- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:174.23-176.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘论证凹与凸是可以共存的非主动性相反者,且造成生成与消灭的相反者仅限于围绕单一基底相互转化的主动与受动性质,从而捍卫了天的不可生成性及其圆周位移的无相反性。
ἀλλὰ πρῶτον μὲν τὸ κοῖλον καὶ τὸ κυρτὸν ἐν ἄλλῳ καὶ ἄλλῳ πέρατι ὄντα πῶς οἷά τε συμβαλεῖν ἀλλήλοις ἢ δρᾶν εἰς ἄλληλα ἢ πάσχειν ὑπ’ ἀλλήλων, ὥστε γενέσεως ἢ φθορᾶς γίνεσθαι αἴτια μεταβάλλοντα εἰς ἄλληλα; ἔπειτα ἐννοεῖν χρή, ὅτι, ὅπου μὲν γένεσις καὶ φθορά, πάντως εἶναι χρὴ τὰ ἐναντία, ἐξ ὧν ἡ γένεσις καὶ εἰς ἃ ἡ φθορά, οὐχ ὅπου δέ ἐστιν ἐναντία, ἐκεῖ πάντως γένεσίς ἐστι καὶ φθορά· οὐ γὰρ πάντα τὰ ἐναντία δρᾶν εἰς ἄλληλα καὶ πάσχειν ὑπ’ ἀλλήλων πέφυκεν οὕτως ὡς καὶ μεταβάλλειν εἰς ἄλληλα, ἀλλ’ ἐκεῖνα μόνα τὰ κατὰ τὰς δραστικὰς καὶ παθητικὰς ποιότητας θεωρούμενα, τουτέστι θερμότητας, ψυχρότητας, ξηρότητας, ὑγρότητας καὶ τὰς ταύταις συνεδρευούσας, λευκότητας, μελανότητας, γλυκύτητας, πικρότητας, κουφότητας, βαρύτητας καὶ τὰ τοιαῦτα· κατὰ γὰρ τὴν τούτων εἰς ἄλληλα μεταβολὴν καὶ τὰ ἄλλα ἐναντία, οἷον τὸ κοῖλον καὶ τὸ κυρτόν, εἰ τύχοι, καὶ τὸ περιττὸν καὶ τὸ ἄρτιον, τὴν εἰς ἄλληλα μεταβολὴν ἴσχει, ὥσπερ καὶ αὐταὶ αἱ οὐσίαι, ὡς εἴρηται πρότερον. εἰ τοίνυν ἐκείνης ἐξῄρηται τῆς ἐναντιώσεως ὁ οὐρανὸς τῆς κατὰ τὰς δραστικὰς καὶ παθητικὰς ποιότητας, εἰκότως γενέσεως ἐξήρηται καὶ φθορᾶς. καὶ τούτῳ δὲ ἄξιον ἐφιστάνειν, ὅτι, εἴπερ εἶχέν τι ἐναντίον ὁ οὐρανὸς ὡς μεταβάλλειν εἰς ἐκεῖνο, ἔξω τῆς οὐσίας αὐτοῦ τὸ ἐναντίον ἂν ἦν ἐκεῖνο καὶ οὐκ ἐν αὐτῷ· οὐ γὰρ ἂν ἔφθειρεν αὐτὸ συστατικὸν ὑπάρχον αὐτοῦ. τοιγαροῦν καὶ τοῦ ὑπὸ σελήνην μέρη ὄντα τὰ ἐναντία μάχεται μὲν ἀλλήλοις καὶ μεταβάλλει εἰς ἑαυτὰ ἄλληλα, τὸ δὲ ὅλον γενητὸν δι’ αὐτὸ τοῦτο ἀίδιόν ἐστι, διότι ἡ ἄλλου φθορὰ ἄλλου πάντως γένεσίς ἐστιν· ὥστε ὁ τὸν Ἀριστοτέλους λόγον ἐλέγξαι βουλόμενος δεικνύτω τι ἔχοντα τὸν οὐρανὸν ἐναντίον ἐκτὸς ἑαυτοῦ, κἂν μὴ κατὰ τὴν οὐσίαν, ἀλλὰ κατὰ τὰς ἐν αὐτῷ ποιότητας, ὡς ἔχει τὸ πῦρ ἐναντίον ἑαυτῷ τὸ ὕδωρ ὡς ἐναντίας ἔχον ποιότητας. ἐπεὶ οὐδὲν ἂν σοφὸν συνάγοι λέγων·1 “εἰ μὲν καθόλου τὸ τῶν ἐναντίων ὁποιωνοῦν μετέχειν ἢ ἀμφοτέρων ἢ θατέρου ἀπόδειξιν εἶναί φασι τοῦ γενητὸν καὶ φθαρτὸν εἶναι τὸ μετέχον, ἐπεὶ καὶ τὸ οὐράνιον σῶμα τῆς κατὰ τὸ κοῖλον καὶ κυρτὸν ἐναντιώσεώς ἐστι δεκτικόν, ἔτι δὲ καὶ τὸ κοῖλον τῆς σεληνιακῆς σφαίρας τῶν ἐναντίων τόπων ἐστὶν ὁ ἕτερος, καὶ τὸν οὐρανὸν γενητὸν εἶναι καὶ φθαρτὸν λεγέτωσαν· εἰ δὲ μὴ πᾶσα ἐναντίωσις γενέσεώς ἐστιν αἰτία καὶ φθορᾶς τοῖς σώμασιν, ὥσπερ οὐδὲ τὸ κατὰ τόπον ἐναντίως ἄνω ἢ κάτω κινεῖσθαι γένεσις ἢ φθορὰ τυγχάνει, οὐδὲ ἄρα τὰ τῶν ἐναντίων κατὰ τόπον κινήσεων ἐστερημένα δι’ αὐτό γε τοῦτο μόνον καὶ γενέσεως καὶ φθορᾶς ἐστέρηται”. καὶ γὰρ τὸ μὲν ἀμφοτέρων ἅμα τῶν ἐναντίων μετέχειν, ὡς ὁ οὐρανὸς τοῦ κοίλου καὶ κυρτοῦ, οὐκ ἔστι δεικτικὸν τοῦ γενητὸν καὶ φθαρτὸν εἶναι· τὰ γὰρ δυνάμενα συνυπάρχειν ἐναντία οὐ μάχεται ἀλλήλοις οὐδὲ ἀναιρεῖ ἄλληλα καὶ διὰ τοῦτο οὐκ ἔστι γενέσεως καὶ φθορᾶς αἴτια· τὸ δὲ θάτερον τῶν ἐναντίων ἔχον καὶ κοινὸν ὑποκείμενον πρὸς ἐκεῖνο τὸ τοῦ ἑτέρου ἐναντίου μετέχον τοῦτο γενέσεως καὶ φθορᾶς ἐστι δεκτικὸν τῶν ἐναντίων περὶ ἓν ὑποκείμενον ἄλληλα μεταβαλλόντων.2 τὸ δὲ κατὰ τόπον ἄνω ἢ κάτω κινεῖσθαι αὐτὸ μὲν οὐκ ἔστι γένεσις ἢ φθορά, τῶν δὲ γινομένων καὶ φθειρομένων ἐστὶν ἴδια· τὸ μὲν γὰρ κοῦφόν ἐστι, τὸ δὲ βαρύ, ταῦτα δὲ θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά, οἷς ἡ γένεσις ἕπεται καὶ ἡ φθορὰ διὰ τὴν εἰς ἄλληλα περὶ τὸ αὐτὸ ὑποκείμενον μεταβολήν. τάχα δὲ καὶ αὐταὶ αἱ ἐπὶ τὸ ἄνω καὶ ἐπὶ τὸ κάτω κινήσεις γενέσεις πώς εἰσιν καὶ φθοραί, εἴπερ τὸ πῦρ ἐπὶ τὸ ἄνω καὶ ἡ γῆ ἐπὶ τὸ κάτω κινοῦνται τὸ εἰλικρινὲς εἶδος ἑαυτῶν ἀπολαβεῖν ἐφιέμενα. εἰ οὖν τὰ ταῖς ἐναντίαις ποιότησι ταῖς δραστικαῖς καὶ παθητικαῖς εἰδοποιούμενα ἐναντίαν ἔχει πάντως κατὰ φύσιν τὴν τοπικὴν κίνησιν διὰ τὸ κατ’ οὐσίαν ἐκείναις συνδιῃρῆσθαι τὴν κουφότητα καὶ βαρύτητα, ἀληθὲς εἰπεῖν, ὅτι τὰ τῶν ἐναντίων κατὰ τόπον κινήσεων ὑπερέχοντα3 πάντως καὶ γενέσεως ἐξῄρηται καὶ φθορᾶς, διότι καὶ τῆς κατὰ τὰς ποιότητας τοιαύτης ἐναντιώσεως· διὸ καὶ Ἀριστοτέλης τῶν ἐναντίων οὕτως καὶ τὰς φορὰς ἐναντίας εἶπεν καί, εἴπερ τῇ κύκλῳ φορᾷ μή ἐστιν ἐναντία κίνησις, μηδὲ τῷ κυκλοφορητικῷ εἶναί τι ἐναντίον· καὶ ἐπήγαγεν, ὅτι ὀρθῶς ἔοικεν ἡ φύσις τὸ μέλλον ἔσεσθαι ἀγένητον ἐξελέσθαι ἐκ τῶν ἐναντίων· ἐν τοῖς ἐναντίοις γάρ, τοῖς τοιούτοις δηλονότι τοῖς περὶ ἓν ὑποκείμενον μαχομένοις, ἡ γένεσίς ἐστι καὶ ἡ φθορά.
然而首先,凹与凸既然处于不同的界限上,它们又怎能彼此相遇、相互作用或相互承受,从而通过相互转化而成为生成或消灭的原因呢?其次,应当意识到,在凡是有生成与消灭之处,必定完全存在作为生成之源和消灭之归宿的相反者;但并非凡是有相反者之处,那里就必定有生成与消灭。因为并非一切相反者都天生具有如此相互作用和相互承受以至于相互转化的本性,而唯有那些依主动与受动性质而被考察者才如此,即热、冷、干、湿,以及伴随它们的白、黑、甜、苦、轻、重及诸如此类的性质。正如先前所说,正是在这些性质相互转化的过程中,其他相反者(例如不妨说凹与凸,以及奇数与偶数)才得以相互转化,恰如诸实体自身那样。因此,如果天被免除了依主动与受动性质而设立的那种相反性,那么它理所当然也被免除了生成与消灭。此外,这也值得注意:如果天拥有某种相反者以便转化为它,那么那个相反者必定是在其实体之外,而不是在其内部;因为作为构成〔天〕的存在,它绝不会摧毁〔天〕。所以,作为月下界诸部分的相反者彼此相争并相互转化,但整体却正因如此,虽属可生成的却是永恒的,因为一物的消灭必定是他物的生成。因此,凡欲驳斥亚里斯多德论证的人,必须证明天在自身之外拥有某种相反者,哪怕不是依其实体,也是依其内部的性质,正如火将水作为自身的相反者,因水拥有相反的性质一样。因为他说出以下的话并不能得出任何高明的结论: “一方面,如果他们声称,无论分有任何相反者——无论是分有两者还是分有一者——普遍而言都是分有者可生成且可消灭的证明,那么既然天体也能接纳依凹与凸而来的相反性,而且月亮天球的凹处又是相反地点中的一者,就让他们也宣称天是可生成且可消灭的;另一方面,如果并非一切相反性都是诸物体生成与消灭的原因,正如依地点向相反方向做向上或向下的运动并非生成或消灭一样,那么被剥夺了依地点而来的相反运动的事物,也绝不会仅仅因此就被免除了生成与消灭”。 事实上,同时分有相反者的两方(正如天分有凹与凸那样),并不能表明它是可生成且可消灭的;因为能够共存的相反者既不彼此相争,也不相互毁灭,因此并非生成与消灭的原因。相反,拥有相反者之一、并与分有另一相反者之物具有共同基底的东西,才是能够接纳生成与消灭的,因为相反者在一个基底周围相互转化。而依地点向上或向下运动本身固然不是生成或消灭,却是属于生成与消灭之物所特有的;因为一者为轻,另一者为重,而这些是热、冷、干、湿的,生成与消灭正是由于它们在同一基底周围相互转化而伴随出现的。或许,朝向上方与朝向下方的运动本身在某种意义上也是生成与消灭,倘若火朝向上方运动、土朝向下方运动乃是渴望恢复它们各自纯粹的形相。因此,如果那些由相反的主动与受动性质所赋形的事物,由于轻与重在本性上与那些性质不可分,因而必然具有本性相反的地点运动,那么说超越依地点的相反运动的事物必定也被免除了生成与消灭(正因为它们也被免除了依性质而来的此类相反性),乃是真实的。正因如此,亚里斯多德也说相反者的位移依此方式也是相反的,并且如果对于圆周位移不存在相反的运动,那么对于做圆周运动的物体也不存在任何相反者;他还补充说,自然将那注定不可生成之物从相反者中超拔出来,似乎是合理的;因为生成与消灭正是在相反者之中——显而易见是在围绕单一基底相争的此类相反者之中——发生的。
- 1.36ἐπεὶ οὐδὲν ἂν σοφὸν συνάγοι λέγων
连词 ἐπεί 引导解释性分句,主句谓语为带有 ἄν 的潜在希求法(οὐδὲν ἂν σοφὸν συνάγοι),其后由分词 λέγων 引入对论敌(斐洛庞奴斯)推论的直接引述。
- 1.36τῶν ἐναντίων περὶ ἓν ὑποκείμενον ἄλληλα μεταβαλλόντων
属格独立结构。现在分词 μεταβαλλόντων 带有宾格相互代词 ἄλληλα,充当内宾语或相互宾语,意为“(相反者)彼此相互转化”。
- 1.36τὰ τῶν ἐναντίων κατὰ τόπον κινήσεων ὑπερέχοντα
名词化分词 τὰ ὑπερέχοντα 支配分离/比较属格补足语(τῶν ἐναντίων κατὰ τόπον κινήσεων),意为“超越依地点的相反运动的事物”。
