- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:186.32-188.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘驳斥了论敌在相同诸点上画出不同圆弧时提出的“潜能上的四个点”的反驳,阐明了距离依直线而限定的本质,并指出了论敌在关于全圆运动非相反性的第四个论证上对忒密斯提乌所作批评的谬误。
“κἂν ἐπὶ τῶν αὐτῶν δέ, φησί, σημείων οἷον τῶν Α Β καὶ μεγίστην περιγράφωμεν περιφέρειαν καὶ ἐλαχίστην, οὐ συμβήσεται τὰ Α Β σημεῖα καὶ πλεῖστον διεστάναι διὰ τὴν μείζονα περιφέρειαν καὶ ἔλαττον διὰ τὴν ἐλάττονα· εἰ γὰρ ἀναπληρωθεῖεν, φησί, τῶν δύο κύκλων αἱ λοιπαὶ περιφέρειαι, δυνάμει τὰ Α Β σημεῖα οὐ δύο ἐστίν, ἀλλὰ τέσσαρα· ἄλλην γὰρ σχέσιν ἔχουσι πρὸς ἄλληλα ἐν ἑκατέρῳ τῶν κύκλων”. ταῦτα λέγων αὐτῇ λέξει οὐ δῆλός ἐστι μήτε συνιεὶς τὰ λεγόμενα καὶ λόγους μόνον ἐκφυσῶν κενούς; τί γὰρ ἐν τούτοις τοῦ “δυνάμει” χρεία τῶν διαστάσεων ἐνεργείᾳ τῶν αὐτῶν μενουσῶν τῶν Α Β σημείων πρὸς ἄλληλα,1 ἄλλης μὲν τῆς ἐπὶ τῆς μείζονος περιφερείας, ἄλλης δὲ τῆς ἐπὶ τῆς ἐλάττονος, καὶ ἄλλης τῆς ἐπὶ τῆς μεταξὺ αὐτῶν εὐθείας, ταύτης μὲν ὡρισμένης ἀεὶ τῆς διαστάσεως διὰ τὸ ὑπὸ ὡρισμένης τῆς εὐθείας μετρεῖσθαι· μία γὰρ καὶ ἐλαχίστη ἐστὶ τὰ αὐτὰ πέρατα ἔχουσα γραμμή· τῶν δὲ κατὰ τὰς περιφερείας ἀορίστων οὐσῶν, ὅτι πολλαὶ καὶ ἄνισοι περιφέρειαι δύνανται τὰ αὐτὰ πέρατα ἔχειν, καὶ διὰ τοῦτο οὐχ οἷόν τε τὴν πλείστην τῶν ἐναντίων διάστασιν ὡρισμένην οὖσαν ταῖς περιφερείαις ὁρίζεσθαι, ἀλλὰ τῇ εὐθείᾳ μόνον. οὐκ ἐννοήσας δὲ οὗτος, ὅπως λέγεται τὸ τῇ εὐθείᾳ μετρεῖσθαι τὸ διάστημα, ὅτι κατ’ εὐθεῖαν ἔχει τὴν θέσιν ὥστε τὰ μέσα τοῖς ἄκροις ἐπιπροσθεῖν, ἀλλὰ νομίζων, ὅτι διὰ τοῦτο λέγεται ἐπ’ εὐθείας, ὅτι ἡ ἔξωθεν προστιθεμένη τῇ διαστάσει εὐθεῖα ποιεῖ αὐτὴν εὐθεῖαν, “πόθεν, φησίν, ὁ Ἀλέξανδρος μὴ εἶναί φησι τὰ ἐν κύκλῳ· πλεῖστον ἀλλήλων διεστῶτα σημεῖα, εἰ μὴ τῇ εὐθείᾳ πᾶν καταμετρεῖται διάστημα, παντὸς μέτρου μόνον τὸ γνωρίζεσθαι τῷ μετρουμένῳ παρέχοντος, οὐ μὴν τὸ εἶναι, οὕτως ὡς ἔχον ἐκ φύσεως διὰ τοῦ μέτρου γνωρίζεται; δῆλον γάρ, ὅτι διὰ τὸ εὐθεῖαν εἶναι τὴν διάστασιν τὸ εὐθὺ μέτρον ἐφαρμόττει.” οὐ μέντοι ὁ Ἀλέξανδρος εἰς τὸ ἔξωθεν προσαγόμενον μέτρον ἀπεῖδεν, ἀλλ’ εἰς τὸ ποτὲ μὲν εὐθείᾳ θέσει τὴν διάστασιν ὡρίσθαι, ποτὲ δὲ περιφεροῦς οὔσης τῆς διαστάσεως ἀόριστον εἶναι. Προθεὶς δὲ καὶ τὸ τέταρτον ἐπιχείρημα τὸ δεικνύον, ὅτι, κἂν ἐπὶ ἑνὸς κύκλου δύο τις κινήσεις λαμβάνῃ, τὴν μὲν ἀπὸ τοῦ Ε ἐπὶ τὸ Ζ διὰ τοῦ Η Ε Ζ Θ αὗται ἐναντίαι αἱ κινήσεις εἰσίν, διότι οὐκ ἀπ’ ἐναντίων τόπων· οὐ γὰρ ὡρισμένην ἐχόντων τὴν διάστασιν· ὁ χρηστὸς οὗτος ἐθάρρησεν2 οὕτως τοῖς ὑπ’ αὐτοῦ διὰ κενῆς ῥηθεῖσιν λόγοις, ὡς εἰπεῖν, ὅτι “εἰ διὰ τῶν αὐτῶν ἐπιχειρημάτων τῷ πρὸ αὐτοῦ καὶ οὗτος περαίνεται, οὐδὲν ἡμᾶς πρὸς τοῦτον δεήσει λέγειν ἤδη πρὸς τὸν πρὸ αὐτοῦ κατὰ δύναμιν ἀπαντήσαντας”. εἶτα μέμφεται τῷ Θεμιστίῳ εἰπόντι, ὅτι τὰ αὐτὰ λεκτέον τοῖς ἐπὶ τοῦ λόγου τοῦ πρὸ τούτου τοῖς περὶ τῶν ἐπὶ μόνου τοῦ ἡμικυκλίου κινουμένων, καί φησιν, ὅτι οὐ διὰ τῶν αὐτῶν ὑποθέσεων οὗτος ὁ λόγος τῷ πρὸ αὐτοῦ περαίνεται· ἐκεῖνος μὲν γὰρ ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ ἡμικυκλίου ἀπεναντίας ἀλλήλαις γινομένας κινήσεις ὑπετίθετο, οὗτος δὲ οὐκ ἐπὶ τοῦ αὐτοῦ, ἀλλὰ μίαν ἐπὶ κύκλου λαμβάνει κίνησιν διαιρουμένην κατὰ τὴν τῶν ἡμικυκλίων διαίρεσιν. “εἰκότως οὖν, φησίν, αὗται οὐκ ἐναντίαι· μία γάρ ἐστιν ἐπὶ κύκλου ἄμφω, εἰ λάβοιεν ἕνωσιν· οὐδὲ γὰρ ἡ ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς κίνησις ἐπὶ θατέρου τῶν ἡμισφαιρίων, οἷον τοῦ ὑπὲρ γῆν, ἐναντία ἐστὶ τῇ ἀπὸ δυσμῶν ἐπ’ ἀνατολὰς ἐπὶ τοῦ λοιποῦ τοῦ ὑπὸ γῆν· οὐκ ἄρα ὁ αὐτός ἐστιν οὗτος λόγος τῷ πρὸ αὐτοῦ.” καὶ ὅτι μὲν ὡς ἐπὶ ἑνὸς κύκλου γινόμεναι αἱ κινήσεις οὐκ εἰσὶν ἐναντίαι, ἴσχυσε συνιδεῖν, ὅτι δὲ δύο εἰσὶν οἱ λόγοι, ὁ μὲν δύο ἡμικύκλια συνημμένα ὑποτιθέμενος καὶ τὰς ἐπ’ αὐτῶν κινήσεις ὁμοίως τῷ πρὸ τούτου θεωρήματι τότε μόνον ἐναντίας λέγων, ὅταν ὡς ἐπὶ τῆς διαμέτρου, ἣν καὶ διεστήκασιν ἀλλήλων τὰ Ε Ζ σημεῖα, γινόμεναι θεωροῖντο, ὁ δὲ ἕτερος τῶν λόγων κατὰ συγχώρησιν ἐνδοὺς ταύτας καὶ ἐπὶ τῶν ἡμικυκλίων ἐναντίας ὑποτίθεσθαι ἐπήγαγεν· ἀλλ’ οὔτι γε αἱ ἐπὶ τοῦ ὅλου κύκλου φοραὶ ἀλλήλαις διὰ τοῦτο ἐναντίαι· οὗτος δὲ τοῦτον ἐνόμισεν εἶναι μόνον τὸν λόγον τὸν ἐπὶ τοῦ κύκλου λέγοντα μὴ εἶναι ἐναντίας τὰς κινήσεις.
他说:“即使我们在相同的诸点上,例如Α与Β,既画出最大的圆弧又画出最小的圆弧,也不会得出结论说Α与Β两点由于较大的圆弧相隔最远,又由于较小的圆弧相隔较近;因为,”他说,“如果将这两个圆的其余圆弧补全,潜能上Α与Β两点就不是两个,而是四个;因为它们在两个圆的每一个中对彼此具有不同的关系。”他说出这些原话,难道不是显然既未能理解所谈论的内容,又仅仅是在吹嘘空话吗?因为在这些问题中,既然Α与Β两点彼此间的距离在现实中保持相同——一个是较大圆弧上的距离,另一个是较小圆弧上的距离,还有一个是它们之间直线上的距离,而这后一种距离由于由限定的直线所测量而始终是限定的,因为具有相同端点的线是唯一的且是最小的;而按照诸圆弧的距离则是非限定的,因为多条不等长的圆弧可以拥有相同的端点,也正因如此,相反者的最大距离既然是限定的,便不可能由圆弧来限定,而只能由直线来限定——那么在其中何需用到“潜能上”呢?然而这个人未能理解说距离由直线测量是在何种意义上说的,即它具有依直线的方位以致中间部分遮蔽端点,反而以为之所以说在直线上,是因为从外部加于距离之上的直线使其成为直线的,于是说道:“亚历山大凭什么说,除非一切距离都由直线测尽,否则圆中的诸点就不是彼此相隔最远的?因为任何尺度向被测量之物提供的仅是其被认知,绝非其实在,难道不正是依本性所具有的状态通过尺度而被认知吗?显而易见,因为距离是直线的,所以直线的尺度才适用。”然而亚历山大所着眼的并不是从外部引入的尺度,而是距离有时因直线的方位而是限定的,有时在距离为圆弧状时则是非限定的。 而在提出了第四个论证——即表明即使有人在一个圆上取两个运动,一个从Ε经由Η到Ζ,[另一个从Ζ经由Θ到Ε],这些运动也并不是相反的,因为它们并非来自相反的位置,并非来自具有限定距离的位置——之后,这位可敬的人竟对自己徒劳所说的话充满自信,以致说道:“如果这个论证也是通过与前一个相同的论证得出结论,那么我们对它就无需再说什么,因为我们已经竭尽所能回答了前一个论证。”接着他责难忒密斯提乌,因为后者说必须说出与前一个关于仅在半圆上运动之物的论证相同的话;并且他说,这个论证并不是通过与前一个相同的假定得出结论的,因为前一个假定了在同一半圆上彼此反向发生的运动,而这一个并非在同一个半圆上,而是在圆上取了一个按照半圆的划分而划分开的单一运动。他说:“因此理所当然,这些运动并不是相反的;因为两者若获得联合,乃是圆上的一个运动;事实上,在半球的一方、例如地上半球中从东到西的运动,并不与在其余的地下半球中从西到东的运动相反;因此这个论证与前一个不是同一个。”对于作为在一个圆上发生的运动并不是相反的这一点,他固然能够理解;但论证实有两个——一个是假定两个相接的半圆,并类似于此前的定理指出,只有当在其上的运动被看作如同在直径(也就是Ε与Ζ两点彼此相隔的距离)上发生时才是相反的;而另一个论证则是作为让步,姑且假设它们在半圆上也是相反的,进而补充道:“但整个圆上的运行决不因此而彼此相反” ——这个人却以为断言圆上的运动不是相反的论证唯独是这后一个。
- 1.36τῶν διαστάσεων ἐνεργείᾳ τῶν αὐτῶν μενουσῶν τῶν Α Β σημείων πρὸς ἄλληλα
属格独立结构,表伴随或让步情况(“既然……却保持不变”)。主语 τῶν διαστάσεων ... τῶν Α Β σημείων πρὸς ἄλληλα 与分词 μενουσῶν 及谓语成分 ἐνεργείᾳ τῶν αὐτῶν 相应。随后的 ἄλλης μὲν ... ἄλλης δὲ ... καὶ ἄλλης 作为同位语展开,承接前面的 τῶν διαστάσεων,逐一列举各种距离。
- 1.36Προθεὶς δὲ καὶ τὸ τέταρτον ἐπιχείρημα ... ὁ χρηστὸς οὗτος ἐθάρρησεν
句首的分词 προθείς 为阳性单数主格,与主句主语 ὁ χρηστὸς οὗτος 一致(表时间或伴随状况),统领由中性分词 τὸ δεικνύον 引出的长复合结构。主句的主干为:“Προθεὶς ... ὁ χρηστὸς οὗτος ἐθάρρησεν ... ὡς εἰπεῖν”(在提出了……之后,这位可敬的人竟然充满自信……以至于说道)。
