- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:167.27-169.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐述了内质料形式与缺乏的对立,区分了从未完满状态(如精子)的生成与从完满相反形式的生成,并通过引证亚历山大与扬布利柯的注解,确证实体本身并无相反者。
ἰστέον δέ, ὅτι ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως τῷ εἴδει τῷ ἐνύλῳ ἐξ ἐναντίων ποιοτήτων συνεστῶτι ἐναντίαν ἔφατο τὴν στέρησιν αὐτοῦ καὶ ἐκ ταύτης γίνεσθαι τὸ εἶδός φησι, διότι οὐ παντὶ εἴδει πάντως ἔστιν ἐναντίον εἶδος· οὐ γὰρ δὴ καὶ τῷ ἀνθρώπῳ ἢ τῷ μουσικῷ· στέρησις δέ ἐστι πανταχοῦ, ἀλλὰ ποτὲ μὲν ἡ στέρησις μετὰ εἴδους ἐστὶ τελείου τελείας ἔχοντος τὰς συστατικὰς αὑτοῦ ποιότητας, ὥσπερ ἡ ἐν τῷ ὕδατι τοῦ πυρὸς στέρησις σύνεστιν τῷ εἴδει τοῦ ὕδατος τελείῳ ὄντι καὶ τελείας ἔχοντι τὰς ἐν αὐτῷ ποιότητας ψυχρότητα καὶ ὑγρότητα τὰς ἐναντίας ταῖς τοῦ πυρὸς ποιότησιν, καὶ διὰ τοῦτο τὸ πῦρ οὐ μόνον ἐκ τῆς στερήσεως τῆς ἑαυτοῦ, ἀλλὰ καὶ ἐκ τοῦ ἐναντίου ἑαυτῷ εἴδους λέγεται γίνεσθαι· ὅταν δὲ ἡ στέρησις μὴ εἴδει τελείῳ συνυπάρχῃ, ἀλλ’ ὑλικῷ τινι ἐπιτηδείως ἔχοντι δέξασθαι τὸ εἶδος τὸ ἀντικείμενον τῇ στερήσει, ὡς ἡ ἐν τῷ σπέρματι τοῦ ἀνθρώπου στέρησις, τότε οὐκ ἐξ εἴδους ἐναντίου ἀλλ’ ἐκ στερήσεως λέγεται γίνεσθαι τὸ γινόμενον, οὐχ ὅτι οὐκ ἔστιν εἶδός τι καὶ τὸ σπέρμα, ἀλλὰ ἀτελὲς εἶδος καὶ ὕλης λόγον ἔχον πρὸς τὴν τοῦ τελείου εἴδους ὑπόστασιν καὶ εἰς ἐκεῖνο τὴν ὅλην ἔχον ἀναφοράν, διὸ οὐχ ὡς ἐξ εἴδους ἐναντίου τοῦ σπέρματος γίνεται ὁ ἄνθρωπος. καὶ δῆλον, ὅτι εἰσίν τινες καὶ ἐν τῷ σπέρματι ποιότητες ἐναντίωσιν ἔχουσαι πρὸς ἀλλήλας, ἀλλ’ ἀτελεῖς καὶ αὗται καὶ οὐχ ὡς αἱ τῶν τελείων εἰδῶν τέλειαι· διὸ ὅσαι μὲν ἐναντίαι ταῖς τοῦ ἀνθρώπου ποιότησίν εἰσιν, εἰς ἐκείνας μεταβάλλουσιν τοῦ μὲν ὑγροῦ τοῦ ἐν τῷ σπέρματι ξηραινομένου, τοῦ δὲ σφαιρικοῦ ἐκτεινομένου· ὅσαι δὲ ὁμοειδεῖς εἰσι ταῖς τοῦ ἀνθρώπου, ἐκ τοῦ ἀτελοῦς μεταβάλλουσιν εἰς τὸ τέλειον. διὰ οὖν τὸ ἀτελὲς τῆς διαθέσεως τοῦ ὑποκειμένου, ὅταν ἐκ σπέρματος τὸ ζῷον ἢ ἐξ ἀμούσου γίνηται τὸ μουσικόν, οὐκ ἐξ ἐναντίου εἴδους ἀλλ’ ἐκ τῆς στερήσεως τοῦ εἴδους λέγεται γίνεσθαι. ὅτι δὲ οὐκ ἐμαυτοῦ ταύτας ἐπινοίας γράφω, ἀλλὰ καὶ τοῖς δοκίμοις τῶν ἐξηγητῶν δοκοῦντα καὶ ὑπ’ αὐτοῦ τοῦ Ἀριστοτέλους λεγόμενα, ἄκουσον τῶν ὑπὸ Ἀλεξάνδρου γεγραμμένων ἐν τῷ τῶν Κατηγοριῶν ὑπομνήματι. προθεὶς γὰρ τὴν λέξιν τὴν λέγουσαν “ὑπάρχει δὲ καὶ ταῖς οὐσίαις καὶ τὸ μηδὲν ἐναντίον αὐταῖς εἶναι” ἐπάγει ταῦτα· “ἄλλο τι πάλιν δείκνυσι τῶν τῇ οὐσίᾳ παρακολουθούντων, ὃ οὐδὲ αὐτὸ ἴδιον τῆς οὐσίας ἐστίν, ὡς καὶ αὐτὸς λέγει· ἔστιν δὲ τοῦτο τὸ μηδὲν ἐναντίον αὐτῇ εἶναι. καὶ ὁμολογουμένως ταῖς ἐκκειμέναις οὐσίαις οὐδέν ἐστιν ἐναντίον· τῇ μέντοι κατὰ τὸ εἶδος οὐσίᾳ ἐρεῖ ἐν τῇ Φυσικῇ ἀκροάσει τὴν στέρησιν ἐναντίαν εἶναι, ἢ κἀκεῖ κοινότερον ἡ στέρησις ἐναντία εἴρηται·1 ἔθος γὰρ αὐτῷ ἐναντία λέγειν καὶ τὰ κατὰ στέρησιν ἐναντία κείμενα· ἀλλ’ ἐπί γε τῶν στοιχείων τὰ εἴδη τῶν στοιχείων, καθ’ ἃ πῦρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ, ἐναντία, ὡς καὶ αὐτὸς ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς λέγει· διὰ τοῦτο γὰρ εἰς ἄλληλα αὐτοῖς ἡ μεταβολή. ταύταις οὖν ταῖς οὐσίαις ταῖς ἐκκειμέναις λέγοι ἂν μηδὲν εἶναι ἐναντίον· ἐπεὶ ἔδειξέ γε ἐν τῷ δευτέρῳ Περὶ γενέσεως εἰδοποιοὺς τῶν ἁπλῶν καὶ πρώτων σωμάτων ξηρότητα ὑγρότητα, θερμότητα ψυχρότητα, ταῦτα δὲ αὐτὰ καὶ ἐναντιώσεις· ἐξ οὗ καὶ αὐτοῦ δῆλον, ὅτι τὴν διαφορὰν τῆς οὐσίας οὐκ εἶπεν οὐσίαν εἶναι, ὅτι μὴ τῶν ἐκκειμένων τις ἦν.”2 ἀλλὰ καὶ ὁ θεῖος Ἰάμβλιχος ἐν τῷ εἰς τὰς Κατηγορίας ὑπομνήματι τάδε γέγραφεν· “ὑπάρχει μὲν οὖν ταῖς οὐσίαις τὸ μηδὲν ἐναντίον αὐταῖς εἶναι· τὰ μὲν γὰρ ἐναντία ὑφ’ ἓν γένος ἀεὶ ὑποτάττεται, ἡ δὲ οὐσία οὐδὲν ἔχει ἀνωτέρω γένος ἕν, ὑφ’ ὃ ταχθήσεται, καὶ τὰ μὲν ἐναντία σχέσιν ἔχει πρὸς ἄλληλα, ἡ δὲ οὐσία ἄσχετός ἐστι καὶ οὐδὲν προσδεῖται τῆς κατὰ τὴν ἐναντίωσιν σχέσεως. ἔτι τὰ μὲν ἐναντία πρὸς ἄλληλα ἀπονεύει, ἡ δὲ οὐσία καθ’ ἑαυτὴν ὥρισται”. αὐτός γε μὴν ἀπὸ τῆς ἐπαγωγῆς τῶν πρώτων καὶ δευτέρων οὐσιῶν τὸ μηδὲν εἶναι ἐναντίον αὐτῇ κατασκευάζει καὶ μετ’ ὀλίγα τάδε γέγραφεν· “ἀποροῦσι δέ τινες, πῶς τὸ λογικὸν ζῷον τῷ ἀλόγῳ οὐκ ἔστιν ἐναντίον, ἡμεῖς δὲ ἐροῦμεν, ὡς μέν τινι διαφορᾷ τὴν ἐνυπάρχουσαν διαφορὰν ἐναντίον,3 τὸ δὲ ὅλον τῷ ὅλῳ οὐκ ἔσται ἐναντίον. λόγος δὲ τούτου τοιοῦτος· τὸ ἐπιδεχόμενον τἀναντία οὐκ ἔστιν αὐτὸ ἐναντίον· εἰ γὰρ κατέχοιτο ὑφ’ ἑνὸς τῶν ἐναντίων, οὐκ ἂν δύναιτο καὶ πρὸς τὴν τοῦ ἑτέρου καταδοχὴν ἐπιτηδείως κατεσκευάσθαι, οἷον ψυχή, σῶμα, αἱ ἄτομοι οὐσίαι καὶ δεύτεραι οὐσίαι, εἴπερ ἐπιδέχοιντο τἀναντία, οὐκ ἔσται αὐτὰ ἐναντία.
应当知晓,在《自然学》第一卷中,对于由相反性质构成的内质料形式,[亚里斯多德]说它的缺乏是相反的,并指出形式是从这一[缺乏]中生成的,因为并非对每一种形式都必然存在相反的形式;确实,对于人或懂音乐者而言并没有[相反的形式];但缺乏是无处不在的,然而有时缺乏伴随着一个完满的形式,该形式完全具备构成自身的诸性质,正如水中的火之缺乏伴随着完全的水之形式,且〔该形式〕完全具备存在于其中的冷和湿这些与火的性质相反的性质;正因如此,火被说成不仅由其自身的缺乏生成,而且由与其自身相反的形式生成;然而,当缺乏并非与完满的形式共存,而是与某种适宜于接受与该缺乏对立的形式的质料性事物共存时,正如精子中人之缺乏,这时生成之物被说成不是由相反形式生成,而是由缺乏生成的,这并不是因为精子本身不是某种形式,而是因为它是未完满的形式,相对于完满形式的实存具有质料的意义,并完全指向那一完满形式;所以人并非由作为相反形式的精子生成的。显然,在精子中也存在某些相互对立的性质,但这些性质同样是未完满的,不像完满形式的性质那样完全;因此,凡与人的性质相反的性质,都转化为那些[人的]性质——精子中湿的部分变干,球形的部分被拉长;而凡与人的性质同类的性质,则从不完满转化为完满。因此,由于基体状态的不完满性,当动物由精子生成或懂音乐者由不懂音乐者生成时,被说成不是由相反形式生成,而是由形式的缺乏生成的。 为了说明我写下这些看法并非出于我自己的杜撰,而是同样为著名的注解家们所赞同且为亚里斯多德本人所主张的,请听亚历山大在《范畴篇注》中所写的内容。因为在引述了‘实体所具有的特征还在于没有任何东西与它们相反’这一文句后,他接着写道:‘他又指出了伴随实体的另一特征,这一特征如他自己所说,本身也不是实体所独有的;这就是没有任何东西与其相反。无可争议地,对于所列举的实体而言,没有任何东西与之相反;然而对于依形式而言的实体,他将在《自然学》中说缺乏是相反的,或者说在那部著作中缺乏也是在更宽泛的意义上被称为相反的;因为他习惯将依照缺乏而对立确立的东西也称为相反者;但在元素的情形下,依其存在火、气、水、土的那些元素的诸形式至少是相反的,正如他自己在《论生成与消灭》中所说;正是由于这个缘故,它们之间才发生相互转化。因此,他可能会说,对于所列举的这些实体,没有任何东西与之相反;既然他至少在《论生成与消灭》第二卷中表明,干、湿、热、冷是简单物体和第一物体的构成形式者,而这些本身就是对立;由此本身也显然可知,他之所以没有说实体的差异是实体,是因为它不是所列举的实体之一。’不仅如此,神圣的扬布利柯在《范畴篇注》中也写道:‘由此,没有任何东西与实体相反属于实体;因为相反者总是统属于一个属之下,而实体没有任何更高的一的属可以被置于其下;并且相反者相互之间具有关系,而实体则是无关系的,丝毫不需要依对立而发生的关系。此外,相反者相互倾斜趋向,而实体则是自依而确定的’。他本人确实从第一实体和第二实体的归纳中论证了没有任何东西与实体相反,并在不久后写道:‘有人产生疑难:理性动物如何不与非理性动物相反?而我们将回答:相对于某一差异而言,内在的差异固然是相反的,但全体与全体并不会是相反的。其理由如下:接受相反者的事物本身并非相反者;因为如果它被相反者之一所占据,它就无法同样适宜地准备好接受另一相反者,正如灵魂、物体、个别实体和第二实体,若它们确实能接受相反者,它们自身就不会是相反者。’
- 1.36ἢ κἀκεῖ κοινότερον ἡ στέρησις ἐναντία εἴρηται
连词 ἤ 引入了对前一分句(ἐρεῖ... τὴν στέρησιν ἐναντίαν εἶναι)的替代性解释,表明亚里斯多德在《自然学》中称缺乏为相反者并非在严格意义上,而是在一种更宽泛或非严格的用法(κοινότερον)上说的。
- 1.36ὅτι μὴ τῶν ἐκκειμένων τις ἦν
在引导原因的 ὅτι 从句中,使用了否定词 μή 而非客观否定的 οὐ。在亚历山大的论述语境中,这传达了归之于亚里斯多德本人思路的主观理由(“因为他认为它并非所列举的实体之一”)。
- 1.36ὡς μέν τινι διαφορᾷ τὴν ἐνυπάρχουσαν διαφορὰν ἐναντίον
扬布利柯引文中的紧缩省略句。中性单数 ἐναντίον 作为谓词,在语义上与支配动词 ἐροῦμεν 结合构成“[内在的差异相对于某种差异是相反的](ὡς... ἐναντίον [ἐστί/εἶναι])”,并与紧接着的协调分句 τὸ δὲ ὅλον τῷ ὅλῳ οὐκ ἔσται ἐναντίον(“但全体与全体不会是相反的”)形成对仗。
