← 辛普里丘

亚里士多德《论天》注释

§179.23-181.16

关于圆弧测量的反驳与端点间直线距离

辛普里丘针对亚里斯多德关于圆周运动相反性的第三个论证,引述了论敌声称“直线不可能是圆弧的尺度”的冗长反驳,并通过表明亚里斯多德与亚历山大所论及的是端点之间直线距离的测量而非圆弧本身的测量,驳斥了论敌的误解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.36#18

Πρὸς δὲ τὸ τρίτον τῶν Ἀριστοτέλους ἐπιχειρημάτων ἀντεπιχειρῶν οὗτος τὸ λέγον,1 ὅτι, κἂν μὴ ἐπὶ ἀορίστου περιφερείας ἡ ἀντικίνησις λαμβάνηται, ὡς δυνατὸν εἶναι ἀπείρους περιφερείας περὶ τὰ αὐτὰ σημεῖα περιγράφειν, ἀλλ’ ἐπὶ μιᾶς ὡρισμένης, οἷον τοῦ ἡμικυκλίου, καὶ οὕτως ἡ διάστασις τοῦ Γ πρὸς τὸ Δ κατὰ τὴν εὐθεῖαν μετρηθήσεται, μήτε τῶν Ἀριστοτέλους λόγων μήτε τῶν ἐξηγητικῶν συναισθανόμενος πολλοὺς κατατείνει λόγους δεικνύναι πειρώμενος, ὅτι οὐ παντὸς μεγέθους μέτρον εἶναι τὴν εὐθεῖαν ἀνάγκη οὐδὲ πάσης γραμμῆς, ἀλλὰ τῶν ὁμοειδῶν μόνων καὶ οἷς ἂν ἐφαρμόζῃ, οὐκ ἐφαρμόζει δὲ τῇ περιφερείᾳ· καὶ οὕτως πάντας ποιεῖται τοὺς λόγους ὡς λέγοντος τοῦ Ἀριστοτέλους καὶ τῶν ἐξηγητῶν,2 ὅτι τὸ τῆς περιφερείας διάστημα ὑπὸ τῆς εὐθείας μετρεῖται. καὶ τάχα πάλιν ἀνάγκη διὰ τοὺς ἀπιστήσοντάς τινα τῶν ὑπ’ αὐτοῦ ῥηθέντων παραγράψαι· “οὔκουν οὐδὲ εἰ τῶν περὶ τὰ αὐτὰ σημεῖα γραφομένων γραμμῶν τυγχάνει τὸ ἐλάχιστον ἡ εὐθεῖα, ἤδη καὶ πάσης γραμμῆς καὶ παντὸς μεγέθους μέτρον εἶναι αὐτὴν ἀνάγκη, ἀλλὰ τῶν ὁμοειδῶν δηλονότι καὶ οἷς ἂν ἐφαρμόζειν δύνηται· οὐκ ἐφαρμόζει δὲ τῇ περιφερείᾳ οὐδὲ ἐστιν αὐτῆς ὁμοειδής· οὐδὲ ἄρα μέτρον αὐτῆς εἶναι δύναται”. ἆρα οὐ πρόδηλός ἐστιν οἰόμενος λέγειν αὐτούς, ὅτι τῇ εὐθείᾳ μετρεῖται ἡ περιφέρεια; εἰ δὲ μὴ ἀρκεῖ ταῦτα δεῖξαι τὴν ἀσυνεσίαν αὐτοῦ, καὶ τῶν ἐφεξῆς ἄκουε· “εἰ γὰρ καὶ τῇ εὐθείᾳ πολλάκις, οἷον τῷ πήχει, ὑπὸ τῶν τεχνιτῶν περιφερῆ τινα μετρεῖται κατασκευάσματα, ἀλλ’ οὐ κατ’ αὐτὴν τὴν περιφερῆ γραμμὴν τῷ πήχει μετροῦνται, ὥσπερ ἐπὶ τῶν εὐθυγράμμων κατασκευασμάτων αὐτῇ τῇ ἰθυτενεῖ γραμμῇ τοῦ κατασκευάσματος ἐφαρμόζεται ὁ πῆχυς, οὐχ οὕτως οὖν καὶ ἐπὶ τῆς περιφερείας αὐτῇ τῇ περιφερείᾳ τὸν πῆχυν ἐφαρμόζουσιν· ἀδύνατον γάρ· ἀλλὰ τὰ κατ’ εὐθεῖαν τῆς περιφερείας ἀποστήματα λαβόντες ταῦτα τῇ εὐθείᾳ μετροῦσιν, ὥστε πάλιν ὅμοιον εἶναι τῷ μετροῦντι τὸ μετρούμενον. εἰ δέ, ὅτι τῷ γνῶναι, πόσου ποτέ ἐστι μεγέθους ἡ τοῦ κύκλου διάμετρος, καὶ ἡ περίμετρος τοῦ κύκλου πόσου ἐστὶ γινώσκεται, διὰ τοῦτο τὸ μέτρον εἶναί τις τὴν εὐθεῖαν τῆς περιφερείας ἀξιώσει, ἐπειδὴ καὶ τῆς περιμέτρου γνωσθείσης δυνατὸν ἐξ αὐτῆς γνωσθῆναι καὶ τὴν διάμετρον, λεγέτω καὶ τὴν περιφέρειαν τῆς εὐθείας εἶναι μέτρον· καὶ τοῦ ἰσοπλεύρου δὲ τριγώνου ὅτι αἱ τρεῖς εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσίν, οὐκ ἄλλως γινώσκομεν ἢ ἐκ τῶν περὶ διάμετρον μίαν τῶν τοῦ τριγώνου πλευρῶν γραφομένων κύκλων· τί οὖν μᾶλλον ἐκ τῆς εὐθείας ἡ περιφέρεια ἢ ἐκ τῆς περιφερείας ἡ εὐθεῖα κρίνεται”; καὶ μή τίς με τῶν καθαριωτέρων αἰτιάσθω3 ὡς ἄκαιρον ἄγοντα σχολήν, εἰ τοιαῦτα καὶ τοσαῦτα τούτου παραγράφειν αἱροῦμαι, ἀλλὰ τοὺς ἀκρίτως τοῖς τούτου λόγοις προσέχοντας αἰτιάσθω καὶ τοὺς ἐνίοτε ἀπιστήσοντας, ὅτι τοιαῦτά τις γράφων οὕτως ἀναιδῶς ἀντιλέγειν ἐτόλμησε. ποῦ γὰρ Ἀριστοτέλης ἤ τις τῶν Ἀριστοτέλους ἐξηγητῶν τὴν περιφέρειαν ὑπὸ τῆς εὐθείας εἶπεν μετρεῖσθαι; ἀλλ’ οὐ συνῆκεν οὗτος, ὅτι τὴν μεταξὺ τῶν περάτων διάστασιν, οἷον τοῦ Γ καὶ Δ, ὡς Ἀριστοτέλης φησί, τῇ εὐθείᾳ τῇ ἐπ’ αὐτὰ ἐπιζευγνυμένῃ λέγουσι μετρεῖσθαι, ἀλλ’ οὐ τῇ περὶ αὐτὰ γραφομένῃ περιφερείᾳ, οὐ μέντοι ὅτι ἡ περιφέρεια τῇ εὐθείᾳ μετρεῖται· τοῦτο γάρ, κἂν ἀληθὲς ἦν, οὐ πάνυ τι πρὸς τὸν λόγον· τὸ γὰρ προκείμενον ἦν δεῖξαι, ὅτι τὰ ἐπὶ τοῦ ἡμικυκλίου ἀντιφερόμενα οὐ κινεῖται ἐναντίας κινήσεις, διότι τὰ πέρατα αὐτοῦ τὸ Γ καὶ Δ οὐκ εἰσὶν ἐναντίοι τόποι, τοῦτο δέ, διότι οὐ πλεῖστον διεστήκασιν ἀλλήλων κατὰ τὴν τοῦ ἡμικυκλίου περιφέρειαν· δυνατὸν γὰρ καὶ μείζονα τοῦ ἡμικυκλίου περιφέρειαν ἐπ’ αὐτὰ γράψαι, καθ’ ἣν πλέον ἀλλήλων διεστήκασιν ἤπερ κατὰ τὴν τοῦ ἡμικυκλίου. ἀλλ’ ὁ λαμβάνων τὰς ἐναντίας τὰς ἀπὸ τοῦ Γ καὶ Δ κινήσεις, ὡς ἐπὶ τῆς διαμέτρου γινομένας λαμβάνει· ἡ γὰρ ὡρισμένη διάστασις κατὰ ταύτην ἐστίν, ἡ δὲ πλείστη ὥρισται, ἡ δὲ ἐναντία πλείστη. διὸ καὶ Ἀριστοτέλης οὕτως εἶπεν, ὅτι τὰ ὡρισμένην διάστασιν διεστῶτα, οἷα ἐστὶ πλείστη, ἣν οἱ ἐναντίοι τόποι διεστήκασι, ταῦτα τὴν εὐθεῖαν ἀπέχειν τίθεμεν· αὕτη γάρ ἐστιν ἡ μεταξὺ τῶν περάτων ὡρισμένη ἐλαχίστη οὖσα, διὸ καὶ ταύτῃ μετρεῖται τὸ διάστημα. καὶ ὁ Ἀλέξανδρος δὲ ἐξηγούμενος “ἀλλὰ μήν” φησί “τῷ καταμετροῦντι ἔστιν εὑρεῖν τὸ πλεῖστον διεστὸς καὶ ἐναντίον· τῇ εὐθείᾳ ἄρα καὶ ἐπὶ ταύτης τὸ ἐν τοῖς διαστήμασίν ἐστιν ἐναντίον· οὐκ ἄρα ἐπὶ τῆς περιφεροῦς οὐδὲ ἐπὶ τοῦ ἡμικυκλίου ἐναντίαι κινήσεις αἱ ἐπὶ τοῦ ΓΔ διαστήματος”. ἆρα τούτων τις τὴν εὐθεῖαν μέτρον εἶπε τῆς περιφερείας, ἀλλ’ οὐχὶ τῆς μεταξὺ τοῦ Γ καὶ Δ διαστάσεως;

对于亚里斯多德的第三个论证——该论证说,即使反对运动不是在无限定的圆弧上被把握(正如能够在相同诸点周围画出无尽的圆弧那样),而是在一个确定的圆弧上,比如半圆上被把握,即便如此,从Γ到Δ的距离也是沿着直线被测量的——这个人企图反驳它,既未察觉亚里斯多德的言论,也未察觉注解家们的言论,长篇大论地试图证明:直线不必是每一量度的尺度,也不必是每一条线的尺度,而只能是同类之物以及它所能贴合之物的尺度,但直线并不贴合圆弧;因而他立论时完全就好像亚里斯多德和注解家们在说“圆弧的间隔是被直线所测量的”。也许因为那些将会怀疑的人,又有必要引述他所说的一些话:“因此,即便在绕相同诸点所画的线中直线恰好是最小的,也并不因此就必然是每一条线和每一量度的尺度,而显而易见只能是同类之物以及它所能贴合之物的尺度;但它并不贴合圆弧,也与圆弧不同类;因此它也不可能是圆弧的尺度”。他认为他们是在说“圆弧被直线测量”,这难道不是显而易见的吗?如果这些还不足以显露他的无知,那就再听听接下来的话: “因为即便工匠们常用直线(比如腕尺)来测量某些圆形的器物,但他们用腕尺测量并非沿着那圆形线本身,并不像在直线器物上将腕尺贴合在器物本身的笔直线上那样,在圆弧的情况下他们并不这样把腕尺贴合在圆弧本身上——因为那是不可能的——而是取圆弧沿直线的间隔,用直线来测量这些,以便被测者再次与测量者相似。如果有人因为通过知晓圆的直径究竟有多大,圆的周长有多大也就能被知晓,而因此主张直线是圆弧的尺度,那么既然周长被知晓之后也可以从中知晓直径,就让他也说圆弧是直线的尺度吧;并且等边三角形的三条直线彼此相等,我们也只能从以三角形的一边为直径所画的圆中才能知晓;那么凭什么依直线判定圆弧更甚于依圆弧判定直线呢?” 请那些更为严谨的人不要指责我是在不合时宜地浪费时间,如果我选择引述这个人的如此这般繁多的言辞;相反,应当指责那些不加辨别地倾听他的言论的人,以及那些有时会怀疑写下这些东西的人竟敢如此不知羞耻地进行反驳的人。因为亚里斯多德或亚里斯多德的任何注解家,究竟在何处说过圆弧是被直线测量的呢?相反,这个人并未领会到,他们是说两端之间(如亚里斯多德所言的Γ与Δ之间)的距离是由连接它们的直线来测量的,而不是由绕着它们所画的圆弧测量的,但这绝不是说圆弧是被直线测量的;因为这一点哪怕是真的,也与论题毫不相干;因为当前的目标是要表明:在半圆上朝相反方向运送的事物并非作相反的运动,因为半圆的端点Γ和Δ不是相反的地点,而这是因为它们沿着半圆的圆弧并非彼此相距最远;因为还可以在它们之上画出比半圆更大的圆弧,沿着这一圆弧它们彼此相隔比沿着半圆更远。但是,把从Γ和Δ出发的运动视为相反运动的人,是将它们作为在直径上发生的来把握的;因为限定的距离是沿着这一直线的,而最大者是限定的,相反者是最大者。因此亚里斯多德也这样说:凡按确定距离相隔的(如同相反地点所相隔的最大距离那样),我们设定它们相隔一条直线;因为这才是两端之间限定的线,并且是最小的,正因如此间隔是用它来测量的。亚历山大在注解时也说: “然而,通过彻底度量,人们能够发现相隔最远者和相反者;因此依直线并且在这条直线上,有着距离中的相反者;因此在圆弧上或半圆上,在ΓΔ间隔上的运动并不是相反的运动”。难道他们中有任何人说过直线是圆弧的尺度,而不是Γ与Δ之间距离的尺度吗?

语法注3 条
  1. 1.36τὸ λέγον

    中性现在分词 τὸ λέγον 在句意上修饰前文的“亚里斯多德诸论证中的第三个”(τὸ τρίτον τῶν Ἀριστοτέλους ἐπιχειρημάτων),并由 ὅτι 引导的名词性从句引出该论证陈述的具体内容。全句骨架为主语 οὗτος 带有分词(ἀντεπιχειρῶν 与 συναισθανόμενος),最终统领至主要动词 κατατείνει。

  2. 1.36ὡς λέγοντος τοῦ Ἀριστοτέλους καὶ τῶν ἐξηγητῶν

    带有 ὡς 的独立属格结构,表示主语(οὗτος)主观上所假定或认定的对手前提,解为“就好像亚里斯多德及注解家们在说……”。

  3. 1.36καὶ μή τίς με τῶν καθαριωτέρων αἰτιάσθω... ἀλλὰ τοὺς ἀκρίτως τοῖς τούτου λόγοις προσέχοντας αἰτιάσθω

    由否定词 μή 与第三人称命令式 αἰτιάσθω 构成命令句,以第一人称代词宾格 με 为宾语;随后的 ἀλλὰ... αἰτιάσθω 则形成鲜明对比,以两个分词短语 τοὺς... προσέχοντας 与 τοὺς... ἀπιστήσοντας 作为新的宾语,意为“严谨之人不应责难我,而应责难那些轻信者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:179.23-181.16