← 辛普里丘

亚里士多德《论天》注释

§190.16-192.10

驳菲洛波庞与天体不灭性的论证语境

辛普利丘审视了菲洛波庞的反驳,指出对手因否定圆周运动中存在从事物到另一物的过渡,反而无意中证实了亚里士多德关于圆周运动没有相反运动的主张,并阐明了亚里士多德为了论证天体的不生不灭而引入基于位置相反性的运动相反性这一论证语境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.36#24

ἀλλὰ καὶ ἐν τούτοις καὶ ἐν τοῖς ἐφεξῆς αὐτῷ λεγομένοις ἐπιστῆσαι χρή, πρῶτον μὲν ὅτι τῇ κύκλῳ κινήσει σαφῶς ὁμολογεῖ μὴ εἶναι ἐναντίαν κίνησιν ὡς ἐξ ἐναντίων τόπων, ἐναντίοι δὲ δηλονότι τόποι εἰσὶν οἱ πλεῖστον διεστηκότες, καίτοι τοσούτους κατατείνας λόγους ἐν τῷ δεικνύναι, ὅτι πλεῖστον ἀλλήλων διέστηκεν ἐν τῷ κύκλῳ μόρια τὰ κατὰ διάμετρον, καὶ τάδε γράφων ἐν τῷ κε κεφαλαίῳ τοῦ πέμπτου βιβλίου ἐπ’ αὐτῶν τῶν ῥημάτων· “πλεῖστον οὖν τῶν περάτων τοῦ ἡμικυκλίου διεστώτων καὶ τὰς ἀπ’ αὐτῶν ἀπ’ ἐναντίας γινομένας κινήσεις ἀνάγκη ἐναντίας εἶναι διὰ τὸν τῶν ἐναντίων ὁρισμόν”· ὁρᾷς οὖν, ὅπως συμφωνεῖ τούτοις τὰ ἐνταῦθα λεγόμενα “εἰ τοίνυν πᾶσα κίνησις ἐξ ἐναντίου” καὶ τὰ ἑξῆς. εἶτα ἐπιστήσωμεν, ὅτι ἐκ πλείονος περιουσίας1 οὗτος τὸ τῷ Ἀριστοτέλει προκείμενον πειρᾶται δεικνύναι τὸ τῇ κύκλῳ κινήσει μὴ εἶναι ἐναντίαν κίνησιν, πρὸς ὃ πᾶσαν αὐτοῦ τὴν ἀντιλογίαν προὐβάλετο λέγων· “τοῦτο τοίνυν ἡμῖν ἀποδεῖξαι προκείσθω, ὡς οὐδεὶς λόγος τῶν κατασκευαζόντων τῇ κύκλῳ κινήσει μὴ εἶναι κίνησιν ἐναντίαν ὑγιὴς ὑπάρχει”· εἰ γὰρ μηδεμία τῶν κύκλῳ, ὡς λέγει, ἐξ ἐναντίου ἐστὶν εἰς ἐναντίον, ἀλλὰ μηδὲ ἐξ ἄλλου ὅλως εἰς ἄλλο· τοῦτο γὰρ καὶ ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν2 κατὰ τὴν παροιμίαν ἐστίν· τὸ γὰρ μηδὲ ἐξ ἄλλου εἰς ἄλλο, πολλῷ μᾶλλον οὐδὲ ἐξ ἐναντίου εἰς ἐναντίον· δῆλον, ὅτι τῷ ἐναντίαν κίνησιν τὴν ἐξ ἐναντίων τόπων ὑποθεμένῳ, ὅπερ καὶ οὗτος ἔμπροσθεν συνεχώρησεν εἰπὼν “διὰ τὸν ὁρισμὸν τῶν ἐναντίων”, ἐξ ἀνάγκης ἕπεται τὸ τῇ κύκλῳ κινήσει μὴ εἶναι ἐναντίαν κίνησιν. τρίτον δὲ ἐπιστάσεως ἄξιον, ὅπως ἰδιωτικῶς διατείνεται ἐν τῇ κύκλῳ κινήσει μὴ εἶναι τὴν ἀπ’ ἄλλου εἰς ἄλλο μετάβασιν, ἐπειδὴ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ γίνεται ἡ περιφορά. καίτοι εἰ μὴ εἴη ἐξ ἄλλου εἰς ἄλλο τὸ ἀεὶ πλησιάζον μετάβασις, οὐδὲ κίνησις ἂν εἴη. ἀλλὰ καὶ τοῦτο ἄν τις αὐτοῦ τῆς ἀνεπιστασίας θαυμάσοι, πῶς ὡς ἄτοπον ἐπάγει τῷ Ἀριστοτέλει τὸ μηδὲ κίνησιν ὅλως τὴν κύκλῳ λέγειν, εἰ πᾶσα κίνησις, φησίν, ἐξ ἐναντίου εἰς ἐναντίον· καίτοι πρὸς τοῦτον ἐνίσταται τοῦ Ἀριστοτέλους τὸν λόγον τὸν δεικνύντα, ὅτι τῇ κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις, ἐναντίαν κίνησιν τὴν ἀπὸ ἐναντίων τόπων ὁρισαμένου. πῶς οὖν ὁ ταῦτα λέγων πᾶσαν κίνησιν ἂν εἶπεν ἐξ ἐναντίου εἰς ἐναντίον; ἀλλ’ ὅτι μὲν τῇ κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις ἡ ὡς ἐξ ἐναντίων τόπων, σαφῶς οὗτος συνεχώρησε καὶ τὴν αἰτίαν λέγων, ὅτι ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτό· τοῦτο γάρ φησι πάσης κυκλοφορίας ἴδιον. ὅτι δὲ ὁ κατ’ ἄλλον τρόπον ἐναντιώσεως ἐναντία λέγων τῇ κύκλῳ κινήσει οὐ πρὸς τὸν Ἀριστοτέλους ἐνίσταται λόγον, οὐ συνἧκεν οὗτος, ἀλλ’ οὐδὲ μεμνημένῳ ἔοικε, διὰ τί προὔθετο δεικνύειν Ἀριστοτέλης, ὅτι τῇ κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις. χρὴ τοίνυν ὑπομνησθῆναι, ὅτι δύο παρελήφθησαν προτάσεις εἰς κατασκευὴν τοῦ τὸν οὐρανὸν ἀγένητον καὶ ἄφθαρτον εἶναι, ἡ μὲν μείζων λέγουσα, ὅτι τὸ γινόμενον καὶ φθειρόμενον ἐναντίον ἔχειν ἀνάγκη, ἐξ οὗ γίνεται καὶ εἰς ὃ φθείρεται, ἡ δέ, ὅτι ὁ οὐρανός, ταὐτὸν δὲ εἰπεῖν ὅτι τὸ κυκλοφορητικὸν σῶμα, οὐκ ἔχει ἐναντίον. πρὸς δὴ τὴν ταύτης ἀπόδειξιν ἄλλος παρελήφθη λόγος τοιοῦτος· εἰ τῶν ἐναντίων καὶ αἱ φοραὶ ἐναντίαι, οὗ τῇ φορᾷ μή ἐστιν ἐναντία φορά, τοῦτο οὐδὲ αὐτὸ ἔχει τι ἐναντίον. διὰ τοῦτο οὖν ἐγένετο χρεία δεῖξαι, ὅτι τῇ κύκλῳ φορᾷ οὐκ ἔστιν ἐναντία. καὶ τὸν τρόπον τῆς ἐναντιώσεως, ἣν ἀποφάσκει, αὐτὸς ἐδήλωσεν ἐν τῷ πέμπτῳ ἐπιχειρήματι εἰπών· “αἱ δὲ τῆς φορᾶς ἐναντιώσεις κατὰ τὰς τῶν τόπων εἰσὶν ἐναντιώσεις”· καὶ τοῦτο εἰκότως, διότι τὰ ἐξ ἐναντίων τόπων ἐναντίας ἔχει τὰς ῥοπάς, τὰ μὲν βαρέα ὄντα, τὰ δὲ κοῦφα, ταύταις δὲ ταῖς ποιότησι καὶ αἱ δραστικαὶ καὶ παθητικαὶ ποιότητες συνεδρεύουσιν, θερμότητες, ψυχρότητες, ξηρότητες, καὶ πᾶσαι, καθ’ ἃς αἱ εἰς ἄλληλα μεταβολαὶ καὶ αἱ γενέσεις καὶ φθοραὶ τῶν σωμάτων ἐπιτελοῦνται· ὥστε αἱ οὕτως ἀντίθετοι κινήσεις ὡς μὴ ἀπὸ ἐναντίων τόπων, ἀνάπαλιν δὲ μόνον γινόμεναι, ὡς ἡ τοῦ πλανωμένου καὶ τοῦ ἀπλανοῦς· ταύτας γὰρ οὗτος ἐναντίας ἀξιοῖ λέγειν· οὐδὲν πρὸς τὸν λόγον εἰσίν,3 ὅτι μὴ ἀπὸ ἐναντίων εἰσὶ τόπων, ὅπερ καὶ οὗτος συγχωρεῖ λέγων· “οὐδεμία δὲ τῶν κύκλῳ ἐξ ἄλλου ἐστὶν εἰς ἄλλο, ἀπὸ τοῦ αὐτοῦ δὲ εἰς τὸ αὐτό”.

然而,无论在这些言论中还是在他随后所说的话中,都应当注意:首先,他清楚地承认,就来自相反位置而言,圆周运动并没有相反的运动,而显而易见,相隔最远的位置就是相反的位置;尽管他为了表明圆中依直径的位置彼此相隔最远而展开了如此多的论述,并且在第五卷第二十五章中按其原话写道:“因此,既然半圆的端点相隔最远,来自它们且从相反方向发生的运动,由于相反者的定义,也必然是相反的。”你且看,此处所说的“那么,如果一切运动都是从相反者〔到相反者〕”等等言论,与这些话是何等一致。其次,我们应当注意到,这个人出于过剩的论证,试图证明亚里士多德所提出的论题本身——即圆周运动没有相反的运动,而他曾针对这一论题提出全部反驳说:“那么,就让我们把证明‘确立圆周运动没有相反运动的那些论证中没有一个是健全的’作为预设的论题吧。”因为,如果正如他所说,圆上的运动中没有一个是从相反者到相反者,甚至完全不是从一物到另一物(因为这正是谚语所说的‘跳过界沟’;因为连从一物到另一物都不是,就更谈不上从相反者到相反者了),那么很显然,对于将来自相反位置的运动假定为相反运动的人来说——正如这个人此前也说过“由于相反者的定义”而承认的那样——必然得出圆周运动没有相反运动的结论。第三,值得注意的是,由于周转是从同一者到同一者发生的,他竟然如此外行地坚称在圆周运动中不存在从一物到另一物的过渡。然而,如果不存在从一物到每次相邻的另一物的过渡,它甚至连运动都不会是了。此外,人们对他在这件事上的心不在焉也会感到惊异:如果正如他所说,一切运动都是从相反者到相反者,他怎么会把“说圆周运动根本就不是运动”作为荒谬的结论归咎于亚里士多德呢?尽管他是针对亚里士多德在将相反运动定义为来自相反位置的运动之后表明圆周运动没有相反运动的这一论据提出异议的。那么,一个说出这些话的人,又怎会说一切运动都是从相反者到相反者呢?然而,就来自相反位置而言圆周运动没有相反运动这一点,这个人明确承认了,并且说明了原因,即它是“从同一者到同一者”;因为他说这是每一种周转所特有的。但是,如果有人依据另一种相反性的样态而主张与圆周运动相反的运动,这并没有反对亚里士多德的论据,这一点这个人并未领会,甚至似乎也不记得亚里士多德为何要提出表明圆周运动没有相反运动。因此应当回想的是,为了确立天是未生成且不灭的,采用了两个前提:大前提说生成和消灭之物必然具有它从中生成并消灭于其中的相反者;另一个前提则说天(换言之即周转运动的物体)没有相反者。正是为了证明这后一个前提,又采用了这样一条论据:如果相反者的运行也是相反的,那么其运行没有相反运行的事物,其自身也完全没有任何相反者。因此,正因如此才需要表明圆运行没有相反的运动。对于他所否定的那种相反性的样态,亚里士多德自己在第五个论证中通过指出“运行的相反性乃是依位置的相反性”而予以表明。而这是合乎情理的,因为来自相反位置之物具有相反的倾向,一者为重,另一者为轻,而能动和受动的性质——热、冷、干,以及凡物体间相互转化和生成与消灭借以完成的所有性质——也与这些性质共存。因此,以这种并非来自相反位置、而仅仅是反向发生的方式对立的运动——例如行星与恒星的运动,因为他主张将这些称为相反的运动——与论题毫无干系,因为它们并非来自相反位置,这一点甚至这个人自己也通过说“圆周运动中没有一个是从一物到另一物,而是从同一者到同一者”而予以承认。

语法注3 条
  1. 1.36ἐκ πλείονος περιουσίας

    意为“出于过剩的余力”或“多此一举地”的习惯用介词短语。此处用以讽刺菲洛波诺斯在极力反驳亚里士多德时,反而过犹不及地彻底证明了亚里士多德本人的论题(即圆周运动没有相反运动)。

  2. 1.36ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν

    源自古希腊跳远运动的谚语,跳过挖好的界沟(τὰ ἐσκαμμένα)喻指“逾越界限”或“做得过火”。此处指菲洛波诺斯不仅断言圆周运动不是“从相反者到相反者”,甚至过火地断言它连“从一物到另一物”都不是。

  3. 1.36ὥστε αἱ οὕτως ἀντίθετοι κινήσεις ὡς μὴ ἀπὸ ἐναντίων τόπων, ἀνάπαλιν δὲ μόνον γινόμεναι, ὡς ἡ τοῦ πλανωμένου καὶ τοῦ ἀπλανοῦς· ταύτας γὰρ οὗτος ἐναντίας ἀξιοῖ λέγειν· οὐδὲν πρὸς τὸν λόγον εἰσίν

    该句的基本结构为 ὥστε αἱ [...] κινήσεις [...] οὐδὲν πρὸς τὸν λόγον εἰσίν(“因此[……]运动与论题毫无干系”)。主语 αἱ ... κινήσεις 与谓语 οὐδὲν πρὸς τὸν λόγον εἰσίν 之间插入了方式状语短语(ὡς μὴ ἀπὸ ἐναντίων τόπων, ἀνάπαλιν δὲ μόνον γινόμεναι)、例证(ὡς ἡ τοῦ πλανωμένου...)以及插入句(ταύτας γὰρ...),构成长距离的成分隔离。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:190.16-192.10