- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:18.1-19.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘梳理了亚里士多德从圆周运动的单纯性推导单纯天体存在的推论结构,并探讨了亚历山大关于连接词εἴπερ性质的观点。随后,他阐释了圆周运动绝非四元素中任何一种的自然运动、对它们而言仅能是强加的论证。
" Εἴπερ οὖν ἐστιν ἁπλῆ κίνησις ἕως τοῦ κατὰ τὴν αὑτοῦ φύσιν." Δείξας τὴν κύκλῳ κίνησιν ἁπλῆν ἐκ τοῦ καὶ τὸ μέγεθος, ἐφ’ οὗ γίνεται, ἁπλοῦν εἶναι, δείξας δὲ καί, ὅτι ἡ ἁπλῆ κίνησις ἁπλοῦ σώματος καὶ τοῦ ἁπλοῦ σώματος ἁπλῆ ἡ κίνησις, συλλογίζεται λοιπὸν οὕτως· ἐπεὶ ἡ κύκλῳ κίνησις ἁπλῆ, ἡ δὲ ἁπλῆ κίνησις ἁπλοῦ σώματος καὶ τοῦ ἁπλοῦ σώματος ἁπλῆ ἡ κίνησις, ἀναγκαῖον εἶναί τι σῶμα ἁπλοῦν, ὃ πέφυκε φέρεσθαι τὴν κύκλῳ κίνησιν κατὰ τὴν αὑτοῦ φύσιν. ἀλλὰ μὴν τὸ ἡγούμενον· δέδεικται γάρ· τὸ ἄρα λῆγον. ὡς δέ φησιν ὁ Ἀλέξανδρος, “εἰκότως οὐχ ὑποθετικῶς προήγαγεν, εἰ ἁπλῆ ἡ κύκλῳ κίνησις καὶ τὰ ἑξῆς, ἀλλὰ παρασυναπτικῷ ἐχρήσατο τῷ εἴπερ,1 ἐπειδὴ προαπέδειξεν πάντα τὰ λήμματα.” μήποτε δὲ τὸ εἴπερ ὑποθετικὸν ἔτι ἐστὶν οὐκ ἰσοδυναμοῦν τῷ ἐπειδήπερ· τὸ γὰρ περ τῷ εἰ ὑποθετικῷ προστιθέμενον οὐκ ἀμείβει τὴν δύναμιν αὐτοῦ, ὥσπερ οὐδὲ τῷ ἐπειδὴ παρασυναπτικῷ· ὑποθετικῶς δὲ αὐτὸ διὰ φιλόσοφον ἴσως εὐλάβειαν προήγαγεν. δῆλον δέ, ὅτι τὰ ὑποθετικὰ τῶν λημμάτων ἀποδειχθέντων καὶ κατηγορικῶς προάγεσθαι δύναται ὥσπερ καὶ τοῦτο· ἡ κύκλῳ κίνησις ἁπλῆ· ἡ ἁπλῆ κίνησις ἁπλοῦ σώματός ἐστιν· ἡ ἄρα κύκλῳ κίνησις ἁπλοῦ σώματός ἐστιν· ἔστιν ἄρα ἁπλοῦν σῶμα τὸ τὴν κύκλῳ κίνησιν κινούμενον κατὰ φύσιν.
“因此,如果存在单纯的运动,直至按照其自身的本性。” 在从圆周运动所依之量度也是单纯的这一事实证明了圆周运动是单纯的之后,又证明了单纯的运动属于单纯的物体且单纯物体的运动是单纯的,[亚里士多德]接着便如此进行推论:既然圆周运动是单纯的,而单纯的运动属于单纯的物体且单纯物体的运动是单纯的,那么就必然存在某种单纯的物体,其天生适于按照其自身的本性进行圆周运动。然而前件成立,因为已被证明;因此后件也成立。正如亚历山大所说:“他并非假言地进行推进,如‘如果圆周运动是单纯的’等等,而是合乎情理地使用了表示原因的连接词‘既然确实’(εἴπερ),因为他预先证明了所有前提。”然而或许,“如果确实”(εἴπερ)依然是假言的,并不等价于“既然确实”(ἐπειδήπερ);因为附加在假言的“如果”(εἰ)之上的“确实”(περ)并未改变其效力,正如它也未改变表示原因的“既然”(ἐπειδή)的效力一样;但他出于哲学上的审慎,或许是假言地推进了这一论证。显而易见的是,当诸前提已被证明时,假言论证也可以直言地推进,正如这一论证一样:圆周运动是单纯的;单纯的运动属于单纯的物体;因此圆周运动属于单纯的物体;因此依本性作圆周运动的事物乃是单纯的物体。
"Βίᾳ μὲν γὰρ ἐνδέχεται ἕως τοῦ ἡ κατὰ φύσιν τῶν ἁπλῶν." Δείξας εἶναί τι σῶμα ἁπλοῦν, ὃ πέφυκε φέρεσθαι τὴν κύκλῳ κίνησιν κατὰ τὴν αὑτοῦ φύσιν, ἐφεξῆς δείκνυσιν, ὅτι οὐδὲν τῶν τεσσάρων ἐστὶ τὸ τὴν κύκλῳ κίνησιν κινούμενον οὔτε κατὰ φύσιν οὔτε παρὰ φύσιν. καὶ ὅτι μὲν οὐ κατὰ φύσιν, ἔδειξεν οὕτως· εἰ μία ἑκάστου τῶν ἁπλῶν σωμάτων ἡ κατὰ φύσιν κίνησις·2 τῶν γὰρ ἁπλῶν ἁπλῆ, ἡ δὲ ἁπλῆ καὶ μία· δῆλον, ὅτι καὶ τῶν τεσσάρων στοιχείων ἑκάστου ἁπλοῦ ὄντος ἁπλῆ καὶ μία ἡ κίνησις ἡ κατὰ φύσιν. εἰ οὖν ἐπ’ εὐθείας ἐστὶν αὐτοῖς ἡ κατὰ φύσιν κίνησις, δῆλον, ὅτι ἡ κύκλῳ οὐκ ἂν αὐτοῖς εἴη κατὰ φύσιν, ἀλλ’, εἰ ἄρα ἔστι, βίαιος αὐτοῖς ἐστι· βίᾳ μὲν γὰρ ἐνδέχεται τὴν ἄλλου κίνησιν καὶ ἑτέρου εἶναι τὴν αὐτήν, ἢ βίᾳ ἐνδέχεται τὴν ἄλλου κίνησιν κινεῖσθαί τι καὶ οὐχ ἑνὸς μόνου, ἀλλὰ καὶ ἑτέρου· τὸ γὰρ πῦρ ἐνδέχεται βίᾳ καὶ κάτω κινεῖσθαι καὶ κύκλῳ· κατὰ φύσιν δὲ ἀδύνατον τὴν ἄλλου κινεῖσθαι, εἴπερ ἑκάστου μία ἡ κατὰ φύσιν. ὥσπερ δὲ ἔδειξε πρότερον, ὅτι, κἂν σύνθετον εἴη τι τὸ κινούμενον τὴν κύκλῳ κίνησιν, ἐπειδὴ ἁπλῆ ἐστιν αὕτη, κατά τι ἁπλοῦν τῶν ἐν αὐτῷ ἐπικρατοῦν αὐτὴν κινεῖται, οὕτως νῦν ἔδειξεν, ὅτι, κἂν βίᾳ τι κινῆται τὴν κύκλῳ κίνησιν, ἐπειδὴ ἁπλῆ ἐστιν αὕτη, πάντως ἔστι τι τὸ κατὰ φύσιν αὐτὴν κινούμενον.
“因为通过强力是可能的,直至单纯者的依本性的[运动]。” 在证明了存在某种天生适于按照其自身本性进行圆周运动的单纯物体之后,他紧接着证明,作圆周运动的事物绝不是四元素中的任何一种,既非依本性,亦非违反本性。至于不是依本性,他是如此证明的:如果单纯物体各自依本性的运动是单一的——因为单纯者的运动是单纯的,而单纯的运动也是单一的——,那么显而易见,四元素中的每一种既然是单纯的,其依本性的运动也是单纯且单一的。因此,如果它们依本性的运动是直线的,那么显而易见,圆周运动对它们而言不可能依本性,而是假若存在的话也是强加于它们的;因为通过强力,另一事物的运动对于不同的事物而言也可以是同一的,或者通过强力,某物可能作另一事物的运动,且不只作一个事物的运动,亦可作不同事物的运动;因为火通过强力既能向下运动,也能作圆周运动;但若是依本性,如果各自依本性的运动是单一的,便不可能作另一事物的运动。而且正如他先前所证明的,即使作圆周运动的事物是复合的,既然这一运动是单纯的,它也是依据其内部占优势的某种单纯事物而作此运动,同样地,现在他证明了,即使某物是通过强力作圆周运动,既然这一运动是单纯的,也必定存在某种依本性作此运动的事物。
- 1.9παρασυναπτικῷ ἐχρήσατο τῷ εἴπερ
术语 παρασυναπτικός 在古代逻辑学与语法学中指代表示确认前提或原因的连接词(如 ἐπειδή, ἐπειδήπερ)。亚历山大认为,鉴于亚里士多德已预先证明了所有前提,此处是将 εἴπερ 用作表示原因或确定前提的连接词(“既然确实”);而辛普里丘则指出附着词 περ 并未改变 εἰ 的假言效力,因此从句法形式上依然应看作假言命题。
- 1.10εἰ μία ἑκάστου τῶν ἁπλῶν σωμάτων ἡ κατὰ φύσιν κίνησις
条件从句 εἰ μία [...] κίνησις 中省略了系动词 ἐστίν。在插入了解释性短语 τῶν γὰρ ἁπλῶν... 之后,主句由 δῆλον, ὅτι καὶ τῶν τεσσάρων... 引出;紧接着又由此引出第二层条件句 εἰ οὖν ἐπ’ εὐθείας ἐστὶν αὐτοῖς... δῆλον, ὅτι...,构成了层层推进的推论骨架。
