← 辛普里丘

亚里士多德《论天》注释

§181.16-183.9

黄道十二宫的距离测量与对亚历山大的辩护

辛普利丘针对论敌引用黄道十二宫论述圆上对径点具有最大距离的说法,指出其在沿圆弧还是沿直线测量标准上的混淆,并通过准确重构前提驳斥了其对亚历山大推论的恶意指责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.36#19

οὗτος δὲ ἀγνοεῖ τὸν σκοπὸν τῶν προκειμένων, ὅτι πρὸς ἔλεγχον αὐτῶν, ὡς οἴεται, προήγαγε τὸ τοὺς μετροῦντας τὰ περιφερῆ τῶν κατασκευασμάτων τὰ κατ’ εὐθεῖαν τῆς περιφερείας ἀποστήματα λαβόντας ταῦτα τῇ εὐθείᾳ μετρεῖν,1 οὐκ ἐφιστάνων, ὅτι τοῦτό ἐστιν, ὅπερ εἶπεν Ἀριστοτέλης “ἀεὶ γὰρ ἀπέχειν ἕκαστον τίθεμεν”. ἀλλ’, ὥσπερ εἴωθε, συγχωρήσας πάλιν ἀληθὲς εἶναι τὸ παντὸς διαστήματος μέτρον εἶναι τὴν εὐθεῖαν, οὐδὲ οὕτως, φησίν, οὐδὲν πλέον αὐτοῖς ὁ λόγος προκόψει εἰς τὸ δεῖξαι, ὡς οὐκ εἰσὶν ἐναντίαι αἱ ἀπὸ τῶν περάτων τοῦ ἡμικυκλίου ἀπ’ ἐναντίας γινόμεναι κινήσεις· “ἐπειδὴ γάρ, φησί, μέγεθός ἐστιν ὁ κύκλος, ἔστι τινὰ μόρια αὐτοῦ μᾶλλον καὶ ἧττον ἀλλήλων διεστῶτα· τῆς γὰρ ἀρχῆς τοῦ Κριοῦ μᾶλλον οἱ Δίδυμοι διεστήκασιν ἤπερ ὁ Ταῦρος, καὶ τούτων μᾶλλον ὁ Καρκίνος· ἔστιν ἄρα καὶ τὰ πλεῖστον ἐν αὐτῷ διεστῶτα, οἷον Κριὸς καὶ Ζυγός· ἐξ ἑκατέρου γὰρ ἡμικυκλίου ἴση τούτων ἐστὶν ἡ ἀπόστασις· Κριὸς γάρ, φέρε, καὶ Σκορπίος εἰ καὶ κατὰ θάτερον τοῦ κύκλου μόριον μείζονα τὴν ἀπόστασιν ἔχουσιν ἑπτὰ ζῳδίοις ἀλλήλων διεστῶτα, ἀλλὰ κατὰ τὸ λοιπὸν ἐγγὺς ἀλλήλων μᾶλλόν εἰσι πέντε ζῳδίοις ἀπέχοντα· μόνα ἄρα πανταχόθεν τὴν πλείστην διάστασιν διέστηκε Κριὸς καὶ Ζυγὸς καὶ ὅλως τὰ εἰς δύο ἴσα τὸν κύκλον τέμνοντα.” ταῦτα εἰπόντα δίκαιον ἐρωτᾶν,2 τὴν διάστασιν τῶν ἐν τῷ κύκλῳ μορίων πότερον κατὰ τὴν περιφέρειαν λαμβάνει ἢ κατὰ τὴν ἐπιζευγνυμένην μεταξὺ αὐτῶν εὐθεῖαν. εἰ μὲν γὰρ κατὰ τὴν περιφέρειαν, δῆλον, ὅτι κατὰ τὴν μείζονα περιφέρειαν μᾶλλον ἀφέστηκεν ὁ Ταῦρος τῆς ἀρχῆς τοῦ Κριοῦ ἤπερ οἱ Δίδυμοι, καὶ ὁ τοῦ Κριοῦ τόπος μᾶλλον ἐναντίος τῷ τοῦ Τοξότου κατὰ τὴν μείζονα περιφέρειαν ἤπερ τῷ τοῦ Ζυγοῦ, διότι πλέον κατ’ ἐκείνην διέστηκεν, ἐναντίοι δὲ τόποι οἱ πλεῖστον ἀλλήλων διεστῶτες. πῶς γὰρ ὅλως, εἰ ἐπὶ τῆς περιφερείας τὴν διάστασιν ἔλαβεν, ἐτόλμα λέγειν, ὅτι πανταχόθεν τὴν πλείστην διάστασιν διέστηκε Κριὸς καὶ Ζυγός; ἴσην μὲν γὰρ πανταχόθεν ἀληθὲς εἰπεῖν, τὴν πλείστην δὲ οὐδαμόθεν δυνατόν· τὴν γὰρ πλείστην τὰ πλησιάζοντα ἀλλήλοις διέστηκε κατὰ τὴν ἑτέραν περιφέρειαν· εἰ δὲ μὴ κατὰ τὴν περιφέρειαν ὁρίζει τῶν ἐν τῷ κύκλῳ μορίων τὴν διάστασιν, ἀλλὰ κατὰ τὴν ἐπιζευγνυμένην ἐπ’ αὐτὰ εὐθεῖαν, τὸ αὐτὸ τῷ Ἀριστοτέλει λέγει μὴ συναισθανόμενος. ἡ γὰρ ἀπὸ τοῦ Γ, φησὶν ἐκεῖνος, καὶ ἡ ἀπὸ τοῦ Δ, εἰ ὡς ἐναντίαι λαμβάνοιντο, ἡ αὐτὴ τῇ ἐπὶ τῆς διαμέτρου ἐστίν. ὁ δὲ συγχωρεῖ μὲν κατὰ τὴν διάμετρον εἶναι τὴν πλείστην τῶν Γ Δ διάστασιν, λέγει δὲ καὶ κατὰ τὴν περιφέρειαν εἶναι, διότι ἴσον πανταχόθεν ἀπέχει. καίτοι τί τοῦτο πρὸς τὴν πλείστην διάστασιν συντελεῖ, ἣν οἱ ἐναντίοι τόποι διεστήκασιν, ἀφ’ ὧν αἱ ἐναντίαι κινήσεις; ἐπακολουθῶν δὲ καὶ ἑξῆς τῇ ἑαυτοῦ μετὰ προπετείας ἀνοίᾳ “τοῦτο, φησί, καὶ τῆς ἀπάτης τῷ Ἀλεξάνδρῳ γέγονεν αἴτιον· λαβὼν γάρ, ὅτι ἡ εὐθεῖα μέτρον, καὶ τῷ μέτρῳ ἔστιν εὑρεῖν τὰ πλεῖστον ἀλλήλων διεστηκότα καὶ ἐναντία, ἀκόλουθον ὂν συναγαγεῖν συμπέρασμα τὸ λέγον·3 τῇ ἄρα εὐθείᾳ ἔστιν εὑρεῖν τὰ ἐν τοῖς διαστήμασι πλεῖστον ἀλλήλων διεστηκότα καὶ ἐναντία· ὁ δὲ κακούργως, φησί, προσέθηκε τὸ ἐπὶ ταύτης εἰπών· ‘τῇ ἄρα εὐθείᾳ καὶ ἐπὶ ταύτης ἐστὶ τὸ ἐν τοῖς διαστήμασιν ἐναντίον’, ὅπερ οὐκ ἔχει κείμενον ἐν ταῖς προτάσεσιν.” πάλιν οὖν ἐν τούτοις ἐπιστῆσαι χρὴ πρῶτον μέν, ὅτι τὸν Ἀλέξανδρον ἠπατῆσθαι εἰπὼν εὐθὺς παρὰ πόδας κακουργεῖν ἐπὶ τῷ αὐτῷ λέγει, ἐφ’ ᾧπερ αὐτὸν ἠπατῆσθαί φησιν, οὐκ ἐννοῶν, ὅτι ὁ δι’ ἀπάτην τι λέγων οὐ κακουργεῖ, εἴπερ ἡ μὲν ἀπάτη δι’ ἄγνοιαν, ὁ δὲ κακουργῶν ἐν λόγοις εἰδὼς τὸ ἀληθὲς διαστρέφειν αὐτὸ σπουδάζει. ἔπειτα πῶς λέγει μὴ λαβεῖν ἐν ταῖς προτάσεσιν αὐτὸν τὸ ‘ἐπὶ τῆς εὐθείας’ οὕτως ἐκθεμένου τοῦ Ἀλεξάνδρου τὸν λόγον, ὡς καὶ αὐτὸς οὗτος ἀνέγραψε· “πᾶν μὲν γὰρ διάστημα τῷ ἐλαχίστῳ καταμετρεῖται· ἐλάχιστον δὲ διάστημα πᾶσιν τὸ ἐπὶ τῆς εὐθείας· παντὸς ἄρα διαστήματος ἡ εὐθεῖα καὶ τὸ ἐπὶ τῆς εὐθείας μέτρον. ἀλλὰ μὴν τῷ καταμετροῦντι ἔστιν εὑρεῖν τὸ πλεῖστον διεστὼς καὶ ἐναντίον· τῇ εὐθείᾳ ἄρα καὶ ἐπὶ ταύτης τὸ ἐν τοῖς διαστήμασίν ἐστιν ἐναντίον· οὐκ ἄρα ἐπὶ τῆς περιφερείας.” οὐ πρόδηλός ἐστιν ὁ Ἀλέξανδρος καὶ ἐν τῇ προτάσει θεὶς τὸ ἐπὶ τῆς εὐθείας καὶ συλλογιζόμενος οὕτως· πᾶν διάστημα τῷ ἐλαχίστῳ διαστήματι καταμετρεῖται, διότι τοῦτο ὡρισμένον ἐστί· τὸ τῷ ἐλαχίστῳ διαστήματι καταμετρούμενον τῇ εὐθείᾳ καὶ τῷ ἐπὶ τῆς εὐθείας διαστήματι καταμετρεῖται· αὕτη γάρ ἐστιν ἡ ἐλαχίστη τῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν γραμμῶν ἤτοι διαστάσεων· καὶ συμπέρασμα λοιπόν, ὅτι παντὸς διαστήματος ἡ εὐθεῖα καὶ τὸ ἐπὶ τῆς εὐθείας διάστημα μέτρον ἐστί;

然而这个人并不了解所提出之论题的意图,以至于为了反驳它们(正如他所认为的那样),他提出了测量圆形器物的人取圆弧沿直线的间隔并用直线来测量这些,却未注意到,这正是亚里斯多德所说的“因为我们总是设定各物是相隔的”。然而,正如他惯常的那样,他再次让步承认“直线是每一间隔的尺度”是真实的,却说即便如此,他们的论证在证明从半圆的端点出发正相反向发生的运动并非相反运动这一点上,也丝毫无所进展。“因为”,他说,“既然圆是一个量度,它的某些部分就彼此相隔更大或更小;因为双子宫相比于金牛宫离白羊宫的起点相隔更远,而巨蟹宫比它们还要更远;因此在圆中也存在相隔最远者,比如白羊宫和天秤宫;因为从任一半圆来看,它们的距离都是相等的。因为假定白羊宫和天蝎宫哪怕沿着圆的另一部分相距更大,彼此相差七个星座,但沿着其余部分它们彼此更近,相差五个星座;因此唯独白羊宫和天秤宫,以及总的来说把圆切成两等分的事物,是从各方面来看都相隔最大的距离。”对说了这些话的他,理当发问:他究竟是沿着圆弧还是沿着连接它们之间的直线来把握圆中各部分的距离?因为如果是沿着圆弧,显然金牛宫沿着更大的圆弧离白羊宫起点的距离比双子宫更大,而白羊宫的位置沿着更大的圆弧相对于射手宫的位置比相对于天秤宫更相反,因为沿着那条圆弧它相隔得更远,而相反的位置乃是彼此相隔最远的位置。因为如果他是在圆弧上把握距离,他究竟怎么敢说白羊宫和天秤宫是从各方面来看都相隔最大的呢?因为说从各方面看都相等固然是真的,但无论如何不可能说是最大的;因为彼此接近的事物,沿着另一条圆弧反而是相隔最大的。但如果他界定圆中各部分的距离不是沿着圆弧,而是沿着连接在它们之上的直线,他就是未察觉到自己说了与亚里斯多德相同的话。因为亚里斯多德说,如果把从Γ出发的运动和从Δ出发的运动作为相反的来把握,这与在直径上的运动是同一的。但他一方面承认Γ与Δ的最大距离是沿着直径的,另一方面又说它也是沿着圆弧的,因为它是从各方面等距相隔。然而,这对于最大距离——即相反位置所相隔的、相反运动从之出发的最大距离——究竟有何相干呢?接着他又顺着自己一贯轻率的愚昧说道:“这也就是亚历山大受骗的原因;因为在设定了直线是尺度、并且通过尺度能够发现彼此相距最远者和相反者之后,理应得出这样的结论:‘因此,依直线能够发现间隔中彼此相距最远者和相反者’;但他却怀着恶意加上了‘在这条直线上’,说:‘因此依直线并且在这条直线上,有着间隔中的相反者’,而这并没有放在前提之中。”因此在这些话中,首先必须注意到,他在说了亚历山大受骗之后,紧接着就在自己声称对方受骗的同一件事上说对方怀有恶意,却没有想到,因受骗而说话的人并没有恶意;因为受骗是由于无知,而在论辩中怀有恶意的人则是明知真理却竭力歪曲它。其次,当亚历山大正如这个人自己所抄录的那样陈述论证时,他怎么能说亚历山大在前提中没有包含“在直线上”呢?“因为每一间隔都是被最小者彻底度量的;而对万物而言最小的间隔乃是直线上的间隔;因此对于每一间隔,直线以及直线上的间隔乃是尺度。然而,通过彻底度量者能够发现相隔最远者和相反者;因此依直线并且在这条直线上,有着间隔中的相反者;因此不是在圆弧上。”亚历山大既在前提中置入了“在直线上”,并且如此进行三段论推理,难道不是显而易见的吗?即:每一间隔都被最小的间隔彻底度量,因为这是限定的;被最小间隔彻底度量的,就是被直线以及在直线上的间隔彻底度量;因为在具有相同端点的诸线(即诸距离)中,这乃是最小的;剩下的结论难道不就是:对于每一间隔,直线以及直线上的间隔乃是尺度吗?

语法注3 条
  1. 1.36ὅτι πρὸς ἔλεγχον αὐτῶν, ὡς οἴεται, προήγαγε τὸ τοὺς μετροῦντας τὰ περιφερῆ τῶν κατασκευασμάτων τὰ κατ’ εὐθεῖαν τῆς περιφερείας ἀποστήματα λαβόντας ταῦτα τῇ εὐθείᾳ μετρεῖν

    ὅτι 从句在句中对主句动词 ἀγνοεῖ 起说明作用(即说明其无知的具体表现)。该从句的核心句法结构为主语省略的 προήγαγε 支配带冠词的不定式短语 τὸ ... μετρεῖν 作为直接宾语,其中 τοὺς μετροῦντας 作不定式的逻辑主语,λαβόντας 为伴随分词。

  2. 1.36ταῦτα εἰπόντα δίκαιον ἐρωτᾶν

    ταῦτα εἰπόντα 是阳性单数宾格的分词短语,在非人称结构 δίκαιον [ἐστί] 支配的不定式 ἐρωτᾶν 中充当动词的直接宾语(即“向说了这些话的他发问是正当的”),而非不定式的逻辑主语。

  3. 1.36ἀκόλουθον ὂν συναγαγεῖν συμπέρασμα τὸ λέγον

    ἀκόλουθον ὄν 为非人称结构形成的绝对宾格(accusative absolute),表示“推导出……这样的结论本是顺理成章的/必然的”,与后半句的转折主句 ὁ δὲ ... προσέθηκε 形成鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:181.16-183.9