← 辛普里丘

亚里士多德《论天》注释

§195.27-197.17

天球运动的非相反性与一者徒劳论

辛普里丘从自然学角度论证了恒星天与行星天的运动何以不构成相反性,驳斥了斐罗庞诺斯的批评,并开始考察斐罗庞诺斯针对亚里士多德“其中之一便徒劳无益”这一归谬命题所提出的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.36#27

ἔτι δὲ ἐναντίως τότε λέγεται κινεῖσθαί τινα, ὅταν, ἀφ’ οὗ τόπου τὸ ἕτερον ἄρχεται, εἰς ἐκεῖνον καταλήγῃ τὸ λοιπόν, καί ἐστιν ἑκάτερος τῶν τόπων τῷ μὲν ἑτέρῳ κατὰ φύσιν, τῷ δὲ ἑτέρῳ παρὰ φύσιν, οὔτε δὲ ἡ ἀπλανὴς ἀπὸ τοῦ τῆς πλανωμένης τόπου ἐπ’ ἐκεῖνον κινεῖται οὔτε ἡ πλανωμένη ἀπὸ τοῦ τῆς ἀπλανοῦς ἐπ’ ἐκεῖνον, οὐδέ ἐστί τις τόπος τῇ μὲν κατὰ φύσιν, τῇ δὲ παρὰ φύσιν, ὅλως δὲ ἑκατέρας αὐτῶν τὸ ὑπὲρ γῆν ἡμισφαίριον ὁμοίως κινεῖται τῷ ὑπὸ γῆν τῆς ἑτέρας. εἰ δὲ αὐτὴν ταύτην ἐναντίωσίν τις βούλεται καλεῖν, οὐ περὶ ταύτης ὁ λόγος τῷ Ἀριστοτέλει, ἀλλὰ περὶ ἐκείνης τῆς τῶν εἰς ἄλληλα μεταβαλλόντων· ταῦτα γάρ ἐστι τὰ ταῖς δραστικαῖς καὶ παθητικαῖς ποιότησιν ἐναντιούμενα ἀλλήλοις, αἷς ἀκολουθοῦσιν αἱ ἐναντίαι τῶν σωμάτων ῥοπαὶ ταῖς τῶν τόπων ἐναντιώσεσιν συνδιῃρημέναι· διὸ καὶ ὁ Ἀριστοτέλης ἀπὸ τοῦ ὁρισμοῦ τῶν οὕτως ἐναντίων κατὰ τόπον κινήσεων τὰς ἀποδείξεις πολλαχοῦ ποιεῖται. πῶς δὲ ἄν τις ἐναντίας εἶπε τὴν τοῦ πλανᾶσθαι λεγομένου κίνησιν πρὸς τὴν τῆς ἀπλανοῦς, εἴπερ τὰς μὲν ἐναντίας ἰσοσθενεῖς ὡς δυνατὸν εἶναι χρὴ καὶ τὴν τῷ ἑτέρῳ κατὰ φύσιν τῷ λοιπῷ παρὰ φύσιν εἶναι, ἡ δὲ ἀπλανὴς οὕτως ἐπικρατεῖ τῆς πλανωμένης, ὡς τὸ πλανώμενον, ἐν ὅσῳ μίαν ποιεῖται τὴν οἰκείαν δοκοῦσαν περιφοράν, πλείστας ὅσας1 τῇ ἀπλανεῖ συμπεριφέρεσθαι; ἀλλ’ οὐδὲ παρὰ φύσιν συμπεριφέρεται τῷ ἀπλανεῖ τὸ πλανώμενον· οὐ γὰρ ἂν ἔμενεν ἐν τῇ ἑαυτοῦ τελειότητι τὸν πάντα αἰῶνα παρὰ φύσιν κινούμενον· ἀλλ’ ὑπὲρ τὴν αὐτοῦ φύσιν ἡ κίνησις αὕτη ἐνδιδομένη τελειοτέρας αὐτὸ πληροῖ ζωῆς καὶ συντομωτέρας τοῦ ἀγαθοῦ μεταλήψεως. ὅλως δὲ παρὰ φύσιν ἐκείνη λέγεται κίνησις ἡ τῇ κατὰ φύσιν ἰσοστοίχῳ ἀντικειμένη καὶ τῷ ἐναντίῳ ἰσοστοίχῳ ὄντι κατὰ φύσιν ὑπάρχουσα· διὰ τοῦτο γὰρ ἡ ἐπὶ τὸ ἄνω τῇ γῇ παρὰ φύσιν, ὅτι τῷ ἐναντίῳ αὐτῇ τῷ πυρὶ κατὰ φύσιν ὑπάρχει. δῆλον οὖν, οἶμαι, ἐκ τῶν εἰρημένων, ὅτι καλῶς ὁ Ἀριστοτέλης οὐκ ἐπὶ τούτων ἔδειξεν, ὅτι τῇ κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις, ἐφ’ ὧν ἐναργὲς ἦν, ὅτι οὐδεμία τούτοις εἰς ἄλληλά ποτε ὑπάρχει μεταβολή. ἀλλ’ εἴ τις ὅλως ἐναντία τοιαύτη κίνησις ἦν τῇ κύκλῳ τοῦ οὐρανοῦ κινήσει ὡς ὀφείλειν τὰ κινούμενα μεταβάλλειν εἰς ἄλληλα, συμβάλλειν ἀναγκαῖον ἦν ἀλλήλοις ποτέ, συνέβαλλον δὲ ἐπὶ τοῦ αὐτοῦ κύκλου κινούμενα καὶ οὐκ ἐπὶ ἄλλου καὶ ἄλλου· εἰ γὰρ καὶ ἐπὶ ἄλλου ποτέ, ὡς καὶ τὰ ἐπ’ ἄλλης καὶ ἄλλης εὐθείας οὐ κωλύεται ἐναντίως κινεῖσθαι τῷ εἴδει ἐναντία ὄντα, ἀλλ’, ὡς τὰ ἐπὶ τῆς αὐτῆς εὐθείας μᾶλλον ἐμφαίνει τὴν ἐναντιότητα, οὕτως, εἴπερ ἦν ἐναντία τις κίνησις τῇ κύκλῳ κινήσει, μᾶλλον ἂν ἐπὶ τοῦ αὐτοῦ κύκλου διεφαίνετο· ὡς εἴ γε τὰ ἐφ’ ἑνὸς κύκλου ἀνάπαλιν κινούμενα δειχθείη μὴ ἐναντίας κινούμενα κινήσεις, πολὺ μᾶλλον καὶ ἐναργέστερον ἂν εἴη δεδειγμένον, ὅτι αἱ ἐπὶ τῶν διαφόρων κύκλων ἀνάπαλιν γινόμεναι κινήσεις οὐκ εἰσὶν ἐναντίαι. ἀλλὰ καὶ τοῦτο ἐπιπολαίως εἴρηκεν οὗτος, ὅτι, ὥσπερ ἐπὶ τῶν κατ’ εὐθεῖαν τὸ ἄνω σημεῖον πέρας μέν ἐστι τῶν κούφων, ἀρχὴ δὲ τῶν βαρέων, τὸ δὲ κάτω ἀνάπαλιν, οὕτω καὶ ἐπὶ τῶν κατὰ κύκλον, εἰ καὶ τῷ αὐτῷ σημείῳ καὶ ἀρχῇ χρῶνται καὶ πέρατι, ἀλλὰ κατὰ σχέσιν ἄλλην καὶ ἄλλην· τοῦ μὲν γάρ ἐστιν ἀρχὴ ἡ ὡς ἐπὶ τὰ ἡγούμενα,2 τοῦ δὲ ἡ ὡς ἐπὶ τὰ ἑπόμενα. πῶς δὴ ταῦτα λέγει; τὸ γὰρ αὐτὸ σημεῖον, οἷον τὸ ἀνατολικόν, ἀμφοτέροις ἀρχὴ καὶ τῷ ἀπλανεῖ καὶ τῷ πλανωμένῳ· καὶ γὰρ ἀπὸ τούτου ἄμφω καὶ ἐπὶ τὸ δυτικὸν ἄμφω, πλὴν ὅτι τοῦ μὲν ἀπλανοῦς τὸ ὑπὲρ γῆν ἡμισφαίριον, τοῦ δὲ πλανωμένου τὸ ὑπὸ γῆν. τοῦ δὲ Ἀριστοτέλους εἰπόντος εἰ δὲ καὶ ἦν ἡ κύκλῳ τῇ κύκλῳ ἐναντία, μάτην ἂν ἦν ἡ ἑτέρα, διότι ἐξ ἐναντίων ἰόντα τόπων καὶ μαχητικῶς διακείμενα οὕτως ἔχει ὡς τὸ κρατοῦν παύειν τὴν τοῦ κρατουμένου κίνησιν, ἀντιλέγει πρὸς τὸ ῥηθὲν οὗτος, διὰ τί, λέγων, μὴ καὶ ἐπὶ τῶν κατ’ εὐθεῖαν ἀντικινουμένων τὸ αὐτὸ ἄτοπον συμβαίνει τὸ μάτην εἶναι τὴν ἑτέραν τῆς ἑτέρας ἐπικρατούσης;3 εἰ δὲ ἰσοσθενῆ εἴη, ἵστησιν ἄλληλα καὶ ἄμφω μάτην ἔσται, εἴπερ μάτην φαμὲν τὸ τὴν ἑαυτοῦ ἐνέργειαν μὴ ἐνεργοῦν· τοῦτο δὲ ἄτοπον, διότι οὐδὲν μάτην ποιεῖ οὔτε ὁ θεὸς οὔτε ἡ φύσις. καὶ ὅ γε πρῶτος ὡς ἀπορίαν ταύτην προαγαγὼν ἠπόρησε μετρίως· ἐννοητέον δέ, ὅτι τὰ μὲν κατ’ εὐθεῖαν κινούμενα, κἂν ἵστηται ὑπ’ ἀλλήλων, οὐκ ἔστι μάτην, διότι ταῦτα καὶ ἵστασθαι πέφυκε.

再者,当一方所由出发的位置是另一方的终点,且这两个位置对于其中一方是顺应本性的,而对于另一方是违背本性的时候,事物才被称为是相反运动的;然而恒星天既不是从行星天的位置出发运动到那个位置,行星天也不是从恒星天的位置出发运动到那个位置,亦不存在任何对一方顺应本性而对另一方违背本性的位置;且总的来说,它们两者各自的地上半球的运动,都与另一方的地下半球类似。但若有人想要把这本身称为相反性,亚里士多德的论述所关涉的并非这一种,而是关于那些彼此相互转化之物的相反性;因为正是这些事物按照能动和受动的性质彼此对立,物体的相反倾向也伴随着这些性质,并与位置的诸种相反性共同划分;因此亚里士多德也屡次根据这种空间相反运动的定义进行证明。然而,如果相反的运动必须尽可能具有均等的势力,且对一方顺应本性的运动必须对另一方违背本性,那么当恒星天如此压倒行星天,以致行星在完成一次看似属于自身的运行期间,竟伴随恒星天一同旋转了极多次数时,又怎能有人说被称为漫游之物的运动与恒星天的运动是相反的呢?然而行星伴随恒星天一同旋转也并非违背本性;因为如果是在违背本性地运动,它就决不可能在整个永恒中始终保持其自身的完满性;相反,这种被赋予的运动超越了它自身的本性,使它充满了更完满的生命,并使其更直接地分有善。一般而言,那种与处于同列的顺应本性的运动相对立、且顺应本性地属于处于相反同列者的运动,才被称为违背本性的运动;正因如此,向上的运动对于土是违背本性的,因为它顺应本性地属于与土相反的火。因此我想,根据所论述的这些便已明了:亚里士多德未曾在这些天体上证明不存在与圆周运动相反的运动是完全正确的,因为在它们身上,从未存在任何彼此间的转化乃是显而易见的事实。然而,若总体上存在某种与天的圆周运动如此相反以至于运动之物应当相互转化的运动,那么它们必然会在某个时刻彼此相遇相撞,而它们如果相撞,也必是在同一个圆周上运动时相撞,而非在不同的圆周上;因为即便有时在不同的圆周上——正如不同直线上的物体在种上相反时也并不妨碍它们相反运动——然而正如同一条直线上的物体更能彰显相反性一样,假若存在某种与圆周运动相反的运动,在同一个圆周上也必然表现得更加明显;所以,如果能证明单个圆周上反向运动的事物并不作相反运动,那么在不同的圆周上反向发生的运动不是相反的,就会得到更为有力、更为显著的证明。但是这个人还肤浅地声称:正如在直线运动中,上面的点是轻者的终点却是重者的起点,下面的点反之亦然,所以在圆周运动中,即便它们使用同一个点兼作起点和终点,也是按照不同的关联使用的;因为对于一方而言,它是朝向前行星座方向的起点,对于另一方而言则是朝向后继星座方向的起点。他究竟何出此言?因为同一个点(比如东方的那一点)对于恒星天和行星天两者而言都是起点;实际上两者都从这一点出发,且两者都去往西方的那一点,唯一的区别仅在于对于恒星天而言是地上半球,而对于行星天而言是地下半球。在亚里士多德说过“如果圆周运动与圆周运动相反,其中之一便徒劳无益”——因为从相反位置而来且处于斗争状态的事物具有这样的本性,即居支配地位者会制止受支配者的运动——之后,这个人却反驳所说的话,问道:为什么在沿直线反向运动的事物中,当一方压倒另一方时,其中之一沦为徒劳的这种荒谬情形就不发生呢?而且如果它们势力均等,就会彼此阻滞而两者都将徒劳无益,如果我们确实将未能发挥自身现实活动的事物称为徒劳的话;而这是荒谬的,因为无论神还是自然都不作任何徒劳之事。最早提出这作为一个疑难的人发问尚属有度;然而必须认识到:沿直线运动的事物即使被彼此阻滞,也绝非徒劳,因为这些事物在本性上也是适于静止的。

语法注3 条
  1. 1.36πλείστας ὅσας

    该短语为关系词 ὅσας 受最高级 πλείστας 的性、数、格同化吸引而成的惯用表达(相当于拉丁语 quam plurimas),用作强调性的量化修饰,意为“极多的”或“极其无数的”。

  2. 1.36ἡ ὡς ἐπὶ τὰ ἡγούμενα

    这是由阴性单数定冠词 ἡ 与介词短语 ὡς ἐπὶ τὰ ἡγούμενα 构成的名词化结构,语法上承接前文的 ἀρχή(或运动/路径)。在天文学术语中,τὰ ἡγούμενα 指前行的星座/方向(西向日周运动),而 τὰ ἑπόμενα 则指后继的星座/方向(东向顺行)。

  3. 1.36τὸ μάτην εἶναι τὴν ἑτέραν τῆς ἑτέρας ἐπικρατούσης

    带定冠词的不定式结构(τὸ ... εἶναι),用作 τὸ αὐτὸ ἄτοπον 的同位语说明。它带有宾格主语 τὴν ἑτέραν,附随的属格独立结构 τῆς ἑτέρας ἐπικρατούσης 则表示情境或时间条件(“当一方压倒另一方时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:195.27-197.17