- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:172.36-174.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘重申了相反性是一对一的关系以及地点相反性的本质,并批判了菲洛波庞的论点(即天体因容纳凹凸相反性质而受生成消灭支配),指出其混淆了发生运动的线与实体球的边界。
καὶ γὰρ ὅτι μὲν ὡς γῆ καὶ ὡς ἀὴρ καὶ πῦρ καὶ ὅλως ὡς οὐσίαι οὐκ εἰσὶν ἐναντία, πολλάκις αὐτὸς διετείνατο, ὅτι δέ, εἰ τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ξηρὸν τῷ ὑγρῷ ἐναντία, οὐ δύο ἑνὶ ἀλλ’ ἓν ἑνί ἐστιν ἐναντίον, καθὰ καὶ μεταβάλλει εἰς ἄλληλα τὰ στοιχεῖα, πῶς οὐ συνίησιν;1 ὅλως δέ, εἰ μὴ κατὰ τὸ αὐτὸ δύο τῷ ἑνὶ ἐναντία ἀλλὰ κατ’ ἄλλο καὶ ἄλλο, ὡς οὗτός φησι καὶ ἐπὶ τῆς ὑπερβολῆς καὶ ἐλλείψεως καὶ τῶν τοιούτων αὐτοῦ πολλῶν παραδειγμάτων κατ’ ἄλλο μὲν ἀμφοῖν τῇ ἰσότητι μαχομένων κατὰ τὸ κοινὸν τῆς ἑαυτῶν ἀνισότητος καὶ τῇ συμμετρίᾳ κατὰ τὸ κοινὸν τῆς ἀσυμμετρίας, κατ’ ἄλλο δὲ ἀλλήλοις,2 πῶς πάλιν δύο ἑνὶ ἐναντία καὶ οὐχὶ ἓν ἑνί; ἓν γὰρ ἡ συμμετρία καὶ ἓν ἡ ἀνισότης. “ἀλλ’ εἰ ὁ ἄνω τόπος, φησίν, ἐφ’ ὃν τὰ ἐπὶ τὸ ἄνω κινούμενα φέρεται, ἡ κοίλη περιφέρεια τῆς σεληνιακῆς σφαίρας ἐστί, καὶ ἔστιν ὁ ἄνω τόπος τῷ κάτω ἐναντίος, μετέχει θατέρου τῶν ἐναντίων τόπων ὁ οὐρανὸς καὶ κατὰ τοῦτο ἐναντίος ἔσται τινί, ὥσπερ τὸ πῦρ τῷ ὕδατι, κἂν μὴ καθὸ σώματα ἢ καθὸ οὐσίαι, ἀλλὰ κατὰ τὰς ποιότητας τὰς ἐναντίας ἐναντία ἐστίν.” πάλιν οὖν οὗτος ἐπελάθετο τοῦ εἴδους τῆς ἐναντιώσεως, καθ’ ὃ γίνεται ἡ εἰς ἄλληλα τῶν ἐναντίων μεταβολή· κἂν γὰρ ὁ ἄνω τόπος τῷ κάτω τόπῳ ἐναντίος, οὐχ ὡς μεταβάλλοντες εἰς ἄλληλα ἐναντίοι (οὔτε γὰρ ὁ ἄνω τόπος γίνεται ποτε κάτω οὔτε ὁ κάτω ἄνω), ἀλλὰ τὰ ἐν τοῖς τόποις ὄντα τούτοις καὶ τὰ ἐπ’ αὐτοὺς κινούμενα ταῦτά ἐστιν τὰ οὕτως ἐναντία ὡς καὶ μεταβάλλειν εἰς ἄλληλα. διὸ κἂν ἐν τῷ οὐρανῷ τὸ ἄνω ἐστὶ καὶ ἐν τῇ γῇ τὸ κάτω, οὐχ οὕτως ἐναντία γῆ καὶ οὐρανὸς ὡς μεταβάλλειν εἰς ἄλληλα, οὐδὲ ἔχει τι ὁ οὐρανὸς τοιοῦτον ἐναντίον, ὁπότε καὶ αὐτὸς οὗτος οἶδεν, ὅτι ἡ τοῦ τόπου ἀπόδοσις ἡ λέγουσα τὸ πέρας τοῦ περιέχοντος εἶναι τὸν τόπον οὐ τελέως ἀποδέδοται παρὰ τοῦ Ἀριστοτέλους ἅτε πρώτου ζητήσαντος αὐτόν. ἐφεξῆς δέ “τὸ κυρτόν, φησί, καὶ κοῖλον ὡς ἐναντία ἀντίκειται· οὔτε γὰρ ὡς τὰ πρός τι, ἐπεὶ μὴ ἀεὶ συνυπάρχει· καὶ γὰρ τὸ κυρτὸν ἔστιν ἐπὶ τῆς σφαιρικῆς ἐπιφανείας κοίλου μὴ ὄντος, ὅταν ναστὴ ᾖ ἡ σφαῖρα, καὶ τὸ κοῖλον ἐπὶ τῶν ὀρόφων τῶν ἔνδοθεν μὲν κοίλων, ἐκτὸς δὲ ἐπιπέδων· ἀλλ’ οὔτε ὡς ἕξις καὶ στέρησις· ποιότης γάρ, φησίν, ἑκάτερον”, ἀγνοῶν, ὡς ἔοικεν, ὁ προπετὴς οὗτος, ὅτι καὶ ἡ στέρησις ἓν εἶδος ποιότητός ἐστι. πῶς γὰρ ἂν ἔλεγε τὸ κυρτὸν καὶ κοῖλον διὰ τὸ ποιότητας εἶναι μὴ κατὰ ἕξιν καὶ στέρησιν ἀντικεῖσθαι; ἀλλ’ “οὔτε ὡς κατάφασις, φησί, καὶ ἀπόφασις”. λείπεται οὖν ὡς ἐναντία ἀντικεῖσθαι τὸ κοῖλον καὶ τὸ κυρτόν. “εἰ οὖν ταῦτα, φησί, τοῦ οὐρανίου σώματος ποιότητές τινές εἰσιν ἢ πάθη, δεκτικόν ἐστι τῶν ἐναντίων τὸ οὐράνιον, ὥστε καὶ φθορᾶς καὶ γενέσεως”. ἆρα οὐχὶ κἀνταῦθα φαίνεται παντελῶς παραλλάττων οὗτος τοῦ τῶν εἰρημένων σκοποῦ; πρῶτον μὲν ὅτι τοῦ Ἀριστοτέλους τὸ κοῖλον καὶ τὸ κυρτὸν ἐπὶ γραμμῆς λαβόντος, καθ’ ἣν ἡ κύκλῳ κίνησις γίνεται (κατὰ γραμμὴν γὰρ πᾶσα κίνησις ἐπιτελεῖται), οὗτος ὡς ἐπὶ στερεοῦ ἔλαβε3 λέγων μὴ ἐνδέχεσθαι γραμμὴν καθ’ αὑτὴν ἄνευ σώματος εἶναι, ἀλλὰ πᾶσαν φυσικὴν γραμμὴν ἐν σώματι τὸ εἶναι ἔχειν· ἐν ἄλλῳ δὲ καὶ ἄλλῳ τοῦ σφαιρικοῦ σώματος πέρατι τὸ κοῖλον τυγχάνει καὶ τὸ κυρτόν· καὶ διὰ τοῦτο καὶ τῷ Ἀλεξάνδρῳ μέμφεται εἰπόντι, ὅτι, εἴπερ εἴη ἐναντίον τὸ κοῖλον τῷ κυρτῷ ἐπὶ μιᾶς γραμμῆς θεωρούμενον, αὐτὴ ἂν εἴη ἑαυτῇ ἐναντία ἡ γραμμή. καίτοι εἰ τὸ κοῖλον καὶ τὸ κυρτὸν ὁ Ἀριστοτέλης κατὰ τὴν διάστασιν ἔλαβε, καθ’ ἣν ἡ κύκλῳ κίνησις γίνεται, ἀπλατὴς δὲ αὕτη, δῆλον, ὅτι καλῶς καὶ ὁ Ἀλέξανδρος εἴρηκεν. οὐ γὰρ περὶ τούτου τοῦ κοίλου καὶ κυρτοῦ οὔτε ὁ Ἀλέξανδρος οὔτε ὁ Ἀριστοτέλης εἰρήκασι τοῦ ἐν ἄλλῳ καὶ ἄλλῳ πέρατι τοῦ σφαιρικοῦ σώματος ὄντος, ἀλλὰ τῶν ἐν τῇ γραμμικῇ διαστάσει, καθ’ ἣν ἡ κύκλῳ κίνησις ἐπιτελεῖται. κἂν τὸ κοῖλον δὲ καὶ τὸ κυρτὸν ὁ οὐρανὸς ἔχῃ ἐν ἄλλῳ καὶ ἄλλῳ πέρατι τοῦ σφαιρικοῦ σώματος, καὶ ἐναντία ταῦτα ἀλλήλοις ἔχει καὶ ἄλλας ἐν ἑαυτῷ πολλὰς ἐναντιώσεις·4 καὶ γὰρ κίνησις ἐν αὐτῷ καὶ στάσις καὶ τὸ περιττὸν καὶ τὸ ἄρτιον καὶ ταυτότης καὶ ἑτερότης καὶ ἓν καὶ πολλὰ καὶ ἄλλα μυρία τοιαῦτα.
事实上,作为土、作为气与火,并且概括而言作为实体它们并不是相反的,这一点他自己也屡次断言;然而,如果热与冷相反,干与湿相反,那么绝非二者与一者相反,而是一者与一者相反,正是依此诸元素才相互转化,对此他又怎会不明白?一般而言,即便两个事物并非依同一方面,而是依不同的方面与一者相反——正如此人在论及过度与不足以及他的诸多此类例子时所说的那样,二者依据其自身不等的共性与平等相争,依据其自身不匀称的共性与对称相争,而在彼此之间则依另一方面相争——又怎么会再次是二者与一者相反,而不是一者与一者相反呢?因为对称是一,不等也是一。“但是”,他说,“如果向上运动之物所朝向的上方地点是月亮天球的凹表面,且上方地点与下方地点相反,那么天就分有了相反地点中的一方,并且依此将与某物相反,正如火与水一样,即便它们并非作为物体或作为实体相反,却是依其相反的性质而相反”。 于是,此人再次遗忘了相反者赖以相互转化的那种相反性的形式。因为即便上方地点与下方地点相反,它们也并非作为相互转化之物而相反(因为上方地点绝不会变成下方,下方地点也绝不会变成上方);相反,处在这些地点之中的事物以及朝向它们运动的事物,才是如此相反以至于甚至相互转化之物。因此,即便‘上’在天中,‘下’在地中,天地也并非如此相反以至于相互转化,天也绝没有任何此类相反者,尤其是因为此人自己也知道,称地点为‘包容者之界限’的地点界定并没有被亚里斯多德完满地给出,因为他是第一个探究它的人。接着他又说:“凸与凹是作为相反者而对立的;因为既非作为相关者,因它们并不总是共存;因为当球体是实心的时候,即使没有凹,凸也存在于球面上,且凹存在于内部凹而外部平的屋顶上;但亦非作为具备与缺失;因为每一方”,他说,“都是一种性质”,这个轻率的家伙似乎不知道,缺失本身也是性质的一种形式。否则他又怎能因为凸与凹是性质,就说它们不是依具备与缺失而对立呢?但是“亦非作为肯定与否定”,他说。因此,剩下的便是凹与凸作为相反者而对立。“所以”,他说,“如果这些是天体的某些性质或受动状态,那么天体就能接纳相反者,从而亦能接纳消灭与生成”。 难道在此处,此人看起来不也是完全背离了所言之事的意图吗?首先,亚里斯多德是在发生圆周运动的线上来理解凹与凸的(因为一切运动皆沿线完成),此人却将其理解为在立体上,说线不可能脱离物体而独立存在,而是一切自然的线都在物体中具有存在;并且凹与凸分别处于球形物体的不同界限上;正因如此,他还责难了亚历山大,后者曾说如果凹与凸在一根线上被考察时是相反的,那么线本身就将与自身相反。然而,如果亚里斯多德是依发生圆周运动的维度来理解凹与凸,而这一维度是没有宽度的,那么显然亚历山大说得也很在理。因为无论亚历山大还是亚里斯多德,所谈论的都不是处于球形物体不同界限上的这种凹与凸,而是在圆周运动得以完成的线形维度中的凹与凸。而且,即使天在球形物体的不同界限上具有凹与凸,且二者彼此相反,天在自身之中也具有许多其他的相反性;因为在其中既有运动与静止,又有奇数与偶数、同一性与差异性、一与多,以及其他无数诸如此类的东西。
- 1.36ὅτι δέ, εἰ τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ξηρὸν τῷ ὑγρῷ ἐναντία, οὐ δύο ἑνὶ ἀλλ’ ἓν ἑνί ἐστιν ἐναντίον, καθὰ καὶ μεταβάλλει εἰς ἄλληλα τὰ στοιχεῖα, πῶς οὐ συνίησιν;
为了与前句中的“ὅτι μὲν ... πολλάκις αὐτὸς διετείνατο”相对比,此处使用了“ὅτι δέ ... πῶς οὐ συνίησιν”,其中 ὅτι 引导的名词性从句作为主要疑问动词 συνίησιν(“他怎会不明白……”)的对象被前置。
- 1.36κατ’ ἄλλο μὲν ἀμφοῖν τῇ ἰσότητι μαχομένων κατὰ τὸ κοινὸν τῆς ἑαυτῶν ἀνισότητος καὶ τῇ συμμετρίᾳ κατὰ τὸ κοινὸν τῆς ἀσυμμετρίας, κατ’ ἄλλο δὲ ἀλλήλοις
以属格绝对结构“ἀμφοῖν μαχομένων”为骨干,通过“κατ’ ἄλλο μέν ... κατ’ ἄλλο δέ”协调了两个平行的方面:一方面二者依据其共性(不等、不匀称)与中道(平等、对称)相争,另一方面二者在另一个方面彼此相争。
- 1.36πρῶτον μὲν ὅτι τοῦ Ἀριστοτέλους τὸ κοῖλον καὶ τὸ κυρτὸν ἐπὶ γραμμῆς λαβόντος ... οὗτος ὡς ἐπὶ στερεοῦ ἔλαβε
该结构通过“πρῶτον μὲν ὅτι ...”承接并列举了对前一反问句(“ἆρα οὐχὶ ... φαίνεται ... παραλλάττων;”)的理由说明。在 ὅτι 从句内部,对比性的属格绝对结构“τοῦ Ἀριστοτέλους ... λαβόντος”置于前面,由主语 οὗτος 和主动词 ἔλαβε 作出承接。
- 1.36κἂν τὸ κοῖλον δὲ καὶ τὸ κυρτὸν ὁ οὐρανὸς ἔχῃ ἐν ἄλλῳ καὶ ἄλλῳ πέρατι τοῦ σφαιρικοῦ σώματος, καὶ ἐναντία ταῦτα ἀλλήλοις ἔχει καὶ ἄλλας ἐν ἑαυτῷ πολλὰς ἐναντιώσεις
在让步从句“κἂν ... ἔχῃ”之后,短语“καὶ ἐναντία ταῦτα ἀλλήλοις”被理解为继续引导让步条件(省略了 ᾖ:“即使二者彼此相反”),主句则为“ἔχει καὶ ἄλλας ἐν ἑαυτῷ πολλὰς ἐναντιώσεις”(“它自身之内亦有许多其他相反性”)。
