← 辛普里丘

亚里士多德《论天》注释

§192.10-193.33

圆周运动的相反性与天体争斗说的批判

辛普利丘驳斥了斐洛庞诺在圆周运动与直线运动的相反性上反复自相矛盾的论调,并批判了他利用黄道十二宫构建的运动“争斗”说违背了天体不相阻碍的和谐本性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.36#25

τὰς δὲ τοιαύτας οὐδαμῶς ἐναντίας ὁ Ἀριστοτέλης ἀξιοῖ καλεῖν, ἀλλὰ καὶ διακρίνει αὐτὰς ἀπὸ τῶν ἐναντίων λέγων ἐν τῷ πέμπτῳ ἐπιχειρήματι· “ἀλλὰ μὴν οὐδὲ ἡ ἀπὸ τοῦ Α ἐπὶ τὸ Β κύκλῳ φορὰ ἐναντία τῇ ἀπὸ τοῦ Α ἐπὶ τὸ Γ· ἐκ ταὐτοῦ γὰρ εἰς τὸ αὐτὸ ἡ κίνησις, ἡ δὲ ἐναντία διωρίσθη φορὰ ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον”. καὶ οὗτος δὲ ἄλλο εἶδος ἐναντιώσεως εἶπεν τῶν κύκλῳ κινήσεων καὶ ἄλλο τῶν ἐπ’ εὐθείας, δι’ ὧν τε παρεθέμην ῥητῶν καὶ ἐν ἀρχῇ τῆς τοῦ ἕκτου ἐπιχειρήματος, ὡς λέγει, λύσεως τάδε γράφων· “ὅτι μὲν οὖν διαφόρων ὁμολογουμένως οὐσῶν τῆς τε κατ’ εὐθεῖαν καὶ τῆς κύκλῳ κινήσεως διαφόρους δεῖ καὶ τὰς ἐναντιώσεις εἶναι, εἴρηται” φησίν. ὅλως δέ, εἰ βούλει τὴν ἀλλοκοτίαν τῶν ὑπὸ τούτου λεγομένων ἰδεῖν καὶ ὅτι μόνον ἀντιλέγειν πρὸς πᾶν τὸ ῥηθέν, ὁποῖον ἂν ᾖ, προεβάλετο, ἄκουσον τῶν τε ἐνταῦθα λεγομένων, ἐν οἷς φησιν ἄλλο μὲν εἶδος ἐναντιώσεως ταῖς κατ’ εὐθεῖαν ὑπάρχειν κινήσεσιν, ἄλλο δὲ ταῖς ἐν κύκλῳ, καὶ τῶν ἐν τοῖς πρὸς τὸ πρῶτον ἐπιχείρημα ῥηθέντων, ἐν οἷς ἀξιοῖ τὴν κύκλῳ κίνησιν μᾶλλον ἀντικεῖσθαι τῇ κατ’ εὐθεῖαν ἤπερ τὰς ἐπ’ εὐθείας ἀλλήλαις· καίτοι εἰ διάφορα τὰ εἴδη τῶν ἐναντιώσεων ἦν, οὐκ ἂν ὅλως ἡ κύκλῳ πρὸς τὴν ἐπ’ εὐθείας ἀντέκειτο. ἀλλ’ ἐκεῖ μὲν τάδε γέγραφεν· “τάχα δὲ ἄν τις εὐλογώτερον τὴν κύκλῳ κίνησιν μᾶλλον ἐναντίαν εἶναι τῇ ἐπ’ εὐθείας συγχωρήσειεν ἤπερ τὴν ἄνω καὶ κάτω ἀλλήλαις”· ἐνταῦθα δὲ τάδε γέγραφεν· “οὐδ’ ἄρα, ὅσα ταῖς κατ’ εὐθεῖαν ἐναντίαις ὑπάρχει κινήσεσιν, ταῦτα καὶ ταῖς ἐν κύκλῳ ἐναντίαις ὑπάρχει· ἄλλων γὰρ ὄντων τῶν εἰδῶν τῆς κινήσεως καὶ τὰς ἑκατέρῳ εἴδει ἐναντιώσεις, αἵτινές ποτε ἂν εἶεν, ἄλλας εἶναι ἀνάγκη, ὥσπερ ἀμέλει χρῶμα μὲν καὶ χυμὸς ἄμφω ποιότητες, ἀλλ’ ἐπεὶ τὰ εἴδη τούτων διάφορα, καὶ αἱ ἐπὶ τῶν εἰδῶν τούτων ἐναντιώσεις διάφοροι”. καίτοι εἰ ἡ κύκλῳ τῇ ἐπ’ εὐθείας ἐναντία, ὡς πρότερον εἶπεν, μίαν καὶ τὴν αὐτὴν ἐναντίωσιν ἀμφοῖν εἶναι μεταξὺ ἀνάγκη. καὶ πάλιν δὲ τῶν ἐνταῦθα ῥηθέντων ἐπιλαθόμενος ἐν τοῖς ἑξῆς “τί τὸ κωλῦον” φησίν “ἐστὶν τὴν ἐπ’ εὐθείας κίνησιν κατὰ τὸ γένος ἐναντίαν εἶναι τῇ κύκλῳ”; οὕτως δὲ ἂν καὶ τὸ λευκὸν ἐναντίον φαίη τῷ γλυκεῖ ὁμοίως λέγων διαφέρειν τὴν κύκλῳ κίνησιν τῆς ἐπ’ εὐθείας, ὡς τοῦ χρώματος τὸν χυμόν. οἷα δὲ καὶ ταῦτα προσεφλυάρησεν· “ὡς γὰρ ἐπὶ τῶν κατ’ εὐθεῖαν, φησίν, ἐναντίων κινήσεων ἡ μάχη τῶν ἐναντίων γίνεται διὰ τὸ τοῖς πέρασιν ἐνηλλαγμένως κεχρῆσθαι· ὅπερ γάρ ἐστι τοῖς κούφοις ἀρχή, τοῦτο τοῖς βαρέσι γίνεται πέρας· οὕτως καὶ ἐπὶ τῶν ἐγκυκλίων κινήσεων κοινὸν μὲν τὸ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτό, ἡ δὲ μάχη ταῖς ἐναντίαις γίνεται, διότι, ἀφ’ οὗπερ ἡ ἑτέρα ἄρχεται, ἐπὶ τοῦτο τῇ λοιπῇ τὸ πέρας· τῶν δύο γάρ, φέρε, ἀπὸ Κριοῦ, φησίν, ἀρξαμένων ἡ μὲν ἐκτὸς ὡς ἐπὶ τὰ ἡγούμενα τοῦ Κριοῦ φέρεται ἐπὶ Ἰχθύας καὶ Ὑδροχόον καὶ τὰ ἑξῆς, ἡ δὲ ἐντὸς ὡς ἐπὶ τὰ ἑπόμενα, Ταῦρόν φημι καὶ Διδύμους, καὶ ὅπερ ἡ ἐκτὸς μετὰ τὸν Κριὸν ἀρχὴν ὥσπερ πεποίηται κινήσεως τοὺς Ἰχθύας, τούτους πέρας ἡ πλανωμένη ποιεῖται,1 καὶ ὅπερ ἡ πλανωμένη μετὰ τὸν Κριὸν ἀρχὴν ἔσχε, τὸν Ταῦρόν φημι, οὗτος τῇ ἀπλανεῖ πέρας ὑπάρχει”. ἐπίστησον οὖν πρῶτον μέν, ὅτι τὰς δύο ἀπὸ Κριοῦ εἰπὼν ἄρχεσθαι πάλιν τὴν μὲν ὡς ἀπὸ Ἰχθύων ἀρχομένην, τὴν δὲ ὡς ἀπὸ Ταύρου παραδίδωσιν· ἔπειτα πολλάκις εἰπών, ὅτι κοινὸν πάσαις ταῖς κύκλῳ κινήσεσιν τὸ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτό, οὐκ ἐφιστάνει, ὅτι συνεχοῦς οὔσης τῆς κινήσεως ἢ οὔτε ἀρχὴν οὔτε πέρας ἔστι λαβεῖν αὐτῆς, ἢ πᾶν σημεῖον καὶ ἀρχὴ καὶ τέλος ἐστὶν αὐτῆς. πῶς οὖν οἱ Ἰχθύες ἢ ὁ Ταῦρος τῆς μὲν ἀρχὴ τῆς δὲ πέρας ἔσονται ὁμοίως ἀμφοῖν ἐχόντων πρὸς ἑκάτερον; ποία δὲ καὶ μάχη τούτων τῶν κινήσεων; τὰ μὲν γὰρ ἐπ’ εὐθείας ἀντιφερόμενα ἅτε ἀπὸ ἐναντίων τόπων ἰόντα κατὰ ἐναντίας ποιότητας ὑπαντήσαντα μάχονται μεταβάλλειν εἰς ἑαυτὰ φιλονεικοῦντα τὰ ἀντικείμενα καὶ τὴν ὁδὸν εὔλυτον ἑαυτοῖς παρασκευάζειν· τοῦ δὲ ἀπλανοῦς καὶ πλανωμένου τίς ἂν εἴη μάχη μήτε ὑπαντώντων ὅλως ἀλλήλοις μήτε ἐμποδιζόντων ταῖς ἀλλήλων κινήσεσιν μήτε ποιότητας ταύτας τὰς δραστικὰς καὶ παθητικὰς ἐχόντων μήτε μεταβάλλειν πεφυκότων εἰς ἄλληλα;2

然而,亚里士多德决不主张把这样的运动称为相反的,而是在第五个论证中把它们与相反者区分开来,说:“再者,从Α到Β的圆运行与从Α到Γ的[圆运行]也绝非相反;因为运动是从同一者到同一者,而相反的运行被定义为从相反者到相反者。”甚至这个人自己也通过我所引用的原话,并在他所谓的第六个论证的解决方案开头写下如下言论,而说过圆周运动的相反性是一种,而直线运动的相反性是另一种:“那么,既然公认直线运动与圆周运动不同,相反性也必须各不相同,这一点已经阐明了,”他说。总之,如果你想看清这个人所说话语的怪诞,并看清他所立下的课题无论所说的内容为何都只是去反驳,那就请听听此处所说的话——在其中他说相反性的一个种属于直线运动,而另一个种属于圆周运动——以及他在针对第一个论证的反驳中所说的话——在其中他主张圆周运动相对于直线运动的对立,更甚于直线运动彼此之间的对立;然而,如果相反性的各个种是不同的,圆周运动就根本不会与直线运动对立。但他在那里写下了如下的话:“但或许有人更合情理地承认,圆周运动与直线运动的相反,甚于向上与向下的运动彼此相反”;而在这里他却写下了如下的话:“因此,凡属于直线上的相反运动的事物,也并不都属于圆周上的相反运动;因为既然运动的各个种是不同的,那么属于每个种的相反性,无论它们是怎样的,也必然是不同的,正如固然颜色和滋味都是性质,但由于它们的种不同,这些种上的相反性也是不同的。”然而,如果如他先前所说,圆周运动与直线运动相反,那么在二者之间必然存在着单一且相同的相反性。接着,他再次遗忘了在此处所说的话,在后文中说:“有什么能阻止直线运动在属上与圆周运动相反呢?”但照这样,他也可以同样主张圆周运动与直线运动的差异正如滋味与颜色的差异一样,从而说白色与甜相反。他又胡诌了些怎样的怪论呢,例如:“因为正如在直线上的相反运动中,”他说,“相反者的争斗是由于交替使用诸端点而发生的——因为凡是轻者的起点,就成了重者的终点——同样在圆运动中,尽管‘从同一者到同一者’是共通的,但相反运动的争斗之所以发生,乃是因为凡是一方的始点,对另一方而言就是终点。因为比方说这两个运动都从白羊座开始,”他说,“外圈向着白羊座先行者运行,即向着双鱼座、水瓶座等运行,而内圈向着后随者运行,我指的是金牛座和双子座;外圈在白羊座之后可以说是作为运动起点的双鱼座,行星将之作为终点;而行星在白羊座之后的起点,我指的是金牛座,则成了恒星的终点。”那么,首先请注意,他在说过这两个运动都从白羊座开始之后,又把一个说成是从双鱼座开始,把另一个说成是从金牛座开始;其次,他在多次说过‘从同一者到同一者’是所有圆周运动所共通的之后,却没有注意到,既然运动是连续的,人们要么根本无法把握它的起点或终点,要么每一个点都既是它的起点又是它的终点。既然二者对于每一者都具有相似的关系,双鱼座或金牛座又怎会成为一者的起点而成为另一者的终点呢?而且这些运动又有什么争斗可言呢?因为沿直线相向而行的物体,由于来自相反的位置,按照相反的性质相遇并发生争斗,力图将对立者转化为自身并为自己扫清道路;然而恒星与行星之间既完全不彼此相撞,也不妨碍彼此的运动,既不具有这些能动和受动的性质,本性上也不会相互转化,它们之间又怎会有任何争斗呢?

语法注2 条
  1. 1.36ὅπερ ἡ ἐκτὸς μετὰ τὸν Κριὸν ἀρχὴν ὥσπερ πεποίηται κινήσεως τοὺς Ἰχθύας, τούτους πέρας ἡ πλανωμένη ποιεῖται

    关系代名词 ὅπερ 包含与主句先行词 τούτους 同格的 τοὺς Ἰχθύας,构成前置并置结构。在从属节内部形成双宾格结构(ἀρχὴν ... πεποίηται τοὺς Ἰχθύας,“将双鱼座作为起点”),与主句的 τούτους πέρας ... ποιεῖται(“将这些作为终点”)形成平行对照。

  2. 1.36μήτε ὑπαντώντων ὅλως ἀλλήλοις μήτε ἐμποδιζόντων ταῖς ἀλλήλων κινήσεσιν μήτε ποιότητας ταύτας τὰς δραστικὰς καὶ παθητικὰς ἐχόντων μήτε μεταβάλλειν πεφυκότων εἰς ἄλληλα

    四个分词(ὑπαντώντων, ἐμποδιζόντων, ἐχόντων, πεφυκότων)构成属格独立结构。其逻辑主语为前文的 τοῦ δὲ ἀπλανοῦς καὶ πλανωμένου(恒星与行星);该名词短语在句法上充当 τίς ἂν εἴη μάχη 的属格补足语,随后的分词短语则作为属格独立结构补充说明其情状或反问的依据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:192.10-193.33