- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:171.12-172.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘驳斥了其论敌误解亚历山大并企图从其他标准证明直线运动与圆周运动相反的主张,指出运动的相反性必须如亚里斯多德所主张的那样以地点的相反性以及相互转化为根据。
ἀλλ’ οὐδὲ ἐκ τοῦ τὴν εὐθεῖαν γραμμὴν μὴ εἶναι ἐναντίαν τῷ γραμμικῷ κύκλῳ νομίζει περαίνεσθαι τὴν ἀπόδειξιν ὁ Ἀλέξανδρος, ἵνα καὶ ἐπηγγείλατο τοῦτο δεῖξαι.1 κἂν γὰρ αἱ γραμμαὶ ἐναντίαι, ἀλλ’ αἱ κινήσεις οὐ δύνανται ἐναντίαι εἶναι διὰ τὸ τὴν ἐπ’ εὐθείας τῇ ἐπ’ εὐθείας ἀντικεῖσθαι καὶ ἓν ἑνὶ ἐναντίον εἶναι. ἐφεξῆς δὲ τὴν ἐπ’ εὐθείας κίνησιν ἐναντίαν πειρᾶται δεικνύναι καὶ τῇ ἐπ’ εὐθείας καὶ τῇ κύκλῳ, κατ’ ἄλλο δὲ καὶ ἄλλο, ὥσπερ τὴν ὑπερβολὴν καὶ πρὸς τὴν ἔλλειψιν καὶ πρὸς τὴν συμμετρίαν καὶ τὴν πλεονεξίαν πρός τε τὴν μειονεξίαν καὶ τὴν δικαιοσύνην καὶ ἁπλῶς, ἐφ’ ὧν ὡς ἀσύμμετρα τὰ παρ’ ἑκάτερα τοῦ συμμέτρου ἀλλήλοις τε ἀντίκειται καὶ τῷ συμμέτρῳ. “καὶ τῷ πυρὶ δέ, φησί, καὶ ὁ ἀὴρ μάχεται καὶ ἡ γῆ, κατ’ ἄλλο δὲ καὶ ἄλλο, καὶ τὸ ψεῦδος, φησί, καὶ ἡ ἄγνοια τῇ ἀληθείᾳ, ἀλλὰ τὸ μὲν ὡς ἐναντίον, ἡ δὲ ὡς στέρησις· οὕτως οὖν, φησί, κἀνταῦθα ἡ μὲν ἄνω κίνησις τῇ κάτω κατὰ τὴν τῶν τόπων ἐναντίωσιν μάχεται, ἡ δὲ κύκλῳ ἑκατέρᾳ τῶν ἐπ’ εὐθείας οὐ κατὰ τὴν τῶν τόπων ἐναντίωσιν ἀλλὰ κατ’ αὐτὴν τὴν ἰδέαν τῆς κινήσεως, ὅτι ταῖς μὲν ἀπ’ ἄλλου σημείου ἐπ’ ἄλλο ἡ κίνησις καὶ κατὰ πᾶν μόριον ἄκλαστος, τῇ δὲ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ μηδὲ τοῦ τυχόντος ἀκλάστου μορίου μένοντος, καὶ ὅτι τὴν μὲν ἀδύνατον ἄνευ στάσεως δὶς ἐπὶ τῆς αὐτῆς γενέσθαι, ἡ δὲ κύκλῳ τὴν αὐτὴν ἄνευ στάσεως ἀπειράκις περίεισιν. εἰ οὖν κατὰ τὰ ἐναντία, φησί, χαρακτηρίζεται, δῆλον, ὅτι καὶ ἐναντίαι ἂν εἶεν.” ὁρᾷς, ὅπως οὐ παρακολουθεῖ τῷ σκοπῷ τῶν εἰρημένων· τοῦ γὰρ Ἀριστοτέλους ἀποδεικνύντος, ὅτι τῇ κύκλῳ κινήσει τοπικῇ οὔσῃ οὐκ ἔστιν ἐναντία κατὰ τόπον κίνησις καὶ εἰπόντος αὐτῇ λέξει, ὅτι “αἱ τῆς φορᾶς ἐναντιώσεις κατὰ τὰς τῶν τόπων εἰσὶν ἐναντιώσεις,” οὗτος καίτοι καὶ αὐτὸς ἐπὶ λέξεως εἰπών “τῇ δὲ κύκλῳ ἑκατέρα τῶν ἐπ’ εὐθείας οὐ κατὰ τὴν τῶν τόπων ἐναντίωσιν μάχεται, ἐφ’ οὓς τὰ κατ’ αὐτὰς κινούμενα φέρεται, ἀλλὰ κατ’ αὐτὴν τὴν ἰδέαν τῆς κινήσεως” ὅμως ἐναντίαν οἴεται δεικνύναι τὴν κύκλῳ κίνησιν τῇ ἐπ’ εὐθείας κατὰ τὴν ἐναντίωσιν, ἣν ὁ Ἀριστοτέλης ἀπεῖπεν. αὕτη δὲ ἦν ἡ κατὰ τοὺς τόπους, καθ’ ἣν καὶ μάχεσθαι ἀλλήλοις τὰ ἐναντία καὶ μεταβάλλειν εἰς ἄλληλα δυνατόν· τὰ γὰρ ἐπὶ τοὺς ἐναντίους ἀλλήλοις τόπους κατὰ φύσιν ἰέμενα ἐναντίαις πάντως ποιότησιν εἰδοποιοῦνται, θερμότητι καὶ ψυχρότητι, κουφότητι καὶ βαρύτητι, καὶ τὰ ταῖς ἐναντίαις ταύταις ποιότησιν εἰδοποιούμενα ταῖς τῶν διαφόρων ῥοπῶν αἰτίαις ἐπὶ τοὺς ἐναντίους ἵενται τόπους· ταῦτα δέ ἐστι τὰ ἐξ ἀλλήλων γινόμενα ἐναντία, ἀλλ’ οὐχὶ τὰ ἄκλαστα καὶ κεκλασμένα· οὐ γὰρ ὁ κύκλος εἰς τὴν εὐθεῖαν μεταβάλλει οὐδὲ τὰ κύκλῳ κινούμενα εἰς τὰ ἐπ’ εὐθείας οὐδὲ τὰ ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ κινούμενα εἰς τὰ ἀπ’ ἄλλου καὶ ἄλλου οὐδὲ τὰ στάσει διαλαμβανόμενα εἰς τὰ συνεχῆ τὴν κίνησιν ἔχοντα· οὐ γάρ εἰσιν ἐναντιώσεις αὗται κατὰ ποιότητας παθητικάς τε καὶ δραστικὰς οὐδὲ τὸ αὐτὸ ὑποκείμενον ἔχουσιν, ἐπεὶ συνέβαινεν καὶ τὰ ὑπὸ σελήνην εἰς τὰ οὐράνια μεταβάλλειν2 καὶ τὰ οὐράνια εἰς τὰ ὑπὸ σελήνην, ὅπερ οὐδὲ τοῦτον προσίεσθαι νομίζω σαφῶς ὑπερεχούσης φύσεως τὸν οὐρανὸν εἶναι λέγοντα, ἐν οἷς φησιν “ὁ δὲ οὐρανὸς καὶ καθ’ ὅλον αὐτὸν καὶ κατὰ μέρη τὸ κυριώτατόν τε καὶ συνεκτικώτατον τῶν τοῦ κόσμου μερῶν ὡμολόγηται· τῇ γὰρ τούτου κινήσει τὰ ἐντὸς ἰθύνεται πάντα σώματα”. πῶς οὖν ἔμελλεν εἰς ἄλληλα ταῦτα μεταβάλλειν; εἰ δὲ ἀνάγκη τὰ τοιαῦτα ἐναντία τὰ μεταβάλλοντα εἰς ἄλληλα κατὰ τὴν τῶν τόπων ἐναντίωσιν εἰλῆφθαι, μάτην τοὺς πολλοὺς καὶ ἐν τοῖς ἑξῆς ἐδαπάνησε λόγους δεικνύναι φιλονεικῶν, ὅτι, κἂν μὴ κατὰ τοὺς τόπους ἐναντίαι εἰσὶ κινήσεις ἥ τε ἐπ’ εὐθείας καὶ ἡ κύκλῳ, ἀλλὰ κατ’ ἄλλους τρόπους ἠναντίωνται, καὶ ὅτι εὐλογώτερον ἡ κύκλῳ κίνησις τῇ ἐπ’ εὐθείας ἐναντία 〈ἂν〉 ῥηθείη κατὰ πολλὰ ἀντικειμένη ἤπερ ἡ ἄνω τῇ κάτω κατὰ μόνους τοὺς τόπους τὸ ἐναντίον ἔχουσα. καὶ γὰρ τὰ γινόμενα καὶ φθειρόμενα ἀλλήλοις μὲν ὄντα συγγενῆ, πρὸς δὲ τὰ ἀγένητα καὶ ἄφθαρτα κατὰ πολλοὺς τρόπους ἀντικείμενα, πρὸς ἄλληλα μὲν ἐναντίωσιν ἔχειν λέγεται, καθ’ ἣν εἰς ἄλληλα μεταβάλλει, πρὸς δὲ τὰ ἀγένητα καὶ ἄφθαρτα οὐκέτι. ἀλλ’ ἐπειδὴ καὶ δύο ἑνὶ μάχεσθαι ἐναντία πρότερον ἔλεγεν, ὥσπερ τῷ πυρὶ τὴν γῆν καὶ τὸν ἀέρα, τὴν μὲν ὡς ψυχρὰν θερμῷ, τὸν δὲ ὡς ὑγρὸν ξηρῷ, θαυμαστή μοι δοκεῖ τῆς ἀνεπιστασίας ἡ ὑπερβολή.
然而,亚历山大也并不认为论证是从直线并不与作为线的圆相反这一点得出结论的,以至于他竟会承诺去证明这一点。因为即便线本身是相反的,其上的运动也不可能是相反的,这是因为沿直线的[运动]与沿直线的[运动]相对立,且相反者是一对一的。而他在接下来的部分中企图表明,沿直线的运动既与沿直线的[运动]相反,又与圆周[运动]相反,但各自依据不同的方面,正如过度既与不足相对立,又与适度相对立,贪多既与过少相对立,又与正义相对立,并且一般来说,凡是适度两旁的极端作为不匀称者既彼此对立又与适度对立的情形皆是如此。“而且对火而言”,他说,“气和土亦依不同的方面与之相争;虚假和无知”,他说,“亦与真理相争,但前者是作为相反者,后者是作为缺失;因此在这里也如此”,他说,“向上的运动与向下的[运动]依地点的相反性相争,而圆周运动与每一种沿直线的运动相争,不是依地点的相反性,而是依运动本身的理念,因为对于直线运动而言,运动是从一个点到另一个点且在任何部分都是不折曲的,而对于圆周运动而言,则是从同一点到同一点,甚至没有任意一部分保持不折曲;又因为直线运动不可能在不经过静止的情况下在同一线上发生两次,而圆周运动则在不经过静止的情况下无数次绕行同一线。因此,如果它是依相反者来表征的”,他说,“显然它们也会是相反的”。 请看他是何等未能领会所言之事的意图。因为亚里斯多德既然在证明圆周运动作为空间运动,不存在依地点的相反运动,并用原文确切地说道“运移的相反性依地点的相反性而定”,而这个人尽管自己也逐字说道“每一种沿直线的运动与圆周运动相争,不是依据按它们运动之物所运往的地点的相反性,而是依运动本身的理念”,却依然自以为依凭亚里斯多德所否定的相反性表明了圆周运动与沿直线的运动是相反的。而这种相反性乃是依地点的相反性,相反者正是依此才能够彼此相争并相互转化。因为依本性朝向彼此相反地点运动的物体,无论如何都是由相反的性质所规定其形式的,即热与冷、轻与重;而由这些相反性质规定其形式的物体,则由于不同倾向的原因朝向相反的地点运动。而这些乃是相互生成的相反者,却绝非不折曲与折曲之物。因为圆并不会转化为直线,圆周运动之物也不会转化为沿直线运动之物,从同一点运动到同一点之物也不会转化为从不同点到不同点运动之物,因静止而中断之物也不会转化为具有连续运动之物。因为这些并不是依受动和能动的性质而成立的相反性,它们也没有同一基体,否则就会导致月下之物转化为天界之物,天界之物转化为月下之物,但我认为就连他也不会接受这一点,因为他在说天明显具有卓越本性时写道:“天无论作为整体还是作为部分,都被公认为宇宙诸部分中最具统治性且最具维系力的;因为因它的运动,内部的所有物体才得以被统领”。既然如此,这些东西又怎么可能相互转化呢? 然而,如果那些相互转化的此类相反者必然依地点的相反性来理解,那么他在接下来的部分中耗费众多言辞,好胜地企图表明:即使沿直线的运动与圆周运动并不依地点相反,却以其他方式相反,且圆周运动由于在诸多方面相对立,被说成与沿直线的运动相反,比向上运动与向下运动仅仅在地点上具有相反性要合理得多——这一切都是徒劳的。因为生成与消灭之物彼此固然同类,相对于未生成且不灭之物而言却在诸多方式上对立,然而它们被说成是对彼此具有相反性,即它们依此相互转化,但对未生成且不灭之物却不再如此。但是,既然他此前甚至说过两个事物作为相反者与一个事物相争,正如土和气与火相争,前者作为冷与热相争,后者作为湿与干相争,在我看来,其疏忽大意的程度简直令人惊愕。
- 1.36ἵνα καὶ ἐπηγγείλατο τοῦτο δεῖξαι
此处 ἵνα 接过去直陈式(ἐπηγγείλατο)。承接前面的否定(οὐδὲ... νομίζει),它并非表示单纯的目的从句,而是带有结果或附带性质(“以至于他甚至会承诺证明这一点”)。
- 1.36ἐπεὶ συνέβαινεν καὶ τὰ ὑπὸ σελήνην εἰς τὰ οὐράνια μεταβάλλειν
连词 ἐπεί 连用未完成过去直陈式(συνέβαινεν),引导与事实相反的推论,借此揭示被否定前提的荒谬性(“否则就会导致……”)。
