← 辛普里丘

亚里士多德《论天》注释

§16.34-17.33

单纯运动与单一运动的区分及占优成分

辛普里丘探讨了单纯运动与单一运动的区别,审视了亚历山大关于混合运动的阐释,并阐明了包括四元素和天体在内的复合物体的自然运动如何依据占优势的成分而发生。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8#2

ἔστι δὲ ἡ ἁπλῆ κίνησις καὶ μία· ἡ γὰρ ἁπλῆ κίνησις ἁπλοῦ σώματός ἐστι· τὸ δὲ ἁπλοῦν σῶμα, εἴπερ ἐστὶν ἁπλοῦν, μιᾶς κινήσεως ἀρχὴν ἐν ἑαυτῷ ἔχει· εἰ γὰρ πολλῶν ἕξει κινήσεων ἀρχήν, κἂν ἁπλῶν, οὐκέτι ἁπλοῦν ἔσται, ἀλλ’ ἐκ τοσούτων σωμάτων, ὅσων κινήσεων ἀρχὰς ἔχει·1 καὶ ταύτῃ γὰρ τὸ σύνθετον τοῦ ἁπλοῦ διαφέρει τῷ πολλῶν ἁπλῶν κινήσεων ἀρχὰς ἐν ἑαυτῷ ἔχειν. ἡ δὲ μία κίνησις οὐ πάντως ἁπλῆ· ἡ μὲν γὰρ τῶν ζῴων κίνησις οὐδὲ μία, οἶμαι, κυρίως ἐστὶ κατὰ ἔκτασιν καὶ κάμψιν τῶν κώλων γινομένη, ἡ δὲ λοξὴ κίνησις, οἵα τῶν διαττόντων ἐστί, μία μέν, οὐχ ἁπλῆ δέ· ἀπὸ γὰρ τῆς ἄνω καὶ κάτω συνέστηκε· καὶ ἡ κατὰ ἕλικα ἀπὸ εὐθείας καὶ περιφεροῦς. μικτὰς δέ πως εἶπε τὰς κινήσεις εἰρῆσθαι ὁ Ἀλέξανδρος,2 “διότι, φησί, μὴ οὕτως ἡ κίνησις μέμικται ὡς τὰ σώματα· τὰ μὲν γὰρ σώματα ὑφέστηκέ τε καὶ ἅμα ἔστιν ἀλλήλοις τὰ ἁπλᾶ ἐν τῇ μίξει, ἐπὶ δὲ τῆς κινήσεως οὐχ ὑπομένει ἡ προτέρα τὴν δευτέραν, ὡς δύνασθαι λέγειν ἡμᾶς τήνδε τῇδε μεμῖχθαι”. μήποτε δὲ ἐπὶ μὲν τῶν μικτῶν ὡς παρὰ μέρος, οἷον ὡς ἐπὶ τῆς ἐκτάσεως καὶ κάμψεως τῶν κώλων, ἀληθὲς τὸ μὴ ὑπομένειν τὴν προτέραν κίνησιν, ἐπὶ μέντοι τῶν λοξῶν κινήσεων, ἐφ’ ὧν μέμικται τὸ ἄνω καὶ τὸ κάτω κατὰ μίαν ἰδέαν, οὐκέτι, οἶμαι, ἀληθές, καὶ ἐπὶ τῶν κατὰ ἕλικα· ἀλλὰ τὸ πως κατὰ τὸ κινήσει προσῆκον μᾶλλον ἀποδεκτέον. τῶν δὲ συνθέτων σωμάτων ἡ φυσικὴ κίνησις κατὰ τὸ ἐπικρατοῦν γίνεται· καὶ γὰρ σῶμα ἀνθρώπινον, εἴ τις ῥίψει, κάτω φέρεται διὰ τὸ ἐπικρατεῖν ἐν αὐτῷ τὸ γεῶδες. προσέθηκε δὲ ὁ Ἀριστοτέλης, οἶμαι, τὸ κινεῖσθαι δὲ κατὰ τὸ ἐπικρατοῦν εἰς τὰ τέσσαρα ταῦτα τὰ παρ’ ἡμῖν καλούμενα στοιχεῖα ἀποβλέψας, ἅπερ οὐκ ἔστιν κυρίως ἁπλᾶ, ἀλλὰ κατὰ τὸ ἐπικρατοῦν κινεῖται τὰς ἁπλᾶς κινήσεις· οὐδὲ γὰρ ἂν εἴη τὰ ἁπλᾶ ἐν τόποις ἀφωρισμένα,3 εἴπερ πρὸς σύνθεσιν πεποίηται τοῦ παντός. μήποτε δὲ καὶ ὁ οὐρανὸς μὲν σύνθετός ἐστιν ἐκ τῶν ἀκροτήτων τῶν τεσσάρων στοιχείων, εἴπερ ὁρατὸς καὶ ἁπτός ἐστιν, ἀλλ’ ἐπικρατούσης ἐν αὐτῷ τῆς τοῦ πυρὸς ἀκρότητος, ἁπλοῦς δὲ καὶ αὐτὸς λέγεται ὥσπερ καὶ τὰ τέσσαρα ταῦτα ἁπλᾶ πρὸς σύγκρισιν τῶν συνθέτων. πᾶν δὲ τὸ ἁπλῆν κίνησιν κινούμενον σῶμα ἢ ἁπλοῦν ἐστιν ἢ κατά τι τῶν ἐν αὐτῷ ἁπλῶν ἐπικρατοῦν κινεῖται ταύτην τὴν κίνησιν. εἰ δὲ τοῦτο ἀληθές, κἂν σύνθετον ᾖ τὸ κύκλῳ κινούμενον, κατά τι τῶν ἐν αὐτῷ ἁπλῶν ἐπικρατοῦν τὴν ἁπλῆν ταύτην κίνησιν κινεῖται· τὸ γὰρ σύνθετον ἁπλῆν κίνησιν κινεῖται οὐ καθὸ σύνθετον.

而且单纯的运动也是单一的;因为单纯的运动属于单纯的物体;而单纯的物体,既然是单纯的,其自身内部便具有单一运动的原理;因为如果它具有多种运动的原理,哪怕这些运动是单纯的,它也不再是单纯的,而是由与其所具有的运动原理数量相同那样多的物体所构成的;因为正是在这一点上,复合之物区别于单纯之物:在于其自身内部具有多种单纯运动的原理。然而单一的运动并不必然是单纯的;因为动物的运动由肢体的伸展与弯曲而产生,依我之见在严格意义上甚至算不上是单一的,而像流星那样的斜向运动虽然是单一的,却不是单纯的;因为它是由向上和向下的运动构成的;而沿螺旋线的运动则由直线和圆周构成。亚历山大指出,运动被称为是混合的只是“在某种意义上”,他说:“因为运动的混合并不像物体那样;因为单纯的物体在混合中同时并存且互相持存,但就运动而言,先行的运动并不留待后继的运动,以至于我们能够说这一运动与那一运动相混合。”然而或许,对于按先后相继而混合的运动而言(例如在肢体的伸展与弯曲的情形下),先行的运动不持存确实是真实的,但对于在单一形式下将向上与向下混合起来的斜向运动而言,依我之见便不再是真实的,沿螺旋线的运动亦是如此;相反,“在某种意义上”这一措辞更应当按照适合于运动的方式来接受。复合的物体的自然运动乃是依据占优势者而发生的;因为事实上,如果有人抛掷人的身体,由于土性在其内部占优势,它便向下运动。依我之见,亚里士多德补充了“依据占优势者运动”这一句,是因为着眼于在我们这里的被称为元素的这四种东西,它们在严格意义上并非单纯的,而是依据占优势者作单纯的运动;因为既然它们是为了整个宇宙的复合而造成的,单纯的物体便不可能被限定在特定的场所中。而且或许天体也是由四种元素的极致部分所复合而成的(既然它是可见且可触的),但由于火的极致部分在其中占优势,它自身也被称为单纯的,正如这四种元素相对于复合之物而言被称为单纯的那样。凡作单纯运动的物体,要么本身是单纯的,要么是依据其内部单纯事物中占优势者而作这一运动。如果这是真实的,那么即使作圆周运动的事物是复合的,它也是依据其内部单纯事物中占优势者而作这一单纯运动;因为复合之物就其作为复合之物而言并不作单纯的运动。

语法注3 条
  1. 1.8ἀλλ’ ἐκ τοσούτων σωμάτων, ὅσων κινήσεων ἀρχὰς ἔχει

    此处承接前文省略了与 ἔσται 连用的表语(如“复合体”),意为“而是由与其所具有的运动原理数量相同那样多的物体所构成的[复合体]”。关系词 ὅσων 修饰 κινήσεων,与指示代词 τοσούτων σωμάτων 形成呼应。

  2. 1.8μικτὰς δέ πως εἶπε τὰς κινήσεις εἰρῆσθαι ὁ Ἀλέξανδρος

    主动词为 εἶπε,主语是 ὁ Ἀλέξανδρος,后接不定式宾格结构(τὰς κινήσεις εἰρῆσθαι),其中 μικτάς 为宾语补足语(谓语宾格),副词 πως 修饰 εἰρῆσθαι,起限定作用(“运动是在某种意义上被称为混合的”)。

  3. 1.8οὐδὲ γὰρ ἂν εἴη τὰ ἁπλᾶ ἐν τόποις ἀφωρισμένα

    由 ἄν 搭配祈愿语气 εἴη 构成的虚拟/潜势表达,意为“单纯的物体便不可能被限定在特定的场所中”,后文的 εἴπερ 从句(既然它们是为了整个宇宙的复合而造成的)为其提供理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:16.34-17.33