- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:176.13-178.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘讨论了菲洛波庞对亚里斯多德关于圆周运动相反性的第二个论证的批评(其中包括菲洛波庞援引塞密斯提乌斯与亚历山大,并与直线上下运动进行对比),并通过指明不定圆弧与确定直线距离之间的差异予以驳斥。
Οὕτως μὲν οὖν ὁ χρηστὸς οὗτος μάτην τοὺς πολλοὺς λόγους τοὺς ἀντιλέγοντας τῷ πρώτῳ τῶν ἐπιχειρημάτων συνέγραψεν· ἴδωμεν δέ, ὅπως καὶ πρὸς τὸν δεύτερον ὑπαντᾷ λόγον. τοῦ τοίνυν Ἀριστοτέλους ἐκ τῶν προειρημένων ἔχοντος, ὅτι ἐναντίαι κατὰ τόπον εἰσὶν κινήσεις αἱ ἀπὸ ἐναντίων τόπων, καὶ ὅτι ἐναντίοι τόποι εἰσὶν οἱ πλεῖστον διεστηκότες, καὶ ὅτι ἡ πλείστη διάστασις ὡρισμένη ἐστὶν ὥσπερ καὶ ἡ ἐλαχίστη, καὶ ὅτι πᾶσα διάστασις ὡρισμένον ἔχουσα ποσὸν τῇ μεταξὺ τῶν διαστάσεων εὐθείᾳ μετρεῖται· αὕτη γὰρ μία καὶ ὡρισμένη ἐστί, διότι ἡ ἐλαχίστη ἐστὶ τῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν, αἱ δὲ περιφέρειαι ἄπειροι αἱ ἐπὶ τὰ αὐτὰ σημεῖα ἐπιζευγνύμεναι καὶ διὰ τοῦτο ἀόριστοι καὶ διὰ τοῦτο τὴν μεταξὺ τοῦ Α καὶ Β διάστασιν οὐχ ὁρίζουσιν, καὶ διὰ τοῦτο κατ’ ἐκείνας οὐκ ἔστιν ἡ πλείστη διάστασις αὕτη, καὶ διὰ τοῦτο οὐκ εἰσὶν ἐναντίοι οἱ τόποι οἱ τοῦ Α καὶ Β, καὶ διὰ τοῦτο οὐκ εἰσὶν ἐναντίαι αἱ ἀπὸ τοῦ Α καὶ Β κινήσεις, ἐὰν ὡς ἐπὶ περιφερείας καὶ μὴ ὡς ἐπ’ εὐθείας γίνωνται· ταῦτα οὖν τοῦ Ἀριστοτέλους ἐξ ἀναμφιλέκτων οὕτως λημμάτων συναγαγόντος1 οὗτος μὴ παρακολουθῶν τοῖς εἰρημένοις “πάνυ τεθαύμακα,” φησίν “εἰ μὴ παίζων μᾶλλον ἤπερ σπουδάζων τοῖς τοιούτοις ἐπιχειρήμασιν ὁ φιλόσοφος κέχρηται”. καὶ δῆλον, ὅτι παιδιὰν μὲν τὴν οὕτως ἀκριβῆ τῶν λόγων ἀκολουθίαν ἡγούμενος, σπουδὴν δὲ τὰς οἰκείας ἐπιχειρήσεις, ὧν ἀκουσόμεθα, πολλοῦ ἄν τινος ἄξιος φαίνοιτο. παραθέμενος γὰρ πρῶτον τὴν Θεμιστίου παράφρασιν τῆς Ἀριστοτέλους λέξεως, εἶτα καὶ τὴν Ἀλεξάνδρου τοῦ Ἀφροδισέως ἐξήγησιν, ἵνα καὶ ταύτῃ δοκῇ σοφός, καθ’ ἑκατέραν ἐλέγχειν τὴν Ἀριστοτέλους δόξαν προτίθεται. καὶ δὴ τοῦ Θεμιστίου τοὺς λέγοντας τὰς ἐπὶ τῆς περιφερείας ἐναντίας εἶναι εἰς ἄτοπον ἀπάγεσθαι λέγοντος τὸ μιᾷ ἀπείρους ἀντιτιθέναι,2 διότι ἄπειροί εἰσιν αἱ περὶ τὰ Α Β γραφόμεναι περιφέρειαι, οὗτος διαπαίζει τὸν λόγον ταῖς ἀπείροις κινήσεσιν ἀπείρους ἐναντίας εἶναι λέγων· καθ’ ἑκάστην γὰρ τῶν ἀπείρων περιφερειῶν δύο λέγει κινήσεις ἐναντίας ἀλλήλαις καὶ οὐκ ἐφιστάνει τέως, ὅτι, εἴπερ ἐναντίαι κινήσεις εἰσὶν αἱ ἀπὸ τῶν ἐναντίων τόπων, τῇ μιᾷ κινήσει τῇ ἀπὸ τοῦ Α ἑκάστη τῶν ἀπὸ τοῦ Β ἀπείρων ἐναντία ἔσται· ὥστε καὶ ἄπειροι, καὶ ἀληθὴς ὁ τοῦ Θεμιστίου λόγος. δεύτερον δὲ ἐπάγει τῷ λόγῳ τό, κἂν ἄπειροί εἰσιν3 αἱ ἐπὶ τῶν Α Β περιφέρειαι, ἀλλ’ οὖν ὁμοειδεῖς ἀλλήλαις εἶναι καὶ διὰ τοῦτο τὰς ἀπὸ τοῦ Α πάσας ὡς μίαν ταῖς ἀπὸ τοῦ Β ὡς μιᾷ ἀντικεῖσθαι. εἶτα καὶ παραδείγματα περιττῶς παρατιθέμενος “θαυμάζω” φησί “πῶς οὐ συνεῖδε τὸ αὐτὸ καὶ ἐπὶ τῶν κατ’ εὐθεῖαν κινήσεων συμβαῖνον· ἑνὸς γὰρ ὄντος τοῦ κέντρου τοῦ παντός, ἐφ’ ὃ τὰ βαρέα πάντα φέρεται, οὐκ εἰς ἓν σημεῖον ἀπὸ τοῦ κέντρου ἐπὶ τὸ πέριξ κινούμενα τὰ κοῦφα τελευτᾷ, ἀλλ’ εἰς ἄπειρα”. καὶ διαγράμματα γράφειν ἐν τούτοις ἀπειροκάλως οὐκ ὀκνεῖ κέντρον τοῦ παντὸς καὶ τὸν πέριξ κύκλον καὶ τὰς ἀπὸ τοῦ κέντρου τυπῶν ὁ μὴ δυνηθεὶς πάλιν τὸ αὐτὸ συνιδεῖν, ὅπερ αὐτῷ καὶ πρότερον τῆς ἀγνοίας γέγονεν αἴτιον, τὸ ἐναντίας εἶναι κινήσεις τὰς ἀπὸ ἐναντίων τόπων, ἐναντίους δὲ εἶναι τόπους τοὺς πλεῖστον ἀλλήλων διεστηκότας, τούτους δὲ ὡρισμένους εἶναι καὶ ὡρισμένην ἔχειν τὴν μεταξὺ διάστασιν. εἰ γὰρ ταῦτα ἐνόησεν οὗτος, οὐκ ἂν ἐθαύμαζε, πῶς Ἀριστοτέλης ὁ ταῦτα ἐναργέστατα ὄντα προαξιώσας οὐ συνεῖδε τὸ αὐτὸ συμβαῖνον ἐπὶ τῶν κατ’ εὐθεῖαν κινήσεων, ὅπερ ἐπὶ τῶν περιφερειῶν. οὐδὲ γὰρ τὸ αὐτὸ συμβαίνει, εἴπερ ἐπὶ μὲν τῶν ἐκ τοῦ κέντρου ἴσων οὐσῶν πασῶν ὥρισται τὸ μεταξὺ τοῦ ἄνω καὶ κάτω διάστημα τὸ πλεῖστον ὂν ἐν τῇ διαστάσει ταύτῃ, καὶ διὰ τοῦτο πάντα τὰ ἐν τῷ πέριξ σημεῖα ὡς ἑνὸς τοῦ ἄνω τόπου ἀντίκειται πρὸς τὸν κάτω· αἱ δὲ περιφέρειαι αἱ μεταξὺ τοῦ Α καὶ Β ἄνισοι οὖσαι ἄνισα ποιοῦσαι τὰ μεταξὺ τοῦ Α καὶ Β διαστήματα οὐκέτι κατὰ πάσας τὸ πλεῖστον διεστηκέναι ποιοῦσι τὸν Α τόπον ἀπὸ τοῦ Β τόπου, ὥστε οὐδὲ ἐναντίοι εἰσίν, εἴπερ μὴ μίαν καὶ ὡρισμένην ἔχουσι τὴν πλείστην πρὸς ἀλλήλους διάστασιν. τούτοις δὲ μὴ παρακολουθῶν οὗτος καὶ πολλῷ εὐλογώτερον τὸ ἄτοπον ἐπὶ τῶν εὐθειῶν ἀκολουθεῖν φησιν ἤπερ ἐπὶ τῶν περιφερειῶν διὰ τὸ τὰς μὲν τῶν περιφερειῶν ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ οὔσας συγγενεῖς εἶναι καὶ ὁμοειδεῖς, τὰς δὲ τῶν εὐθειῶν κἂν ἀπὸ τοῦ αὐτοῦ, ἀλλ’ οὐκ ἐπὶ τὸ αὐτό· ὥστε ἐπὶ τῶν εὐθειῶν μᾶλλον ἄπειροι ἑνὶ ἐναντίαι ἤπερ ἐπὶ τῶν περιφερειῶν.
于是,这位可敬的人徒劳地写下了许多反驳第一个推论的论证;然而,让我们来看看他是如何应对第二个论证的。亚里斯多德从前述前提中得出:依地点的相反运动乃是来自相反地点的运动,相反地点是相距最远的地点,最大的距离正如最小的距离一样是确定的,并且凡具有确定数量的距离都是由那些距离之间的直线来测量的;因为在具有相同界限的线之中,直线由于是最短的,故而是一且确定的,而连接到相同各点的圆弧则是无尽的,因而也是不确定的,正因如此它们并不确定Α与Β之间的距离,正因如此依它们而言不存在最大的距离,正因如此Α与Β的地点不是相反的,正因如此来自Α与Β的运动如果发生在圆弧上而非直线上,就不是相反的。亚里斯多德既然从这些无可争辩的前提中得出了上述结论,此人却未能领会所说的话,说道:“我非常惊诧,这位哲学家运用此类推论莫非更多是在玩闹而非认真。”显然,他把论证如此精确的推论序列视为儿戏,而把他自己的那些我们将要听到的论证视为严肃之事,由此看来他真算得上是个大有能耐的人物!因为他先是引证了塞密斯提乌斯对亚里斯多德原话的转述,随后又引证了阿佛洛狄西亚的亚历山大的解释,以便在这一方面也显得聪明,并打算根据他们两人的解释分别驳斥亚里斯多德的观点。确实,塞密斯提乌斯谈到,那些声称圆弧上的运动是相反的人会被引向一个荒谬的结论,即把无尽的事物与单一的事物相对立,因为围绕Α和Β所画出的圆弧是无尽的;对此,这个人却嘲弄该论证,声称对于无尽的运动有无尽的运动相反;因为他说沿着无尽圆弧的每一条,都有两个彼此相反的运动,但他暂时没有注意到,如果相反的运动是来自相反地点的运动,那么对于来自Α的单一运动而言,来自Β的无尽运动中的每一条都将与其相反;以至于相反者确实是无尽的,而塞密斯提乌斯的说法是真实的。其次,他又在论证中补充说,即使位于Α和Β上的圆弧是无尽的,但它们彼此同种,因此来自Α的所有运动作为单一者与来自Β的所有运动作为单一者相对立。接着,他又多余地列举例证说道:“我惊诧他怎会没有看出同样的情况也发生在沿直线的运动上;因为所有重物所趋向的宇宙中心只有一个,而轻物从中心向周边运动却并非终结于一个点,而是终结于无尽的点。”在这些问题上,他毫不犹豫地毫无品味地绘制图表,画出宇宙中心、周围的圆以及从中心发出的线;他再次未能领会那先前就成为他无知原因的同一件事:相反的运动是来自相反地点的运动,相反的地点是彼此相距最远的地点,而这些地点是确定的,并且它们之间的距离也是确定的。因为如果他明白了这些,他就不会惊诧何以预先肯定这些极其明晰之理的亚里斯多德竟然没有看出直线运动中发生的与圆弧上发生的完全是同一回事。因为发生的并非同一回事,因为就从中心发出的线而言,既然它们全都是相等的,上与下之间的间隔就是确定的,并且是在此距离中最大的,正因如此周边上的所有点作为单一的上方地点与下方地点相对立;而Α与Β之间的圆弧既然是不等的,从而使得Α与Β之间的间隔也是不等的,便不再依据所有圆弧使得Α地点与Β地点相距最远,以至于它们如果并不具有彼此之间单一且确定的最大距离,它们甚至就不是相反的。然而此人未能领会这些,反而宣称直线上遵循这一荒谬结论远比在圆弧上更为合理,因为圆弧是从同一处到同一处,因而彼此相类且同种,而直线即便来自同一处,却并非去往同一处;以至于在直线上相比在圆弧上,更有无尽者与单一者相反。
- 1.36τοῦ τοίνυν Ἀριστοτέλους ἐκ τῶν προειρημένων ἔχοντος... ταῦτα οὖν τοῦ Ἀριστοτέλους ἐξ ἀναμφιλέκτων οὕτως λημμάτων συναγαγόντος
句首的 τοῦ τοίνυν Ἀριστοτέλους... ἔχοντος 引入了一个统领一系列 ὅτι 从句和原因从句(αὕτη γάρ 等)的冗长属格绝对结构,经过数个推导步骤(καὶ διὰ τοῦτο...)后,由 ταῦτα οὖν τοῦ Ἀριστοτέλους... συναγαγόντος 进行了总结性复述。主句的核心随后接续为 οὗτος μὴ παρακολουθῶν τοῖς εἰρημένοις “πάνυ τεθαύμακα,” φησίν。
- 1.36τὸ μιᾷ ἀπείρους ἀντιτιθέναι
带有定冠词的不定式短语 τὸ... ἀντιτιθέναι 作为名词化成分,对前方的 εἰς ἄτοπον(荒谬之处)起同格说明或进一步规定的作用。与格单数阴性 μιᾷ 指单一一项(运动或线),宾格复数阴性 ἀπείρους 指与之对立的无尽项。
- 1.36δεύτερον δὲ ἐπάγει τῷ λόγῳ τό, κἂν ἄπειροί εἰσιν
中性单数定冠词 τό 作为 ἐπάγει 的直接宾语,统摄随后带有不定式的结构:κἂν ἄπειροί εἰσιν... ἀλλ’ οὖν... εἶναι... καὶ... ἀντικεῖσθαι。让步从句 κἂν... εἰσιν 嵌入于不定式谓语之前。
