- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:178.2-179.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对菲洛波诺斯对几何学的批评——后者声称自然界存在最大的圆弧,因而直径两端点间的圆周运动是相反的——予以反驳,根据天体的厚度以及连续体的无限可分性论证了唯有直线才能规定确定的距离。
δῆλον δὲ ἐκ τῶν εἰρημένων, ὅτι ἐπὶ μὲν τῶν εὐθειῶν τὸ ἄνω πᾶν ὡς ἓν τὴν αὐτὴν διάστασιν τοῦ κάτω διεστὸς ὡς πρὸς ἓν τὸ κάτω ἀντίκειται, ἐπὶ δὲ τῶν περιφερειῶν διάφορα τὰ τῶν διαστάσεων εἴδη ἐχουσῶν οὔτε ἓν εἶδός ἐστιν, ὡς οἴεται, οὔτε ὅλως ἐναντιότης κατ’ αὐτὰς τοῦ Α πρὸς τὸ Β. τοῦ δὲ Ἀλεξάνδρου προσφυέστερον εἰς τοῦτο τὸν λόγον ἀπαγαγόντος τὸ μὴ εἶναι ὅλως ἐναντίας1 τὰς ἐπὶ τῆς περιφεροῦς διὰ τὸ μὴ πλεῖστον ἀλλήλων διεστηκέναι τὸ Α τοῦ Β κατὰ τὴν περιφέρειαν, ὡς δηλοῖ τὸ ἀπείρους δυνατὸν εἶναι γράφειν περιφερείας ἐπὶ τὸ Α καὶ Β σημεῖον διάφορα ἐχούσας τὰ διαστήματα, οὗτος πάλιν μακρὰ φλυαρεῖ μεμφόμενος τῷ ἀπὸ τῶν γεωμετρικῶν ἀρχῶν τὰ περὶ τὴν φύσιν ἀποδεικνύειν πειρᾶσθαι. “τὸ γὰρ ἀπὸ τῶν αὐτῶν σημείων ἐπ’ ἄπειρον, φησί, γράφειν περιφερείας δύνασθαι ὡς μὴ εἶναι λαβεῖν τὴν μείζονα2 ἐπὶ μὲν τῶν μαθημάτων ἐξ ἀφαιρέσεως ὄντων ἀληθῶς λέγεται, ἐπὶ δὲ τῶν φυσικῶν μετὰ πάθους καὶ ὕλης λαμβανομένων ἀδύνατον. ἔστιν ἄρα, φησί, τὴν μεγίστην ἐν τῷ παντὶ λαβεῖν φυσικὴν περιφέρειαν· οὐκοῦν τὰ ἀπὸ τῶν περάτων τῆς τοῦ παντὸς διαμέτρου ἀπ’ ἐναντίας ἐπὶ τῆς μεγίστης τοῦ παντὸς περιφερείας κινούμενα ἐναντίας κινεῖται κινήσεις, ἐπειδὴ καὶ τὰ σημεῖα, ἐξ ὧν κεκίνηται, πλεῖστον ἀλλήλων κατὰ τὴν περιφέρειαν διέστηκε· μείζονα γὰρ τῆς ἐξωτάτω τοῦ παντὸς περιφερείας γίνεσθαι ἀδύνατον. εἰ τοίνυν, φησίν, ἀπὸ τῶν σημείων τῆς διαμέτρου, καθ’ ἃ τὰ πέρατα τῶν ἐξωτέρω σφαιρῶν ἀλλήλοις ἁρμόζουσιν τό τε κοῖλον τῆς ἀπλανοῦς καὶ τὸ κυρτόν, φησί, τῆς πλανωμένης, ἀπ’ ἐναντίας ἀλλήλαις αἱ δύο κινοῦνται περιφέρειαι, ἡ ἐντὸς καὶ ἐκτὸς ἐναντίας κινήσεις κινοῦνται, καὶ διὰ τοῦτο καὶ αὐτὰ τὰ σώματα αὐτῶν ἐναντία ἐστί.” τούτων τὰ μὲν πλείονα κατὰ συνέχειαν, ὀλίγα δὲ σποράδην ὑπ’ αὐτοῦ γεγραμμένα συνήγαγον διὰ συντομίαν, καὶ χρὴ κἀνταῦθα τὴν ἀσύνετον αὐτοῦ φιλονεικίαν ἐπιδεῖξαι. πρῶτον μὲν γὰρ τὸ ἐπ’ ἄπειρον γράφειν περιφερείας ἀπὸ τῶν αὐτῶν σημείων δύνασθαι ὡς μὴ εἶναι λαβεῖν τὴν μείζονα ἐπὶ μὲν τῶν μαθημάτων ἀληθὲς λέγει, ἐπὶ δὲ τῶν φυσικῶν ἀδύνατον. ἆρα οὖν ἀγνοεῖ, ὅτι πᾶν σῶμα φυσικὸν πεπερασμένον ὂν ἐπιφάνειαν ἔχει καὶ πᾶσα ἐπιφάνεια συνεχής καὶ πᾶν τὸ συνεχὲς ἐπ’ ἄπειρόν ἐστι διαιρετόν, εἴπερ οὗτος ὁ τοῦ συνεχοῦς ὁρισμός; καὶ δῆλον, ὅτι τὰ μὲν διαιρεῖσθαι πεφυκότα διαιρεῖται οὐκ εἰς ἄπειρα μέν, ἐπ’ ἄπειρον δέ, ὡς μὴ εἶναι λαβεῖν μέγεθος, ὃ μὴ καὶ αὐτὸ διάστασιν ἔχον τῷ ὡς πρὸς αὐτὸ ἀδιαστάτῳ διαιρεῖται, τὸ μὲν σῶμα ἐπιπέδῳ, τὸ δὲ ἐπίπεδον γραμμῇ, ἡ δὲ γραμμὴ σημείῳ· τὰ δὲ φύσει ἀδιαίρετα, ὥσπερ τὰ οὐράνια, καὶ αὐτὰ διαστατὰ ὄντα τὴν μὲν διαίρεσιν κατ’ ἐπίνοιαν ἔχει, τὴν δὲ τῶν ἀντικεῖσθαι δοκούντων σημείων διάστασιν κατὰ μόνην τὴν ἐπ’ αὐτὰ ἐπιζευγνυμένην εὐθεῖαν ὡρισμένην ἔχει, περιφέρειαν δὲ μεταξὺ τῶν σημείων οὐκέτι μίαν ἔστι λαβεῖν· οὐδὲ γὰρ φυσική τίς ἐστιν, ἀλλὰ κατ’ ἐπίνοιαν ἡ ἐπὶ τῆς κοίλης ἐπιφανείας τῆς ἀπλανοῦς καὶ ἐπὶ τῆς κυρτῆς ἐν τῇ πλανωμένῃ. διὰ τί οὖν μὴ καὶ ἐν τῷ βάθει ἑκατέρας γραφήσονται κατ’ ἐπίνοιαν περιφέρειαι ἀπὸ τῶν αὐτῶν σημείων, αἱ μὲν ἐν τῇ ἀπλανεῖ μείζονες, αἱ δὲ ἐν τῇ πλανωμένῃ ἐλάττονες; πῶς γὰρ ὅλως ἐνενόησεν εἰπεῖν, ὅτι τῆς κατὰ τὸ κοῖλον τῆς ἀπλανοῦς περιφερείας οὐκ ἔστι μείζων ἐν τῷ οὐρανῷ περιφέρεια; ἡ γὰρ ἐν τῷ κυρτῷ μείζων ἂν εἴη ταύτης, εἴπερ ἔχουσι βάθη τὰ τῶν σφαιρῶν σώματα καὶ μὴ μόναι εἰσὶν ἐπιφάνειαι, καὶ τὰ ἐν τῷ κυρτῷ αὐτῆς σημεῖα κατὰ μειζόνων φέρεται κύκλων. καίτοι κἂν τῆς εἰρημένης ὑπ’ αὐτοῦ περιφερείας μὴ ἦν μείζονα λαβεῖν ἐπὶ τὰ αὐτὰ σημεῖα γραφομένην, ἀλλ’ ἐλάττονά γε πάντως ἦν λαβεῖν ἐν ταῖς ἐνδοτέρω σφαίραις, καὶ κἂν μή εἰσιν φυσικαὶ περιφέρειαι γεγραμμέναι τοιαῦται ἐν τῷ οὐρανίῳ σώματι, ἀλλ’ αἵ γε τῶν σημείων διαστάσεις διάφοροι ἂν εἶεν ἀρκούσης εἰς τοῦτο καὶ τῆς ἐπινοίας. ὅταν γὰρ ἐκπέσῃ τὰ σημεῖα τῆς εὐθείας τῆς μεταξύ,3 ἀόριστον ἔχει λοιπὸν τὴν πρὸς ἄλληλα διάστασιν, ὥστε οὔτε τὸ πλεῖστον ἀλλήλων διέστηκεν οὔτε ἐναντίοι ἀλλήλοις εἰσὶν οἱ κατ’ αὐτὰ τόποι οὔτε ἐναντίαι αἱ ἀπ’ αὐτῶν κινήσεις οὔτε ἐναντία τὰ κινούμενα σώματα, ἀλλὰ πάντα μάτην αὐτῷ συνῆκται τὰ ὑπὸ τοῦ Ἀριστοτέλους εἰρημένα καὶ τῶν αὐτοῦ ἐξηγητῶν ἀγνοήσαντι.
从所说的话中可以清楚地看出:在直线上,整个上方作为单一者,因与下方相隔同一距离,而与作为单一者的下方相对立;而在具有各种不同距离样式的圆弧上,既不存在如他所认为的单一形式,依圆弧而言在Α与Β之间也根本不存在任何相反性。而当亚历山大更恰当地将论证归结于此——即圆弧上的运动根本不是相反的,因为沿着圆弧Α与Β并未相距最远,正如能够以不同的间隔在Α和Β两点上画出无尽的圆弧所表明的那样——这个人却再次大放厥词,指责他试图从几何学原理来证明自然事物。“因为,”他说,“从相同的点能够无限地画出圆弧,以至于不可能取其更大者,这在出于抽象的数学对象中是真实地被述说的,但在伴随受动与质料被把握的自然事物中却是不可能的。因此,”他说,“能够在宇宙中取最大的自然圆弧;所以,从宇宙直径的两端出发沿着宇宙最大的圆弧向相反方向运动的事物,乃作相反的运动,因为它们运动所由出发的点沿着圆弧也是相距最远的;因为不可能有比宇宙最外层圆弧更大的圆弧生成。因此,”他说,“如果从直径的那些点——外层天球的界限依照这些点彼此契合,即无动天球的凹面与游动天球的凸面——两条圆弧,即内侧与外侧的圆弧,彼此朝相反方向运动,它们就作相反的运动,正因如此它们的物体自身也是相反的。”这些论述中的大部分是他连续写下的,少数则是零散写下的,我为了简练而将其汇集在一起,在这里也必须揭露他盲目的好胜心。因为首先,他说从相同的点能够无限地画出圆弧以至于不可能取其更大者,在数学对象中是真实的,在自然事物中却是不可能的。难道他不知道,每一个有限的自然物体都具有表面,每一个表面都是连续的,而凡连续之物都是无限可分的,如果这确实是连续之物的定义的话?显而易见,生来适合被分割之物并非被分割成无尽的部分,而是无限地被分割,以至于不可能取这样一个量度,它自身具有广延而不被相对于它无广延之物所分割:物体被平面分割,平面被线分割,而线被点分割。另一方面,那些依自然不可分割之物,例如天体,它们自身虽然是有广延的,却只是在思想中具有分割,并且似乎对立的诸点之间的距离,仅仅沿着连接它们的直线是确定的,但在诸点之间却不再能够取单一的圆弧;因为在无动天球的凹表面上和在游动天球的凸表面上的圆弧,都不是某种自然的圆弧,而是在思想中的。那么,为什么不在两个天球各自的厚度中也从相同的点在思想中画出圆弧呢——在无动天球中画出更大的,而在游动天球中画出更小的?他究竟是怎样想到说天界中没有比无动天球凹面上的圆弧更大的圆弧呢?因为如果天球的物体具有厚度而不仅仅是表面,其凸面上的圆弧就会比这一圆弧更大,并且其凸面上的点沿着更大的圆被承载。况且,即便不能取画在相同点上的、比他所说的圆弧更大的圆弧,但在内层天球中却完全能够取更小的圆弧,而且即便在天体中没有画出这样一些自然的圆弧,但诸点之间的距离也依然是各不相同的,思想对于这一点而言就已足够。因为一旦诸点偏离了它们之间的直线,它们彼此之间的距离自此就成了不确定的,以至于它们既非彼此相距最远,它们所处的地点也非彼此相反,从它们发出的运动非相反,运动的物体也非相反;相反,由于他未能理解亚里斯多德及其注解家所说的话,一切结论都被他徒劳地推导出来了。
- 1.36εἰς τοῦτο τὸν λόγον ἀπαγαγόντος τὸ μὴ εἶναι ὅλως ἐναντίας
在属格独立结构(τοῦ δὲ Ἀλεξάνδρου... ἀπαγαγόντος)中,指示代词 τοῦτο 由同位语性质的带冠词不定式短语(τὸ μὴ εἶναι...)具体阐明,构成“将论证归结于此,即……”的同位结构。
- 1.36ὡς μὴ εἶναι λαβεῖν τὴν μείζονα
连词 ὡς 引导带不定式 εἶναι 的结果从句。此处的 εἶναι 具有类似于 ἔξεστιν(可能)的无人称用法,后接不定式 λαβεῖν 作为主语成分,表结果或程度:“以至于不可能取其更大者”。
- 1.36ὅταν γὰρ ἐκπέσῃ τὰ σημεῖα τῆς εὐθείας τῆς μεταξύ
动词 ἐκπίπτω 搭配表示分离的属格(τῆς εὐθείας τῆς μεταξύ)。主语 τὰ σημεῖα 指那些偏离连接两点的基准直线而置于圆弧上的各点,意为“一旦诸点偏离了它们之间的直线”。
