← 辛普里丘

亚里士多德《论天》注释

§183.9-185.2

关于直线上间隔与推论连贯性的辩护

辛普里丘捍卫了亚历山大在前提与结论中对“在直线上”的一贯运用,并从认识论与逻辑角度逐一反驳了论敌(菲洛波诺斯)在尺度、被测间隔以及外部判定标准诸类比上的谬误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.36#20

τούτῳ δὲ προσλαβὼν ἄλλην πρότασιν τὴν λέγουσαν ‘τῷ καταμετροῦντι ἔστιν εὑρεῖν τὸ πλεῖστον διεστὼς καὶ ἐναντίον’ συνήγαγεν,1 ὅτι τῇ εὐθείᾳ καὶ τῷ ἐπὶ ταύτης διαστήματι τὸ ἐν τοῖς διαστήμασι πλεῖστον διεστὼς καὶ ἐναντίον εὑρίσκεται· εἰ δὲ τούτῳ εὑρίσκεται, δῆλον, ὅτι τούτῳ ὥρισται καὶ κατὰ τοῦτό ἐστι τὰ ἐναντία διαστήματα· καθ’ ὃ γὰρ εὑρίσκεται, κατὰ τοῦτο ὥρισται, καὶ καθ’ ὃ ὥρισται, κατὰ τοῦτό ἐστι. πότερος ἄρα τούτων ἠπατῆσθαι ἢ κακουργεῖν ἂν λέγοιτο δικαίως ὁ ταῦτα οὕτως ἀκολούθως συλλογισάμενος ἢ ὁ τούτῳ ἀπάτην καὶ κακουργίαν ἐγκαλῶν,2 διότι συνήγετο μέν, ὡς φησι, τῇ ἄρα εὐθείᾳ ἔστιν εὑρεῖν τὰ πλεῖστον διεστῶτα καὶ ἐναντία, ὁ δὲ προσέθηκε τῷ συμπεράσματι, ὅτι καὶ ‘ἐπὶ τῆς εὐθείας’ τὸ ἐν τοῖς διαστήμασίν ἐστιν ἐναντίον; καὶ οὐ συνενόησεν, ὅτι, καθ’ ὃ διάστημα3 εὑρίσκεται ἡ τῶν τόπων ἐναντίωσις, κατὰ τοῦτο καὶ διεστήκασιν οἱ τόποι. ὁ δὲ μηδὲν συνεὶς τῶν εἰρημένων πολλοὺς δαπανᾷ λόγους πάλιν δεικνύς, ὅτι τὰ πλεῖστον ἀλλήλων διεστῶτα σημεῖα, ἐὰν πήχει μετρήσωμεν, οὐκ ἔστιν ἐν τῷ μετρήσαντι πήχει οὐδὲ ἐν αὐτῷ διέστηκε τὴν πλείστην διάστασιν, καὶ οὐδὲ τοῦτο ἴσχυσεν ἐννοῆσαι, ὅτι, εἴπερ μόνου πήχεως ἦν ἡ διάστασις, ἐν τοῖς τοῦ πήχεως πέρασιν ἦν ἂν τὰ διεστῶτα, οὐ τοῦ ξυλίνου ἢ χαλκοῦ, ἀλλὰ τοῦ κατὰ τὴν μεταξὺ εὐθεῖαν, καὶ κατὰ ταύτην ἂν αὐτοῖς ἡ πλείστη διάστασις τὴν μετροῦσαν μὲν ὡς ὡρισμένην, ὅτι ἐλαχίστη ἐστί, μετρουμένην δὲ ὡς ἀόριστον διάστημα. οὐ γὰρ προστίθησι τὸ μέτρον ὁ ξύλινος πῆχυς, ἀλλ’ ἐνυπάρχον δῆλον ποιεῖ. ὁ δὲ τοσοῦτον ἀπᾴδει τῆς τῶν εἰρημένων ἐννοίας ὡς αὐτῇ λέξει τάδε γράφειν “ὅλως γὰρ τὰ ἐν τῷ μετρουμένῳ διὰ τοῦ μέτρου καταλαμβανόμενα ταῦτα καὶ ἐν τῷ μέτρῳ εἶναι λέγειν πάνυ ἐστὶν εὔηθές τε καὶ ἄτοπον”, οὐκ ἐννοήσας, ὅπως καὶ μέτρον καὶ μετρούμενόν ἐστι τῆς πλείστης διαστάσεως τὸ κατὰ τὴν εὐθεῖαν διάστημα· ἀλλ’ ἀνεπιστάτως κριτήρια πολλὰ συνήγαγε δεικνύς, ὅτι οὐκ ἔστιν ἐν τοῖς κριτηρίοις ἡ τῶν κρινομένων ἐναντίωσις καὶ διάστασις· “οὔτε γὰρ ἐν τῇ ἀποδείξει, φησίν, ἡ τοῦ ἀληθοῦς καὶ ψεύδους διάστασίς ἐστιν οὔτε ἡ τοῦ ἀγαθοῦ καὶ κακοῦ, οὔτε ἐν τῇ ὀπτικῇ δυνάμει τὸ λευκὸν καὶ μέλαν ἢ τὸ τρέχειν καὶ ἑστάναι, οὔτε ἐν τῇ ἀκουστικῇ ἡ ὀξεῖα φωνὴ καὶ ἡ βαρεῖα, ἀλλ’ οὐδὲ ἐν τῷ κανόνι, φησί, τὸ διεστραμμένον· ἀλλ’ οὐδὲ τὸ εὐθὺ τοῦτο ἔχει ὁ κανών, ὅπερ ἐν τῷ ξύλῳ, φέρε, τυγχάνον δι’ αὐτοῦ μεμαθήκαμεν.” καὶ ὅτι μὲν ταῦτα μάτην παρεισεκύκλησε, δῆλον, εἴπερ τὸ κατὰ τὴν εὐθεῖαν μέτρον οὐ τὸ ἔξωθεν προσίον, οἷός ἐστιν ὁ πῆχυς ὁ χαλκοῦς, εἴληπται, ἀλλὰ τὸ κατὰ τὸ μεταξὺ τῶν διεστώτων διάστημα, ὅπερ ὡς μὲν ἀόριστον διάστημα μετρεῖται, ὡς δὲ εὐθὺ καὶ ἐλάχιστον καὶ ὡρισμένον μετρεῖ τὴν ἀπ’ ἀλλήλων ἀπόστασιν τῶν διεστώτων· διὰ τοῦτο μὲν οὖν οὐδὲν ὅμοιον ἔχει τοῖς ἔξωθεν κριτηρίοις ἡ κατ’ εὐθεῖαν διάστασις, ἀλλ’ ἐκείνοις ὁ χαλκοῦς πῆχυς ἀναλογεῖ. πλὴν οὐδὲ τούτων αὐτῶν, ὧν παρήγαγε, γινώσκων τὴν ἰδιότητα φαίνεται· καὶ γὰρ τὰ κριτήρια εἰ μὴ τοὺς λόγους ἔχει τῶν κρινομένων, οὐκ ἂν δύναιτο κρίνειν. πῶς γὰρ ἡ ὀπτικὴ δύναμις τὸ μέλαν διακρίνει καὶ τὸ λευκόν, εἰ μὴ τὸν τύπον προείληφε τούτων; ἔχει δὲ οὐχ ὡς λευκὴ οὖσα ἢ μέλαινα, ἀλλὰ κριτικῶς· οὕτως δὲ καὶ ἡ ἀπόδειξις ἡ διακρίνουσα τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καὶ ὁ κανὼν ὁ τὸ εὐθὺ καὶ διάστροφον ἐλέγχων, ἡ μὲν τὸ ἀληθὲς ἐπάγουσα τῷ κρινομένῳ, ὁ δὲ τὸ εὐθύ, τὸ μὲν κατὰ τὴν ἐφαρμογὴν κρίνει, τὸ δὲ κατὰ τὴν παράλλαξιν. καὶ δῆλός ἐστιν αὐτὸς χύδην ἐκθέμενος τὰ παραδείγματα, ὅτι οὐδὲ τούτῳ ἐπέστησε τῷ ἄλλως μὲν τὴν ὀπτικὴν δύναμιν τὸ λευκὸν καὶ μέλαν κρίνειν ὡς εἴδη ἄμφω κατὰ εἰδητικὴν συναίσθησιν εἴτε ἐνεργείᾳ εἴτε δυνάμει τῶν εἰδῶν ἐν τῇ αἰσθήσει προειλημμένων, ἄλλως δὲ ἡ ἀπόδειξις καὶ ὁ κανὼν τὸ μὲν ἀληθὲς καὶ τὸ εὐθὺ τῷ εἴδει τῷ ἐν αὐτοῖς ὡς ἐφαρμόττοντι κρίνουσιν,4 τὸ δὲ ψεῦδος καὶ τὸ διάστροφον τῷ παρὰ τοῦτο· τὸ γὰρ μὴ ζῷον ψεῦδος λέγειν ἄνθρωπον. καὶ αἰσχύνομαι μέν, εὖ ἴστε, τοῖς τοιούτοις ἐνδιατρίβων, ἀλλ’ ἐπειδὴ διὰ τούτων ἀναιρεῖν ἐπιχειρεῖ τοῦ μὲν οὐρανοῦ τὴν μακαρίαν ἀϊδιότητα, τοῦ δὲ δημιουργοῦ τὴν ἀμετάβλητον ἀγαθότητα, ἀνάγκη τὸ σαθρὸν αὐτῶν ἐλέγχειν τοῖς ἐπιπολαίως ἀκούουσιν αὐτοῦ βοηθοῦντα. οἱ γὰρ μετρίως ἠγμένοι οὐ τὰ τούτου μόνον εὖ οἶδα ὅτι περιπτύουσιν, ἀλλὰ καὶ τοὺς ἐμοὺς λόγους σκιαμαχίας ἡγούμενοι σχολῆς οὐκ εὐτυχοῦς ἔργον αὐτοὺς ὑπολήψονται.

而且[亚历山大]在此之上又加上了另一个前提,即说“通过彻底度量者能够发现相隔最远者和相反者”,从而推论出:依直线并依这条直线上的间隔,间隔中相隔最远者和相反者被发现了。而如果它是通过这被发现的,显然,相反的诸间隔乃是由这所限定,并且是沿着这而存在的;因为按照何者被发现,就是由何者所限定;而按照何者被限定,就是沿着何者而存在。那么,这二人之中哪一个理当被说成是受骗了或是怀有恶意呢?是如此首尾一贯地进行了三段论推理的人,还是向他归咎受骗与恶意的人?因为据他所说,推论得出的结论本是“因此依直线能够发现相隔最远者和相反者”,而[亚历山大]却在结论中加上了在诸间隔中相反者也“在这条直线上”;并且他没有一道想到,按照何种间隔位置的相反性被发现,位置也就是沿着这种[间隔]而相隔的。然而他丝毫不理解所说的话,又耗费了许多言辞试图表明:如果我们用肘尺来测量,彼此相隔最远的诸点既不在测量了它们的肘尺之内,也不是在它之中相隔最大的距离;而且他甚至无力想到:如果距离仅仅是一肘尺,相隔的事物本来就会在肘尺的端点上——不是木制或青铜[肘尺]的端点,而是沿着它们之间的直线[的端点]——并且对它们而言最大的距离本来就会沿着这条直线而存在,这条直线一方面作为限定者(因为它是最小的)而进行测量,另一方面作为非限定的间隔而被测量。因为木制肘尺并未添加尺度,而是使内在存在的事物显明出来。而他是如此严重地偏离了所说之话的意义,以至于逐字写下了如下文字:“因为总的来说,说在被测量物中通过尺度所把握到的事物也在尺度之中,乃是极其愚蠢且荒谬的”,却没有想到,沿着直线的间隔如何既是最大距离的尺度,又是它的被测量物。相反,他不加留心地聚集了许多标准,试图表明被判定者的相反性与距离并不在诸标准之中:“因为”,他说,“真与伪的距离不在论证之中,善与恶的[距离]也不在其中;在视觉能力中既不存在白与黑,也不存在奔跑与站立;在听觉能力中不存在尖锐的声音与低沉的声音;不仅如此”,他说,“歪斜的也不在规尺之中;规尺甚至根本不具有这种笔直,即我们在木料中碰巧遇到并通过规尺而认识到的笔直。”显然,他徒劳地搬出了这些东西;因为沿着直线的尺度并非作为从外部靠近的东西被取用(就像青铜肘尺那样),而是作为相隔诸物之间的中介间隔被取用,这个间隔一方面作为非限定的间隔被测量,另一方面作为笔直、最小且限定者测量相隔诸物彼此之间的距离。因此,沿着直线的距离与外在的标准毫无相似之处,而青铜肘尺才与那些相类比。不仅如此,对于他自己所提出的这些事物,他也显得并不知晓其特有属性;因为诸标准若不具有被判定者的理路[相],便不可能进行判定。因为视觉能力若非预先领受了它们的印模,又如何能分辨黑与白呢?它拥有它们并不是由于自身是白或黑,而是以评判的方式拥有;同样,分辨真与伪的论证以及检验笔直与歪斜的规尺也是如此:前者将真理赋予被判定者,后者则赋予笔直,将一者依据符合来判定,将另一者依据偏离来判定。而且显而易见的是,他杂乱无章地列举了这些例子,甚至没有注意到这一点:即视觉能力以一种方式,乃是通过形式的觉知将白与黑两者都作为相来判定(无论这些相是在现实活动中还是在潜能中预先被感觉所领受);而论证与规尺则以另一种方式,通过自身之中的相将真与直判定为符合者,而将伪与歪斜判定为违背于此者;因为说人不是动物乃是假话。请确信,沉溺于此类事中我固然感到羞愧;但既然他企图借由这些来废除一方面是天穹的受祝福的永恒性,另一方面是造物主的不可变易的善性,就必须驳斥其腐朽之处,以救助那些肤浅地听从他的人。因为我深知,受过中等教育的人不仅唾弃他的言论,更会认为我的言辞是在与阴影作战,把它们看作是不幸之闲暇的产物。

语法注4 条
  1. 1.36τούτῳ δὲ προσλαβὼν ἄλλην πρότασιν τὴν λέγουσαν ‘τῷ καταμετροῦντι ἔστιν εὑρεῖν τὸ πλεῖστον διεστὼς καὶ ἐναντίον’ συνήγαγεν

    分词 προσλαβών 和主动词 συνήγαγεν 的隐伏主语承接前文,指亚历山大。与格 τούτῳ 指代前文已确立的命题(“对于每一间隔,直线以及直线上的间隔乃是尺度”),意为“在此之上”。

  2. 1.36πότερος ἄρα τούτων ἠπατῆσθαι ἢ κακουργεῖν ἂν λέγοιτο δικαίως ὁ ταῦτα οὕτως ἀκολούθως συλλογισάμενος ἢ ὁ τούτῳ ἀπάτην καὶ κακουργίαν ἐγκαλῶν

    由疑问代词 πότερος 引导的直接选择疑问句。谓语为 λέγοιτο ἄν(潜能希求式),两个带冠词的分词短语 ὁ ... συλλογισάμενος 与 ὁ ... ἐγκαλῶν 由 ἤ 连接,充当比较与选择的主语(“是……进行了三段论推理的人,还是……归咎的人”)。

  3. 1.36κατὰ ταύτην ἂν αὐτοῖς ἡ πλείστη διάστασις τὴν μετροῦσαν μὲν ὡς ὡρισμένην, ὅτι ἐλαχίστη ἐστί, μετρουμένην δὲ ὡς ἀόριστον διάστημα

    虚拟条件句结论部的延续,省略了过去时系动词(κατὰ ταύτην ἂν [ἦν] αὐτοῖς ἡ πλείστη διάστασις)。宾格分词 τὴν μετροῦσαν 与 μετρουμένην 与介词短语 κατὰ ταύτην(即 τὴν μεταξὺ εὐθεῖαν)同格并列,形成对比,展现直线兼具测量者与被测量者的双重属性。

  4. 1.36τῷ ἄλλως μὲν τὴν ὀπτικὴν δύναμιν τὸ λευκὸν καὶ μέλαν κρίνειν ... ἄλλως δὲ ἡ ἀπόδειξις καὶ ὁ κανὼν ... κρίνουσιν

    由动词 ἐπέστησε 支配的带定冠词与格名词化结构(“他甚至没有注意到……”)。前半部分是由 τῷ 引导的宾格不定式结构(τὴν ὀπτικὴν δύναμιν ... κρίνειν),后半部分(ἄλλως δέ)则发生句式转变(破格,anacoluthon),转为由直陈式动词 κρίνουσιν 构成的独立分句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:183.9-185.2