάτην ὄν
此处解释亚里士多德所引鞋子的例证:鞋子虽然存在却未能发挥其特有功用,因此被称为“徒劳”(μάτην)。这与后文的“τὸ δὲ μεταβάλλον εἰς ἄλλο οὔτε ἔστιν ἔτι”形成对比,表明直线运动的元素由于转化并消灭为他物,从而为整体提供了效用,因而并不符合“徒劳”(存在却不发挥功用)的定义。
- 1.36ἀνάγκη τοίνυν κἀνταῦθα τὰ μὲν κοινῶς πρὸς τὸν ὅλον αὐτοῦ σκοπὸν τῆς ἀντιλογίας ἀντιγράψαι, τὰ δὲ ἰδίᾳ τῶν οὐ καλῶς εἰρημένων ἕκαστον ἐπισκέψασθαι
此句为无人称结构“ἀνάγκη [ἐστίν]”,下辖两个由“τὰ μὲν ... τὰ δὲ”引导的对仗不定词短语:“τὰ μὲν ... ἀντιγράψαι”(全面地反驳)与“τὰ δὲ ... ἐπισκέψασθαι”(个别地审视)。“τὰ μὲν ... τὰ δὲ”作副词性用法(“一方面……另一方面……”),分别修饰各自的不定词短语。
- 1.36τὸ κυκλοφορητικὸν ἅπαν ὡς ἓν τοῦ εὐθυφορουμένου παντὸς ἐξῃρημένον ὁ Ἀριστοτέλης δεῖξαι προθέμενος καὶ ἄλλην ἔχον παρ’ ἐκεῖνο φύσιν
该句的骨干结构为主语分词与主节动词的层叠:“ὁ Ἀριστοτέλης δεῖξαι προθέμενος(旨在表明)…… ἔδειξεν(证明了)…… συνήγαγεν(推论出)”。短语“τὸ κυκλοφορητικὸν ἅπαν ... ἐξῃρημένον ... καὶ ἄλλην ἔχον ... φύσιν”充当δεῖξαι的补足语(谓语性分词结构),意为“表明作圆周运动的事物整体乃是超拔出来的……且具有不同的本性”。
