← 辛普里丘

亚里士多德《论天》注释

§185.3-186.32

半圆与直径上的相反运动及最大距离

辛普里丘针对论敌关于半圆与直径上运动相反性的反驳进行辩护,澄清亚里士多德所说的相反运动是以由直线测量的限定的最大距离为基准的。进而驳斥了论敌对亚历山大论辩的误解,指出论敌妄引不同大小的圆与直线的局部来进行无谓的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.36#21

ἀκούειν οὖν ἀνάγκη καὶ τῶν ἐφεξῆς. πῶς οὖν οὐ παντελῶς τοῖς λόγοις ἐστὶν ἐπηρεάζοντος,1 τὴν ἐπὶ τοῦ ἡμικυκλίου τῶν κινήσεων ἀντίθεσιν τὴν αὐτὴν εἶναι λέγειν τῇ ἐπὶ τῆς διαμέτρου διὰ τὸ ὑπὸ τῶν αὐτῶν σημείων τό τε ἡμικύκλιον περατοῦσθαι καὶ τὴν διάμετρον; ὁρᾷς, πῶς οὐκ ἐφιστάνει, ὅτι οὐχ ἁπλῶς τὰς ἐπὶ τοῦ ἡμικυκλίου κινήσεις τὰς αὐτὰς ταῖς ἐπὶ τῆς διαμέτρου λέγει ὁ Ἀριστοτέλης, ἀλλ’ ὅταν ὡς ἐναντίαι λαμβάνωνται, τουτέστιν ὡς ἀπὸ ἐναντίων τόπων, ταὐτὸν δὲ εἰπεῖν2 τῶν τὸ πλεῖστον διεστηκότων, ταὐτὸν δὲ εἰπεῖν τῶν ὡρισμένην ἐχόντων τὴν μεταξὺ διάστασιν· ἡ γὰρ πλείστη ὥρισται· ταὐτὸν δὲ εἰπεῖν τὴν τῇ ἐλαχίστῃ μετρουμένην· αὕτη γάρ ἐστιν ἡ ὡρισμένη. ὅτι δὲ ἡ ἐλαχίστη τῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν γραμμῶν ἡ εὐθεῖά ἐστιν, εἰ ἀγνοεῖ, μανθανέτω. εἰπόντος δὲ τοῦ Ἀλεξάνδρου, ὅτι τὰ ἐπὶ τοῦ ἡμικυκλίου ὡς ἐξ ἐναντίων τόπων κινούμενα, εἰ καὶ μὴ ἐπὶ τῆς εὐθείας κινεῖται, ἀλλ’ οὖν τῷ τοσοῦτον τὸ μεταξὺ αὐτῶν διάστημα κινεῖσθαι, ὅσον κατ’ εὐθεῖαν ἀφέστηκε, ταύτῃ τὴν ἐναντίαν κινεῖται, τουτέστι τὴν ἀπὸ τῶν πλεῖστον διεστηκότων τόπων, οὐδὲ οὕτως, φησὶν οὗτος, τὸ ἐναντίας εἶναι ὁμολογεῖν τὰς ἐπὶ τοῦ ἡμικυκλίου ἔμπαλιν γινομένας ἐκφεύξεται, κἄν τε διὰ τὸν κύκλον ἔχωσι τὸ εἶναι ἐναντίαι, κἄν τε διὰ τὴν τούτου διάμετρον· καίτοι εἰ διὰ τὴν διάμετρον, οὐχ ὡς ἐπὶ τοῦ ἡμικυκλίου κινούμεναί εἰσιν ἐναντίαι· οὐ γὰρ ὡς ἡμικυκλίου πέρατα τὰ Γ Δ πλεῖστον ἀλλήλων διέστηκεν, ἀλλ’ ὡς ἐπὶ τῆς εὐθείας. εἶτα τοῦ Ἀλεξάνδρου εἰπόντος, ὡς, εἰ μὴ τῇ εὐθείᾳ πᾶν διάστημα ἐμετρεῖτο ἀλλὰ τῇ περιφερεῖ, οὐδὲν ἦν δυνατὸν ληφθῆναι διεστὼς πλεῖστον τῷ δύνασθαι καὶ τῶν ἐγγὺς ὄντων ποιῆσαι περιφέρειαν μεταξὺ μεγίστην σφόδρα περιγράψαντας κυρτὴν περιφέρειαν καὶ τῶν πάμπολυ διεστώτων ἐλάττονα, οὗτος πάλιν μακροὺς ἀποτείνει λόγους δεικνύναι φιλονεικῶν, ὅτι καὶ ἐπὶ τῆς περιφερείας ἡ πλείστη διάστασις ἡ κατὰ τὸ πανταχόθεν ἴσον ἀφεστάναι ἐστίν, ὡς ἡ τοῦ Κριοῦ πρὸς τὸν Ζυγόν, οὐκ ἐννοῶν, ὅτι ἄλλο μὲν τὸ πανταχόθεν ἴσον, ἄλλο δὲ τὸ πλεῖστον, καὶ ὅτι ἡ ἀπὸ τοῦ Κριοῦ διὰ τοῦ Ζυγοῦ φερομένη ἄχρι τοῦ Τοξότου διάστασις ἐπὶ τῆς περιφερείας λαμβανομένη μείζων ἐστὶ τῆς ἄχρι τοῦ Ζυγοῦ. εἰ μέντοι ἐπὶ τῶν μεταξὺ τῶν περάτων εὐθειῶν λαμβάνοιντο αἱ διαστάσεις, πλείστη ἐστὶν ἡ ἀπὸ Κριοῦ ἐπὶ Ζυγόν, διότι μείζων πασῶν τῶν εἰς τὸν κύκλον διαγομένων εὐθειῶν ἡ διάμετρός ἐστιν, εἰ δὲ ἐπὶ περιφερειῶν ἡ διάστασις λαμβάνοιτο, δυνατὸν πλειόνων περιφερειῶν ἐπὶ τὰ αὐτὰ σημεῖα γραφομένων, ὡς εἶπεν ὁ Ἀλέξανδρος, ἄλλοτε κατ’ ἄλλην περιφέρειαν τῆς πρὸς ἄλληλα τῶν σημείων διαστάσεως λαμβανομένης μηκέτι ὡρισμένον εἶναι τὸ πλεῖστον. οὗτος δὲ πάλιν μὴ συννοῶν τὰ λεγόμενα “τὸ λέγειν” φησίν “ὅτι καὶ ἀπὸ τῶν πολὺ διεστώτων ἐλάττονα δυνατὸν περιγράψαι περιφέρειαν καὶ ἐκ τῶν ἐγγὺς μείζονα, οὐκ οἶδα εἰπεῖν, πότερον παραλογίσαι βουλομένου ἐστὶν ἢ ἀγνοοῦντος, ὡς οὐ θαυμαστόν, εἰ ἐπὶ διαφόρων κύκλων τὰ μὲν ἐγγὺς ὄντα ἐν θατέρῳ τῶν κύκλων σημεῖα, εἰ ποδιαίαν ἔχοι τὴν περίμετρον καὶ ἡμιποδίῳ διεστήκοι, πλεῖστον διεστάναι λέγεται, τὰ δὲ ἐν τῷ ρ ποδῶν τὴν περίμετρον ἔχοντι διεστηκότα ἀλλήλων σημεῖα κε πόδας οὐ πλεῖστον ἀλλήλων διέστηκε.” τὰ δὲ αὐτὰ καὶ ἐπ’ εὐθειῶν φλυαρεῖ· τῆς μὲν πηχυαίας τὰ πέρατα πλεῖστον διεστάναι λέγων· τὸ γὰρ ὅλον διέστηκε· τῆς δὲ ἑκατονταπήχους τὸ μέσον ἀπὸ τοῦ ἄκρου οὐ τὸ πλεῖστον· οὐδὲ γὰρ τὸ ὅλον, ἀλλὰ τὸ ἥμισυ. καὶ ταῦτα γράφει νομίζων τὸν Ἀλέξανδρον ἐπὶ ἄλλων καὶ ἄλλων σημείων λαμβάνειν τὴν πλείστην καὶ οὐ πλείστην διάστασιν, ἐπειδὴ εἶπεν “τῷ δύνασθαι καὶ τῶν ἐγγὺς ὄντων ποιῆσαι περιφέρειαν μεγίστην καὶ τῶν οὐκ ἐγγὺς ὄντων ἐλάττονα”, οὐκ ἐννοήσας, ὅτι οὐδὲν ἂν αὐτῷ προεχώρησεν οὕτως ὑποθεμένῳ τοῦ Ἀριστοτέλους προθεμένου δεῖξαι, ὅτι καὶ ἀπὸ τῶν τοῦ ἡμικυκλίου περάτων αἱ ἀντικινήσεις, εἰ ὡς ἐναντίαι λαμβάνοιντο, τουτέστιν εἰ ὡς ἀπὸ πλεῖστον διεστηκότων τόπων, ὡς ἐπὶ τῆς διαμέτρου λαμβάνονται. ἀλλ’ ὁ Ἀλέξανδρος βουλόμενος δεῖξαι, ὅτι ἐπὶ τὰ αὐτὰ σημεῖα καὶ μείζονας καὶ ἐλάττονας δυνατὸν περιγράφειν περιφερείας, ἐκ περιουσίας3 ὡς ἐπὶ ἄλλων καὶ ἄλλων περάτων ἐποιήσατο τὸν λόγον δύνασθαι λέγων καὶ τῶν ἐγγὺς ὄντων περάτων μεταξὺ μεγίστην ποιήσασθαι περιφέρειαν καὶ τῶν πάμπολυ διεστώτων ἐλάττονα· εἰ δὲ ἐπὶ τῶν διαφόρων δυνατόν, δῆλον, ὅτι πολλῷ μᾶλλον ἐπὶ τῶν αὐτῶν. ὅπερ μὴ συνεὶς οὗτος πολλοὺς κατέτεινε λόγους δεικνύς, ὅτι ἐν ἄλλῳ καὶ ἄλλῳ μεγέθει οὐδὲν θαυμαστὸν τὰ μὲν ἐγγυτέρω πλεῖστον ἀλλήλων διεστάναι, τὰ δὲ πορρωτέρω μὴ πλεῖστον.

因此,倾听其后的言论也是必然的。那么,由于半圆和直径被相同的诸点所界定,就断言半圆上的运动对立与直径上的运动对立是同一的,这岂不完全是在言辞上蓄意刁难之人的做派吗?你且看,亚里士多德并非简单地说半圆上的运动与直径上的运动同一,而是说当它们被当作相反的运动、即来自相反位置的运动被取用时——这等于说是来自相隔最远的位置,等于说是来自在它们之间具有限定距离的位置(因为最大的距离是限定的),等于说是以最小的线测量的距离(因为这才是限定的)——它们才是同一的;对此他是多么不加留心!如果他不知道在具有相同端点的诸线中最小的是直线,那就让他去学一学吧。当亚历山大指出,半圆上的运动物体作为从相反位置运动的物体,即使不在直线上运动,然而凭借在它们之间的间隔中运动的距离相当于依直线所相隔的距离,因此也就是在做相反的运动,即从相隔最远的位置出发的运动时;这个人却说,即便如此,他也逃脱不了承认在半圆上反向发生的诸运动是相反的,无论它们之所以相反是由于圆还是由于圆的直径。然而如果是由于直径,它们就不是作为在半圆上运动之物而是相反的;因为Γ和Δ并不是作为半圆的端点而彼此相隔最远,而是作为直线上的端点[相隔最远]。接着,亚历山大指出,如果一切距离不是由直线测量而是由圆弧测量,那么就没有任何东西能够被当作相隔最远者,因为通过画出极度弯曲的圆弧,即便在临近的事物之间也能够做出极大的圆弧,而在相距极远的事物之间也能做出较小的圆弧;针对此点,这个人又发表了长篇大论,好胜地试图表明:在圆弧上,最大的距离也是按照各方均等相隔而言的,就像白羊座相对于天秤座那样;他却没有想到,各方均等是一回事,相隔最远是另一回事,并且从白羊座穿过天秤座一直延伸到射手座的距离,若在圆弧上取用,乃是大于延伸到天秤座的距离的。诚然,如果距离是在端点之间的直线上取用,那么从白羊座到天秤座的距离是最大的,因为直径大于一切画入圆内的直线;但如果距离是在圆弧上取用,正如亚历山大所说,当针对相同的诸点画出多条圆弧时,诸点彼此间的距离随着在不同时间按照不同的圆弧取用,最大者便不再是限定的了。然而这个人再次未能理解所说的话,说道:“说‘甚至从相距遥远的诸点也能画出较小的圆弧,而从临近的诸点也能画出较大的圆弧’,我不知道该说这是企图进行诡辩之人的言论,还是不知道〔这一点〕之人的言论:在不同的圆上,如果一方圆的周长为一英尺且〔诸点〕相隔半英尺,其中临近的诸点就被说成相隔最远,而在周长一百英尺的圆中彼此相隔二十五英尺的诸点却并非彼此相隔最远,这并不足为奇。”他在直线问题上也胡扯着同样的话:说一肘尺长之线的端点相隔最远,因为相隔了全体;而一百肘尺长之线的中点距离端点不是相隔最远,因为相隔的不是全体,而是半数。他写下这些,是因为以为亚历山大是在不同且相异的诸点上取用最大和非最大的距离,因为亚历山大曾说“凭借甚至在临近的诸点之间也能做出极大的圆弧,而在不临近的诸点之间也能做出较小的圆弧”;他却没有想到,既然亚里士多德打算表明,半圆端点出发的逆向运动如果作为相反运动被取用(即作为从相隔最远的位置出发被取用),乃是如同在直径上那样被取用的,那么亚历山大若作此假定,对他将毫无助益。相反,亚历山大是因为想要表明针对相同的诸点能够画出更大和更小的圆弧,才作为多余的论据,仿佛针对不同且相异的端点构作了论辩,说在临近的端点之间也能做出极大的圆弧,而在相距极远的端点之间也能做出较小的圆弧;因为如果对于不同的点是可能的,显而易见对于相同的点就更是如此了。这个人未能理解这一点,便发表了许多言论,试图表明在不同大小的量中,较近的事物彼此相隔最远,而较远的事物并非相隔最远,乃是毫无可惊奇之处的。

语法注3 条
  1. 1.36πῶς οὖν οὐ παντελῶς τοῖς λόγοις ἐστὶν ἐπηρεάζοντος

    表特征/所属的谓语性属格,后接的不定词短语 τὴν ἐπὶ τοῦ ἡμικυκλίου τῶν κινήσεων ἀντίθεσιν τὴν αὐτὴν εἶναι λέγειν... 作为全句的主语。此反问句意为:“断言……岂不完全是蓄意刁难之人的做派吗?”

  2. 1.36ταὐτὸν δὲ εἰπεῖν

    不定词的独立/插入用法,作为惯用表达,意为“换言之”或“这等于说”。此处将亚里士多德所说的“从相反位置出发”逐步转述为“相隔最远”、“具有限定距离”以及“由最小的线测量”,表明这些表述在逻辑上等价。

  3. 1.36ἐκ περιουσίας

    介词短语,意为“多余地”、“过量地”或“格外加厚地(论证)”。指亚历山大不仅停留在证明针对“相同诸点”的必要论题上,而且作为额外的让步或补充,进一步针对“不同端点”的情形构作了论辩。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:185.3-186.32