← 辛普里丘

亚里士多德《论天》注释

§188.25-190.16

圆周运动的反向性与对忒密斯提乌的辩护

辛普利丘梳理了此前各论证(第1至第4)的逻辑进程,驳斥了斐洛庞奴斯对忒密斯提乌的误解,继而针对斐洛庞奴斯对第五个论证的诘难(涉及圆周运动的反向性与运动定义)展开批评。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.36#23

καὶ οὐκ οἶδα, ὅπως κἀν τούτῳ χωρὶς ἐναντιολογίας συνέθετο· τάχα δὲ ἠρκέσθη τῷ πρὸς τὸν Θεμίστιον ἀντειπεῖν λέγοντα, ὅτι τὰ αὐτὰ λεκτέον τοῖς ἐπὶ τοῦ πρὸ τούτου λόγου, καίτοι καὶ τοῦ Ἀριστοτέλους, ὡς οἶμαι, διὰ τοῦ ὁμοίως δέ σαφῶς δηλοῦντος, ὅτι κατὰ τὸ πρὸ αὐτοῦ ἐπιχείρημα καὶ τοῦτο πρόεισιν τὸ ἐπὶ τῶν δύο ἡμικυκλίων, καὶ τοῦ Θεμιστίου μερίσαντος1 ἐν τῇ παραφράσει τοὺς λόγους καὶ ἐπὶ μὲν τοῦ προτέρου λέγοντος, ὅτι τὰ αὐτὰ λεκτέον τοῖς ἐπὶ τοῦ πρὸ τούτου λόγου, ἐπὶ δὲ τοῦ δευτέρου “κἂν συγχωρήσῃ τις” φησί “ταῖς ἐπὶ τῶν ἡμικυκλίων φοραῖς ἐναντίαις εἶναι, ἀλλ’ οὐ τὴν ἐπὶ τοῦ ὅλου κύκλου, περὶ ἧς ὁ λόγος, συγχωρήσειεν ἄν τις μερίζεσθαι ὡς εἰς ἐναντίας”. Ὅπως δὲ εἰς τὴν τῶν δύο τούτων ἡμικυκλίων ὑπόθεσιν προῆλθεν ὁ λόγος τῷ Ἀριστοτέλει, εἴρηται μὲν ἐν ταῖς ἐξηγήσεσι τῶν ἐπιχειρημάτων, οὐ χεῖρον δὲ καὶ νῦν ὑπομνῆσαι. τὸ μὲν γὰρ πρῶτον ἐπιχείρημα τῶν δεικνύντων, ὅτι τῇ κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις, καθολικώτερον ἀπὸ τοῦ μᾶλλον ἐπεχείρει λέγων· “ὥστε, εἴπερ ἐναντία τίς ἐστιν, τὴν ἐπὶ τῆς εὐθείας μάλιστα ἀναγκαῖον ἐναντίαν εἶναι πρὸς τὴν κύκλῳ κίνησιν, αἱ δὲ ἐπὶ τῆς εὐθείας ἀλλήλαις ἀντίκεινται διὰ τοὺς τόπους”. τὸ δὲ δεύτερον ἔδειξεν, ὅτι αἱ ἐπὶ τῆς τυχούσης περιφερείας ἀνάπαλιν γινόμεναι κινήσεις οὐκ εἰσὶν ἐναντίαι διὰ τὸ ἀπείρους εἶναι περὶ τὰ αὐτὰ πέρατα περιφερείας. τὸ δὲ τρίτον ἐπὶ ὡρισμένης περιφερείας τῆς τοῦ ἡμικυκλίου τὴν ὑπόθεσιν ποιησάμενον τὰ αὐτὰ συνήγαγεν. ἀκολούθως οὖν τὸ τέταρτον τοῦτο δύο ἡμικύκλια ὑποθέμενον συνημμένα καὶ ἐπὶ τούτων τὰ αὐτὰ συμβαίνειν φησί, συγχωρήσας δὲ τούτοις ὡς ἐκτὸς οὖσιν τοῦ προβλήματος ἐπὶ τοῦ κύκλου σκοπεῖν ἀξιοῖ· ἦν γὰρ τὸ πρόβλημα, ὅτι τῇ κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις. εἰ δὲ ταῦτα ἀληθῆ λέγω, παντός, οἶμαι, τὸ λοιπὸν συνιδεῖν ἐστιν, ὅτι οὗτος ἀνὴρ οὔτε τοῦ σκοποῦ τῶν Ἀριστοτέλους λόγων συναισθάνεται οὔτε τοῖς τῶν ἐξηγητῶν παρακολουθεῖ. Ἀλλὰ δὴ καὶ ἐπὶ τὸ πέμπτον τῶν ἐπιχειρημάτων ἀναζωσάμενος τὸ τὰς ἐπὶ τοῦ αὐτοῦ κύκλου δύο κινήσεις ἀπὸ τοῦ αὐτοῦ μὲν σημείου ἐπὶ τὸ αὐτό, ἀνάπαλιν δέ, γινομένας τῷ τὸ μὲν ἀπὸ τοῦ Α διὰ τοῦ Β ἡμικυκλίου ἐπὶ τὸ Α κινεῖσθαι, τὸ δὲ ἀπὸ τοῦ Α διὰ τοῦ ἑτέρου ἡμικυκλίου τοῦ Γ ἐπὶ τὸ αὐτὸ πάλιν τὸ Α, καὶ ταύτας δεικνύον μὴ οὔσας ἐναντίας διὰ τὸ ταύτας μὲν ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ εἶναι, τὰς δὲ ἐναντίας ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον, δαπανήσας, ὡς ἔοικε, τὰς ἑαυτοῦ ἀντιλογίας καὶ στενοχωρηθεὶς νῦν ἐνίσταται πρὸς τὸ ἐναντίας κινήσεις ἐκείνας εἶναι καθόλου τὰς ἀπὸ ἐναντίων τόπων,2 καίτοι καὶ ἐν τοῖς ἄλλοις ἐπιχειρήμασι τούτῳ χρησαμένου τοῦ Ἀριστοτέλους τῷ ἀξιώματι καὶ διὰ τοῦτο τῇ κύκλῳ κινήσει μὴ βουλομένου εἶναι ἐναντίαν κίνησιν διὰ τὸ μὴ εἶναι ἐν τῷ κύκλῳ τοὺς πλεῖστον ἀλλήλων διεστηκότας τόπους, εἰ μὴ κατὰ τὴν διάμετρον ὁρίζοιντο. λέγει οὖν οὗτος, ὅτι τῶν τῷ εἴδει διαφερόντων διάφοροι καὶ αἱ ἐναντιώσεις· οὐκ ἄρα, εἰ αἱ κατ’ εὐθεῖαν ἐναντίαι κινήσεις ἀπὸ ἐναντίων εἰσὶ τόπων, ἤδη καὶ τὰς κύκλῳ οὕτως ἐναντίας εἶναι ἀνάγκη· “εἰ γάρ, ὅσα, φησί, ταῖς κατ’ εὐθεῖαν ὑπάρχει κινήσεσι, τοσαῦτα καὶ ταῖς κατὰ κύκλον ὑπάρχειν ἀξιώσουσι, συμβήσεται μηδὲ ὅλως κίνησιν εἶναι τὴν κύκλῳ· πᾶσα γάρ, φησί, κατ’ εὐθεῖαν κίνησις ἀπό τινός ἐστιν ἐπί τι μεταβολή· αἱ δέ γε φυσικαὶ καὶ ἁπλαῖ κινήσεις καὶ ἐξ ἐναντίου εἰς ἐναντίον· ἡ γὰρ ἐπὶ τὸ ἄνω τῶν κούφων φορά, οἷον πυρός, κάτωθεν ἄνω γίνεται, ἐναντίον δὲ τὸ ἄνω τῷ κάτω, καὶ ἡ τῶν βαρέων ἔμπαλιν, οἷον γῆς. καὶ ἐπὶ τῆς κατὰ ποσότητα δὲ καὶ ἐπὶ τῆς κατὰ ποιότητα κινήσεως ἐξ ἄλλου πάντως εἰς ἄλλο μεταβαίνει τὸ κινούμενον. εἰ τοίνυν πᾶσα κίνησις ἐξ ἐναντίου εἰς ἐναντίον ἢ ἁπλῶς ἐξ ἄλλου εἰς ἄλλο, οὐδεμία δὲ τῶν κύκλῳ ἐξ ἄλλου ἐστὶν εἰς ἄλλο, ἀπὸ τοῦ αὐτοῦ δὲ εἰς τὸ αὐτό, οὐδ’ ἄρα κίνησις ἔσται ἡ κύκλῳ.” καὶ τί με δεῖ πολλὰ τῶν τούτου παρατιθέναι καὶ τῆς ἐν αὐτοῖς φλυαρίας ἐμαυτὸν ἀναπιμπλάναι;

而我不知道,他如何在这件事上也不加反驳地表示赞同;或许他只要能反驳忒密斯提乌就满足了,后者曾说对于此处的论证必须说出与前一个论证相同的话,尽管在我看来,亚里士多德本人也通过“同样地”清楚表明,这个关于两个半圆的论证也是按照其前一个论证推进的;并且忒密斯提乌在释义中划分了这些论述,就前者而言指出必须说出与此前的论证相同的话,而就第二个论证而言则说:“即使有人承认,”他说,“半圆上的运行是相反的,但也决没有人会承认作为讨论课题的整个圆上的运动被划分为相反的运动。” 至于亚里士多德的论述是如何推进到这两个半圆的假定上的,在这些论证的解释中固然已经谈过,但如今再次提及也无妨。因为在那些表明圆周运动没有相反运动的论证中,第一个论证从“更有甚者”这一前提出发更具普遍性地进行论述,说:“因此,如果真有某种相反运动,那么直线上的运动最必然与圆周运动相反,而直线上的运动由于位置之故而彼此对立。” 第二个论证表明,在任意给定的圆弧上反向发生的运动并不是相反的,因为在相同端点周围存在无限多条圆弧。第三个论证在半圆这一限定的圆弧上作出假定,推导出了相同的结论。相应地,这第四个假定了两个相接半圆的论证也声称在这些情况中得出相同的结果,而在将这些作为论题之外的内容予以让步之后,要求在圆上来考察;因为原本的论题是圆周运动没有相反的运动。如果我所说的这些属实,我想今后任何人都能看清,这个人既未能领会亚里士多德论述的宗旨,也未能跟上注释家们的步伐。 然而,当他打起精神来面对第五个论证时——该论证取同一个圆上从同一点到同一点、但方向相反的两个运动,一者从Α经由半圆Β运动到Α,另一者从Α经由另一个半圆Γ再次运动到相同的Α,并表明这些运动并不是相反的,因为它们是从同一者到同一者,而相反的运动则是从相反者到相反者——他似乎用尽了自己的反驳并陷入窘境,如今竟然反对起“相反运动一般而言乃是来自相反位置的运动”这一定理;尽管亚里士多德在其他论证中也使用了这一公理,并正因如此,由于圆中除了依直径限定之外并不存在彼此相隔最远的位置,而不愿承认圆周运动有相反的运动。于是这个人说,在形式上相异的事物中,其相反性也是相异的;因此,如果依直线的相反运动是来自相反位置,也决不因此必然要求圆周运动也是以这种方式相反。他说:“因为,如果他们要求凡属于依直线的运动所具有的特征也同样属于圆周运动,那么就会得出圆周运动根本就不是运动的结论;因为一切依直线的运动,”他说,“都是从某物到某物的变化;而自然的、单纯的运动更是从相反者到相反者;因为轻物(例如火)向上的运行是从下往上发生的,而上与下是相反的,重物(例如土)的运行则反之。并且在依数量的运动和依性质的运动中,运动之物全然是从一物过渡到另一物。那么,如果一切运动都是从相反者到相反者、或者简而言之是从一物到另一物,而圆周运动中没有一个是从一物到另一物,而是从同一者到同一者,那么圆周运动甚至都不是运动了。” 我又何需过多引述这个人的言论,并让自己充满其中的废话呢?

语法注2 条
  1. 1.36καίτοι καὶ τοῦ Ἀριστοτέλους ... δηλοῦντος ... καὶ τοῦ Θεμιστίου μερίσαντος

    由连词 καίτοι 引导的双重独立属格结构(τοῦ Ἀριστοτέλους ... δηλοῦντος 与 τοῦ Θεμιστίου μερίσαντος),表让步义(“尽管……”)。它对前一句 ἠρκέσθη τῷ πρὸς τὸν Θεμίστιον ἀντειπεῖν 构成反驳与批评。

  2. 1.36Ἀλλὰ δὴ καὶ ἐπὶ τὸ πέμπτον τῶν ἐπιχειρημάτων ἀναζωσάμενος ... δαπανήσας, ὡς ἔοικε, τὰς ἑαυτοῦ ἀντιλογίας καὶ στενοχωρηθεὶς νῦν ἐνίσταται πρὸς τὸ ἐναντίας κινήσεις ἐκείνας εἶναι καθόλου τὰς ἀπὸ ἐναντίων τόπων

    该句的主干结构是修饰主语(斐洛庞奴斯)的分词 ἀναζωσάμενος、δαπανήσας 与 στενοχωρηθείς 共同统摄于主要动词 ἐνίσταται。中间插入了修饰 πέμπτον τῶν ἐπιχειρημάτων 的长定语分词短语(即 τὸ ... γινομένας ... καὶ ταύτας δεικνύον...),形成了主谓间的大幅超步(hyperbaton)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:188.25-190.16