- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:169.17-171.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘总结了扬布利柯的引文并引用亚里斯多德《论生成与消灭》,确认实体本身并不具有相反性,但在其构成性质上可被称为相反,进而驳斥了菲洛波诺斯对相反运动论证的误解及其对亚历山大文本的篡改。
ἀλλ’ οὐδὲ εἰ διαιροῖτό τι εἰς τὰ ἐναντία, ὥσπερ τὸ ζῷον, οὐδὲ οὕτως ἔσται ἐναντίον, εἰ κοινῶς γε περιέχει τὴν τῶν ἐναντίων διαίρεσιν, ὥστε οὐδὲν τούτων ἔσται ἐναντίον. γνοίη δὲ ἄν τις καὶ ἀπὸ τοῦ ὅρου τῶν ἐναντίων τοῦτο· πλεῖστον γὰρ κεχωρίσθαι αὐτὰ ἀπ’ ἀλλήλων ἀφοριζόμεθα· ὡς δὲ νῦν λέγεται, περὶ τὴν αὐτὴν οὐσίαν τοῦ ζῴου συνυπάρχει. ἀλλὰ πῶς τὸ πῦρ τῷ ὕδατι καὶ τὸν ἀέρα τῇ γῇ ἐναντία λέγει ὁ Ἀριστοτέλης; κατὰ τὰς εἰδοποιοὺς δηλονότι διαφορὰς φήσομεν, αἵτινες οὐκ εἰσὶν οὐσίαι. τὸ μὲν οὖν ψυχρὸν καὶ θερμὸν καὶ ξηρὸν καὶ ὑγρὸν ἀλλήλοις ἐναντία ὑπάρχει, αἱ δὲ ὅλαι οὐσίαι πρὸς τὰς ὅλας οὐσίας οὐκ ἔχουσιν ἐναντιώσεις καὶ ἐπὶ τῆς αὐτῆς ὕλης συνυφεστήκασιν”. καὶ τί δεῖ μηκύνειν τῶν ἐξηγητῶν μακρὰς παραγράφοντα ῥήσεις, ὅτε δυνατὸν αὐτὸν παράγειν τὸν Ἀριστοτέλην τὴν ἑαυτοῦ γνώμην σαφῶς ἀποκαλύπτοντα μετ’ ὀλίγα τῆς ἀρχῆς τοῦ δευτέρου τῶν Περὶ γενέσεως καὶ φθορᾶς βιβλίων; γράφει δὲ οὕτως· “ὄντων δὲ τεσσάρων τῶν ἁπλῶν σωμάτων ἑκάτερα τοῖν δυοῖν ἑκατέρου τῶν πρώτων ἐστίν·1 πῦρ μὲν οὖν καὶ ἀὴρ τοῦ πρὸς τὸν ὅρον φερομένου, γῆ δὲ καὶ ὕδωρ τοῦ πρὸς τὸ μέσον· καὶ ἄκρα μὲν καὶ εἰλικρινέστατα γῆ καὶ πῦρ, μέσα δὲ καὶ μεμιγμένα μᾶλλον ὕδωρ καὶ ἀήρ· καὶ ἑκάτερα ἑκατέροις ἐναντία· πυρὶ μὲν γὰρ ἐναντίον ὕδωρ, ἀέρι δὲ γῆ· ταῦτα γὰρ ἐκ τῶν ἐναντίων παθημάτων συνέστηκεν.” ἰδοὺ τοίνυν καὶ ἐναντίας οὐσίας οὐσίαις εἶναί φησι, πυρὶ καὶ ἀέρι ὕδωρ καὶ γῆν, καὶ ὅπως ἐναντία, δεδήλωκεν, ὅτι οὐ καθὸ οὐσίαι καὶ ὑποκείμενα, ἀλλὰ καθὸ ἐξ ἐναντίων ποιοτήτων συνεστήκασιν εἰς ἀλλήλας δρᾶν καὶ πάσχειν ὑπ’ ἀλλήλων δυναμένων. ταῦτα μὲν οὖν ἱκανῶς, ὡς οἶμαι, μέχρι τοῦδε προελήλυθε. καὶ ὅπως οὗτος ἀνεστράφη περὶ τὴν ἀντίρρησιν τῆς λεγούσης προτάσεως τῶν ἐναντίων καὶ τὰς φορὰς εἶναι ἐναντίας, φανερόν, οἶμαι, γέγονε καὶ τοῖς μετρίαν συναίσθησιν ἔχουσι λόγων ἀκολουθίας. ὁ δὲ χρηστὸς οὗτος ὁ τῷ Ἀριστοτέλει δεινότητα λόγων ἐγκαλῶν, τοῖς μὲν μὴ παρακολουθῶν αὐτός, τὰ δὲ ὡς ἐπίδειξιν δεινότητος ποιούμενος μετὰ πολλὰς ἀντιρρήσεις ἐκ φιλοτιμίας συγχωρεῖν τοῖς ἀνατραπεῖσι δοκεῖ καὶ τάδε ἐφεξῆς γέγραφε· “κἂν ἀληθὲς δὲ συγχωρήσωμεν τὸ εἶναι σῶμα σώματι ἐναντίον καὶ ἔτι τῶν ἐναντίων σωμάτων καὶ τὰς φορὰς εἶναι ἐναντίας καὶ διὰ τοῦτο πάλιν, οὗ σώματος τῇ κινήσει μὴ ἔστιν ἐναντία κίνησις, μηδὲ αὐτῷ εἶναι σῶμα ἐναντίον, ἀνάγκη δηλονότι δειχθῆναι, ὅτι τῇ κύκλῳ κινήσει μὴ ἔστιν ἐναντία κίνησις. ἐὰν οὖν τῶν λόγων ἕκαστον, δι’ ὧν τοῦτο κατασκευάζειν ὁ Ἀριστοτέλης ἐπικεχείρηκε, παραθέντες ἐλέγξωμεν, δῆλον, ὅτι μὴ δειχθέντος, ὅτι τῇ κύκλῳ κινήσει μὴ ἔστιν ἐναντία κίνησις, οὐδὲ ὅτι τῷ κινουμένῳ αὐτὴν σώματι οὐκ ἔστιν ἐναντίον σῶμα, δεδειγμένον ἂν εἴη.”2 ὁ τοίνυν τοιαῦτα ἀνατεινόμενος ὅρα ὅπως οὐδὲ παρακολουθῶν φαίνεται τοῖς γεγραμμένοις. παραθέμενος γὰρ τὴν Ἀριστοτέλους ῥῆσιν τοῦ πρώτου ἐπιχειρήματος καὶ τὴν Ἀλεξάνδρου ἐξήγησιν ἐάσας τὸν Ἀριστοτέλην κατὰ τοῦ Ἀλεξάνδρου κεχώρηκε λέγων, ὅτι ἐπαγγειλάμενος δεῖξαι, ὡς οὐκ ἔστι τῇ περιφερεῖ γραμμῇ ἡ εὐθεῖα ἐναντία, οὐδὲν δεδειχὼς φαίνεται. τοῦτο δὲ οὔτε Ἀριστοτέλης οὔτε Ἀλέξανδρος ἐπηγγείλαντο δεικνύναι, ἀλλὰ τὴν ἀγωγὴν οὗτος ἠγνόησε τοῦ λόγου ἔχουσαν οὕτως· εἰ ἔστιν ἐναντία τις τῇ κύκλῳ κινήσει, ἡ ἐπ’ εὐθείας ἐστίν· ἀλλὰ μὴν ἡ ἐπ’ εὐθείας οὐκ ἔστιν· οὐκ ἄρα ἔστι τις ἐναντία τῇ κύκλῳ κίνησις. καὶ τὸ μὲν συνημμένον δείκνυσιν ἐκ τοῦ τῇ περιφερείᾳ τὴν εὐθεῖαν ἀντικεῖσθαι δοκεῖν· κἂν ἀντίκεινται δὲ αὗται, αἱ ἐπ’ αὐτῶν κινήσεις οὐκ εἰσὶν ἐναντίαι, διότι μία οὐκ ἔστιν ἡ ἐπ’ εὐθείας, ἀλλὰ δύο, ἑκατέρα δὲ αὐτῶν τῇ ἑτέρᾳ ἀντίκειται, καί ἐστιν ἓν ἑνὶ ἐναντίον, ὡς πολλάκις εἴρηται. τοῦ δὲ Ἀλεξάνδρου τὴν εὐθεῖαν κίνησιν τῇ κύκλῳ παραβάλλοντος, ἐν οἷς φησιν “ἡ δὲ εὐθεῖα ἐναντία δοκεῖ τῇ κύκλῳ διὰ τὸ ἐκείνην μὲν δοκεῖν πανταχόθεν περικεκλάσθαι, τὴν δὲ εὐθεῖαν ὡς ὅτι μάλιστα ἀκλαστοτάτην εἶναι πασῶν τῶν γραμμῶν· εἰ οὖν αὕτη μή ἐστιν ἐναντία τῇ κύκλῳ, οὐδ’ ἄν τῶν ἄλλων τις τῶν ἧττον ἀντικεῖσθαι δοκουσῶν αὐτῇ”, οὗτος νομίσας τὴν εὐθεῖαν τῷ κύκλῳ συγκρίνεσθαι καὶ μεταγράφειν ἐτόλμησε τὴν Ἀλεξάνδρου λέξιν, ἐν οἷς ἔγραψε· “μάλιστα δέ”, φησίν, “ἡ εὐθεῖα ἀντικεῖσθαι δοκεῖ τῷ κύκλῳ,” καίτοι ἐκείνου τῇ κύκλῳ γράψαντος,3 ὡς καὶ τὰ ἐφεξῆς δηλοῖ. κἂν γὰρ ἀπὸ τῶν γραμμῶν ἡ ἐπιχείρησις, ἀλλ’ ἐπὶ τῶν κινήσεων ἐρρήθη, καὶ τὸ ἄκλαστον καὶ κεκλασμένον ἀπὸ μὲν τῶν γραμμῶν, ἐπὶ δὲ τῶν κινήσεων εἴρηται ὑπὸ τοῦ Ἀλεξάνδρου, ὡς δηλοῖ τὸ ἐπαχθέν· “εἰ οὖν αὕτη μή ἐστιν ἐναντία τῇ κύκλῳ”.
“然而,即使某物被分割为相反者,正如动物那样,只要它共同包摄了相反者的分割,那么即便如此它也不会是相反的,因此这些东西没有一个会是相反的。人们也可以从相反者的定义得知这一点;因为我们将它们界定为彼此相距最远者;但正如现在所说,它们围绕着动物的同一实体共存。但是,亚里斯多德怎么说火与水相反、气与土相反呢?我们将说,显然这是依构成形式的差异而言的,而这些差异并不是实体。因此,冷与热、干与湿彼此相反地存在,但作为全体的实体相对于作为全体的实体并不具有对立,并且在同一质料上共同成立。” 既然能够引出亚里斯多德本人在《论生成与消灭》第二卷开端之后不久明确揭示其自己观点的地方,又何必引述注解家们的长篇大论而拖延篇幅呢?他这样写道:“在简单物体有四种的情况下,两两的每一组都属于两个最初[区域]的每一个:火和气属于朝向界限运移者,而土和水属于朝向中心〔运移〕者;土和火是极端且最纯粹的,水和气是居间且混合更多的;并且每一组都与每一组相反;因为对火而言水是相反的,对气而言土是相反的;因为这些物体是由相反的受动状态构成的。” 由此看哪,他也说实体与实体是相反的,水和土与火和气是相反的,并且他阐明了它们如何是相反的,即不是就它们是实体和基体而言,而是就它们由能够相互作用并承受相互作用的相反性质构成而言。 因此,在我看来,这些讨论到此为止已经足够了。而这个人在对声称相反者的运移亦相反这一前提的反驳中是如何行事的,我想,即便是对于论证推论具有起码理解力的人来说,也已经变得一目了然了。然而,这位指责亚里斯多德运用论辩巧饰的仁兄,自己既未能跟上某些论点,又把其他论点看作巧饰的炫耀,在多番反驳之后出于好胜心似乎对已被推翻的主张作出了让步,并紧接着写道:“即便我们承认真确的是物体与物体相反,且进一步相反物体的运移亦相反,并因此反过来,其运动没有相反运动的物体自身亦没有相反的物体,显然必须表明的是,圆周运动没有相反的运动。因此,如果我们把亚里斯多德企图用以论证这一点的每一个论据列出并加以反驳,显然,若未能表明圆周运动没有相反的运动,那么也就未能表明进行该运动的物体没有相反的物体。” 因此,请看发出如此狂言的人如何显得甚至未能领会所写的内容。因为他列举了亚里斯多德第一条论证的文句和亚历山大的注解,撇开亚里斯多德而径直攻击亚历山大,声称他虽然承诺表明直线并不与圆周线相反,却显得什么也没有表明。但这既不是亚里斯多德也不是亚历山大承诺表明的,而是这个人不明白论证的推演方式是这样的:如果对圆周运动存在某种相反的运动,那就是沿直线的运动;然而沿直线的运动并非[相反的运动];因此对圆周运动并不存在任何相反的运动。而他从直线看似与圆周对立这一事实来表明这一假言命题;即便它们是对立的,其上的运动也不是相反的,因为沿直线的运动不是一个,而是两个,且它们各自与另一个对立,正如屡次说过的那样,相反者是一对一的。 当亚历山大将直线的运动与圆周的运动相比,在他说道“直线看似与圆周运动相反,是因为后者看似从各个方向折曲,而直线是所有线中最不折曲的;因此,如果这一运动不与圆周运动相反,那些看似较少与它对立的其他运动就更不会相反”的地方,这个人以为直线是在与圆[本身]相比较,甚至胆敢改写亚历山大的词句,他在其中写道:“而且最主要的是,”他说,“直线看似与圆对立”,尽管亚历山大写的是“与圆周[运动]”,正如接下来的文句所表明的那样。因为即使论证取自线,却也是针对运动而说的;不折曲与折曲虽然取自线,也是亚历山大针对运动而言的,正如所附的文句所表明的:“因此,如果这一运动不与圆周运动相反”。
- 1.36ἑκάτερα τοῖν δυοῖν ἑκατέρου τῶν πρώτων ἐστίν
ἑκάτερα(中性复数,两两的每一组)与 τοῖν δυοῖν(双数部分属格)构成主语部分,ἑκατέρου τῶν πρώτων(最初区域的每一个)作表语属格,表达四种元素两两组合分别归属于两个原始区域(界限与中心)的分配结构。
- 1.36μὴ δειχθέντος, ὅτι τῇ κύκλῳ κινήσει μὴ ἔστιν ἐναντία κίνησις, οὐδὲ ὅτι τῷ κινουμένῳ αὐτὴν σώματι οὐκ ἔστιν ἐναντίον σῶμα, δεδειγμένον ἂν εἴη
μὴ δειχθέντος 为属格独立结构,起条件从句作用(“若未能表明……”),其逻辑主语是紧随其后的 ὅτι 从句。主句谓语为 δεδειγμένον ἂν εἴη(迂说完成时希求法加 ἄν,表潜势),其主语则是第二个 ὅτι 从句(沿其运动的物体没有相反物体)。
- 1.36καίτοι ἐκείνου τῇ κύκλῳ γράψαντος
属格独立结构。τῇ κύκλῳ 为阴性与格,以省略 κινήσει(“相对于圆周运动”)为前提。辛普里丘批评其论敌(菲洛波诺斯)将其篡改为阳性与格 τῷ κύκλῳ(“相对于圆”),从而将运动的比较歪曲为了直线与圆这一几何图形之间的比较。
