- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:193.33-195.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘在简要提及天球反向运行的功用之后,驳斥了腓罗庞努斯将亚里士多德的论证误判为第六个论证并指责其在单圆上设定反向运动的观点;辛普利丘援引亚历山大,论证了相反运动必须基于性质对抗与相互转化,而天体之间绝无此种相反性。
εἰ δέ τις τὴν χρείαν ἐπιποθεῖ μαθεῖν τῆς ἔμπαλιν ταύτης γινομένης τῶν οὐρανίων κύκλων κινήσεως, λέγει μὲν καὶ αὐτὸς Ἀριστοτέλης προελθών, εἶπον δὲ καὶ ἐγὼ τὸ ἐπελθὸν ἐν τῇ τῶν χωρίων τούτων διευκρινήσει καὶ νῦν δὲ τοσοῦτον ἂν εἴποιμι, ὅτι τὴν ἁρμονίαν τοῦ παντὸς συνέχει κόσμου καὶ τῶν ὑπὸ σελήνην πάντων τῆς ἀνεκλείπτου γενέσεως καὶ φθορᾶς τὴν αἰτίαν παρέχεται. Ἀλλ’, εἰ δοκεῖ, καὶ τὰ πρὸς τὸ ἕκτον, ὡς οὗτός φησιν, ἐπιχείρημα τούτῳ ῥηθέντα περικρούσωμεν καὶ πρῶτόν γε, ὅτι μηδὲ τούτῳ ἐπέστησεν,1 ὅτι τοῦ πέμπτου ἐπιχειρήματος μέρος τοῦτό ἐστι, καίτοι τοῦ Ἀλεξάνδρου εἰπόντος, ὅτι προσεπιχείρημα ἐκ περιουσίας ἐστί. καὶ ἤδη μὲν αὐτοῦ τὴν ὅλην ἔννοιαν, ὡς ἐμοὶ δυνατὸν ἦν, διεσάφησα τὴν Ἀριστοτέλους ἐξηγούμενος λέξιν, ἀνάγκη δὲ καὶ νῦν τινων ἐκεῖ ῥηθέντων ὑπομνῆσαι, ὅτι μετὰ τὸ δεῖξαι καὶ τὰς ἐπὶ περιφερείας καὶ τὰς ἐπὶ ἡμικυκλίου ἑνὸς καὶ τὰς ἐπὶ δυεῖν ἡμικυκλίων ἔμπαλιν γινομένας κινήσεις μὴ οὔσας ἐναντίας ἐπ’ αὐτὸ λοιπὸν ἐλθὼν τὸ προκείμενον, ὅτι μηδὲ αἱ ἐπὶ τοῦ ὅλου κύκλου ἀνάπαλιν γινόμεναι ἐναντίαι εἰσίν, προὐβάλετο δεικνύναι καὶ δείξας αὐτὸ πρότερον ἀπὸ τοῦ τῶν ἐναντίων κινήσεων ὁρισμοῦ νῦν τὸ αὐτὸ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυσι. καὶ ταῦτα οὐ χρὴ δισσολογεῖν πρὸ ὀλίγου ῥηθέντα, ἀλλ’ ἐκείνοις ἐντυχόντα μαθεῖν, ὅτι τὴν ἀγωγὴν ἠγνόησεν οὗτος τοῦ λόγου καὶ διὰ τοῦτο ἕκτον ἐπιχείρημα τοῦτο ἐνόμισε τῆς πέμπτης ὑποθέσεως τῆς ἐφ’ ἑνὸς κύκλου τὰς ἔμπαλιν γινομένας ἐξεταζούσης τρόπον ὄντα ἕτερον ἀποδείξεως τῆς αὐτῆς. ἐγκαλεῖ δὲ οὗτος, διὰ τί ἐπὶ ἑνὸς ὑπέθετο κύκλου τὴν ἔμπαλιν κίνησιν καὶ μὴ ἐπὶ δυεῖν, ὡς ἐπὶ τῆς ἀπλανοῦς καὶ πλανωμένης· καίτοι περὶ τοῦ οὐρανοῦ ζητῶν καὶ τὸν Ἀλέξανδρόν φησιν αἰσθανόμενον τοῦ σαθροῦ τῆς προκειμένης ἐπιχειρήσεως πειρᾶσθαι τῷ λόγῳ βοηθεῖν ἀξιοῦντα, φησί, “τὰς μὲν ἐπ’ εὐθείας ἐναντίας κινήσεις διὰ τὸ ἀπὸ ἐναντίων εἰς ἐναντίους γίνεσθαι τόπους, κἂν μὴ ἐπὶ μιᾶς καὶ τῆς αὐτῆς εὐθείας γίνωνται, μηδὲν ἧττον ἐναντίας εἶναι, τὰς δὲ κύκλῳ καὶ ἀνάπαλιν γινομένας, εἴπερ ἐναντίαι εἶεν, ἐπὶ ἑνὸς γίνεσθαι κύκλου· ἀλογώτατον γάρ, φησί, τὴν ἐπ’ ἄλλου κύκλου γινομένην κίνησιν τῇ ἐπ’ ἄλλου ἐναντίαν εἶναι, μὴ προστιθεὶς μηδὲ κατασκευάζων, διὰ τίνα λόγον.” καὶ ὅτι μὲν τῷ Ἀλεξάνδρῳ τέως οὐ καλῶς ἐπισκήπτει, δῆλον, εἰ φυλάττοιμεν τὸν τῶν ἐναντίων κινήσεων ὁρισμὸν τὸν λέγοντα ἐναντίας εἶναι κινήσεις τὰς ἐξ ἐναντίων τόπων. εἰ δὲ λέγει τοῦτον μὲν τῶν ἐπ’ εὐθείας ἐναντίων εἶναι τὸν ὁρισμόν, ἄλλον δὲ τῶν κατὰ κύκλον, ἐπιλανθάνεται πάλιν τοῦ σκοποῦ τῆς ἀποδείξεως, ὅτι ἐναντίως κινεῖσθαι λέγει τὰ μαχόμενα ἀλλήλοις καὶ μεταβάλλοντα εἰς ἄλληλα· ταῦτα δέ ἐστι τὰ κατὰ τὰς δραστικὰς καὶ παθητικὰς ποιότητας ἀντικείμενα, αἷς καὶ τὰ βάρη καὶ αἱ κουφότητες ἀκολουθοῦσιν, καθ’ ἃ γίνονται αἱ ἐναντίαι κατὰ τόπον τῶν φυσικῶν σωμάτων κινήσεις· τὸ οὖν βαρὺ τῷ κούφῳ ἐναντίον καὶ τὸ θερμὸν τῷ ψυχρῷ, καὶ ἐξ ἐναντίων ὁρμώμενα τόπων, κἂν ἐπ’ ἄλλης καὶ ἄλλης εὐθείας κινῆται, τῷ εἴδει ἐναντία ἐστί· καὶ γὰρ τὸ ψυχρὸν τὸ ἐνταῦθα τῷ ἐν Ῥώμῃ θερμῷ ἐναντίον ἐστί, διότι τοιαύτην ἔχει φύσιν ὡς ἐν ταὐτῷ γενόμενα μάχεσθαι ἂν καὶ μεταβάλλειν2 εἰς ἄλληλα. εἰ δὲ ἐναργέστερον ἡ ἐναντίωσις φαίνεται, ὅταν ἐπὶ τῆς αὐτῆς εὐθείας ληφθῶσιν, ἀποδέχεσθαι μᾶλλον χρὴ τὸν Ἀριστοτέλην ἐπὶ ἑνὸς κύκλου τὰ ἀνάπαλιν κινούμενα λαβόντα· εἴπερ γὰρ ἦν αὐτοῖς ἐναντίωσις, ἐπὶ ἑνὸς κύκλου κινουμένοις μᾶλλον ἂν ἐφαίνετο, ὥστε, εἰ ἐπὶ δυεῖν ἐπειράθη δεῖξαι, τότε μᾶλλον ὕποπτος ἦν. “ἀλλ’ ἔδει, φησί, φυσικῆς οὔσης τῆς προκειμένης περὶ οὐρανοῦ θεωρίας ἐπὶ τῆς ἀπλανοῦς καὶ τῶν πλανωμένων δεικνύναι, ὅτι οὐκ εἰσὶν αὐτῶν αἱ κινήσεις ἐναντίαι, ὥστε, φησί, παρὰ θύρας καὶ ἔξω τοῦ σκοποῦ βέβληκεν3 ἕτερόν τι καὶ οὐ τὸ ζητούμενον ἀποδείξας.” καὶ πάλιν ἄξιον ἐπιστῆσαι, πῶς ἀσυνέτως οὗτος ἀπαιτεῖ τὸν Ἀριστοτέλην τὰ ἐναργέστατα καὶ τυφλῷ, φασί, δεικνύναι. καὶ γάρ, ὅτι οὐκ εἰσὶν ἐναντίαι αἱ τῆς ἀπλανοῦς καὶ τῶν πλανωμένων κινήσεις κατὰ τοῦτο μάλιστα τῆς ἐναντιώσεως τὸ εἶδος, καθ’ ὃ τὰ ἐναντίως κινούμενα ἐναντία ὄντα μεταβάλλειν εἰς ἄλληλα πέφυκε, πρόδηλον ἐκ τῶν ὁρωμένων αὐτῶν. ἐν γὰρ τῷ παντὶ αἰῶνι οὐ φαίνονται μεταβεβληκότα εἰς ἄλληλα τὰ τούτων σώματα καίτοι καὶ ἐφαπτόμενα ἀλλήλων· ἔπειτα οὐδὲ ἐξ ἐναντίων τόπων οὐδὲ εἰς ἐναντίους αἱ τούτων κινήσεις, ὡς καὶ οὗτος ὁμολογεῖ. εἰ γὰρ πᾶσα κυκλικὴ κίνησις ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτό, καὶ πᾶν σημεῖον ἀρχὴ καὶ τέλος ἐστὶ τῆς κινήσεως, τίς ἂν εἴη ἐναντίωσις τῶν ἐν τοῖς διαφόροις κύκλοις τόπων;
然而,如果有人切望了解天球诸圆轨道上发生的这种反向运动的功用,亚里士多德本人在后文中有所论述,而我自己在阐明这些段落时也陈述了所想到的要点;眼下我也只能说这么多:它维系着整个宇宙的和谐,并为月下万物提供了生生不息的生成与消灭的原因。不过,如果诸位意下许可,我们也来批驳一下这个人针对他所谓第六个论证所说的言论;首先,他甚至没有注意到这一点,即这是第五个论证的一部分,尽管亚历山大已经说过,这是一个出于有余而额外附加的论证。虽然我已经尽可能在释读亚里士多德的原文时阐明了其整体旨意,但现在也必须提醒大家注意那里所说的一些要点,即在表明了圆弧上、单个半圆上以及两个半圆上反向发生的运动都不是相反的之后,他最终来到了论题本身——即在整个圆周上反向发生的运动也绝非相反——并着手加以证明;他先前根据相反运动的定义证明了这一点,现在则通过归谬法证明同样的事实。这些不久前刚讲过的事无须反复赘述,而应通过参阅前文明白:这个人根本不懂论证的脉络,因此把考察单个圆周上反向运动的第五个假说的另一种证明方式,误认作了第六个论证。这个人还质问,为什么亚里士多德设定的是单个圆周上的反向运动,而不是像恒星天与行星天那样在两个圆周上设定的,况且这还是关于天的探讨!他还说,亚历山大察觉到了这一既定论证的漏洞,试图协助该论说,据称主张:“直线上的相反运动由于是从相反位置到相反位置发生的,即使不在同一条直线上发生,也同样是相反的;而在圆周上反向发生的运动,如果是相反的,就必须在同一个圆周上发生;因为他说,一个圆周上发生的运动与另一个圆周上的运动相反,乃是极其荒谬的;但他既未补充、也未论证这是出于何种理由。”只要我们坚守那条称“从相反位置而来的运动是相反运动”的相反运动定义,便显然可以看出他在这一点上对亚历山大的指责是不公允的。但如果他说这是直线相反运动的定义,而圆周运动另有定义,他就再次遗忘了证明的主旨,即亚里士多德说互相抗争并彼此转化的事物以相反方式运动;而这些是按照能动和受动的性质对立的事物,重与轻也伴随着这些性质,自然物体的空间相反运动正是依此发生的。因此,重与轻相反,热与冷相反,由于它们从相反位置出发,即便在不同的直线上运动,在种上也是相反的;因为此地的冷与罗马的热也是相反的,因为它们的本性在于:如果在同一处相遇,就会彼此抗争并相互转化。而如果说相反性在处于同一条直线上时表现得更为显著,那么就更应当赞许亚里士多德在单个圆周上考察反向运动的物体;因为如果它们之间存在相反性,在同一个圆周上运动时必然表现得更为明显,所以如果他试图在两个圆周上证明,反倒更令人起疑。“然而,”他说,“既然眼前关于天的探讨属于自然学考察,他就应当在恒星天和诸行星上证明它们的运动并不相反;因此,”他说,“他脱靶了,射到了门边和靶子之外,证明了别的事物而不是所探究的问题。”在这里同样值得注意,这个人要求亚里士多德去证明那最为显明、如人们所说即便盲人也一清二楚的事物,是何等愚蠢。因为恒星天与诸行星的运动尤其就这种相反性的种——即按此相反运动之物由于自身是相反者从而具有相互转化的本性——而言并不是相反的,这一点从可见现象本身就已昭然若揭。因为在整个永恒中,它们的物体尽管彼此接触,却从未显出相互转化的迹象;其次,正如这个人自己也承认的那样,它们的运动既非来自相反的位置,也非去往相反的位置。因为如果一切圆周运动都是从同一者到同一者,且每一个点都是运动的起点和终点,那么不同圆周上的各个位置又怎会有任何相反性呢?
- 1.36ὅτι μηδὲ τούτῳ ἐπέστησεν
紧接在 καὶ πρῶτόν γε 之后的 ὅτι 从句承接前句的“让我们批驳……所说的话”(περικρούσωμεν),以名词性从句的形式引出要批驳的首要要点,即“首先,[让我们指出]他甚至没有注意到这一点”。
- 1.36μάχεσθαι ἂν καὶ μεταβάλλειν
在表示结果/方式的 ὡς 从句中,不定式带有 ἄν(潜在/非现实的不定式结构 μάχεσθαι ἄν)。它与具有条件意味的分词短语 ἐν ταὐτῷ γενόμενα(“如果处于同一处”)相配合,意为“具有如果处于同一处便会彼此抗争并相互转化这样的[本性]”。
- 1.36παρὰ θύρας καὶ ἔξω τοῦ σκοποῦ βέβληκεν
所引腓罗庞努斯原话中的比喻表达。παρὰ θύρας(“在门旁”)与 ἔξω τοῦ σκοποῦ(“在靶子之外”)均源自射箭脱靶的熟语表达,比喻亚里士多德“完全脱离论题/射偏了靶子”。
