- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:166.2-167.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘驳斥了斐洛庞诺斯,阐明了《范畴篇》中“没有任何东西与实体相反”与《论天》中“相反者的移动也是相反的”这一说法之间的融通性。他论证道,实体作为基底本身没有相反者,但依其作为构成要素的本质差异而言,实体之间可以说具有相反性。
κἂν γὰρ αὐτό τις τὸ τριχῇ διαστατὸν λαμβάνῃ, κατὰ μὲν τὸν γραμματικὸν τοῦτον ἡ ὕλη τοῦτό ἐστι, καὶ ταῖς ἀντιθέτοις ποιότησιν εἰδοποιηθὲν φυσικὸν γίνεται σῶμα καὶ οὐσία σύνθετος, καὶ οὐκ ἄλλη παρὰ ταύτην ἐστὶν ἡ ταῖς ἐναντίαις ποιότησιν εἰδοποιουμένη. εἰ δὲ καὶ μὴ ὕλη τὸ σῶμά ἐστιν, ἀλλὰ σύνθετον ἐξ ὕλης καὶ εἴδους, καὶ αὐτοῦ τὸ εἶδος ἀντιθέτους ἔχει διαφοράς· ἔστιν γὰρ καὶ σώματος ὕλη, φησὶν Ἀριστοτέλης, καὶ μεγάλου καὶ μικροῦ ἡ αὐτή. ποία οὖν ἐστιν οὐσία σύνθετος ἐξ ὕλης καὶ εἴδους παρὰ τὴν ταῖς ἀντιθέτοις ποιότησιν εἰδοποιουμένην τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ κούφου καὶ βαρέος, ἐφ’ ἧς ἀληθεύειν νομίζει τὸ τῇ οὐσίᾳ μηδὲν εἶναι ἐναντίον; ἐπὶ γὰρ ταύτης συγχωρεῖν ἔοικε μὴ ἀληθεύειν. τοιγαροῦν ἄλλως πειρᾶται μετιέναι τὸν λόγον τὸ σχῆμα τῆς ἀντιστροφῆς αἰτιώμενος, ἣν καὶ αὐτὴν ἀγνοῶν ἐφάνη. ἀλλ’ οὗτος μὲν καὶ ἐκ τῶν ἑξῆς, ὁποίαν ἕξιν ἔχει περὶ λόγους, φανήσεται· αὐτὸ δὲ τοῦτο καθ’ αὐτὸ πῶς εἴρηται τὸ τῇ οὐσίᾳ μὴ εἶναι ἐναντίον, ἐμαυτῷ μὲν πρῶτον, ἤδη δὲ καὶ τοῖς φιλομαθέσι διαρθρῶσαι καλόν. τὴν κυρίως οὐσίαν ἐν Κατηγορίαις τὴν ἄτομον λαβὼν τὴν σύνθετον ἐξ ὕλης καὶ εἴδους ὡς ὑποκείμενον αὐτὴν ἔλαβεν· διὸ οὐδὲ ἐν ὑποκειμένῳ οὐδὲ καθ’ ὑποκειμένου φησὶν αὐτὴν εἶναι, ἵνα πανταχόθεν, ὅτι ὑποκείμενόν ἐστι, σημαίνῃ· τὰ δὲ ἐναντία καθὸ ἐναντία συμβεβηκότα ἐστίν· διαφοραὶ γάρ εἰσιν, αἱ δὲ διαφοραὶ ποιότητες καὶ συμβεβηκότα, καί εἰσιν αὗται οὐκ ἐναντίαι τῇ οὐσίᾳ, ἀλλ’ ἐν τῇ οὐσίᾳ τὴν ἐναντίαν ἑαυτῶν ὑπόστασιν ἔχουσιν· διόπερ ἀμφότερα εἶπεν, καὶ ὅτι τῇ οὐσίᾳ οὐδὲν ἔστιν ἐναντίον, καὶ ὅτι ἡ οὐσία ταὐτὸν καὶ ἓν οὖσα τῷ ἀριθμῷ τῶν ἐναντίων ἐστὶ δεκτική. διὰ ταῦτα μὲν οὖν ἀληθὴς ὁ ἐν Κατηγορίαις λόγος, ὅτι τῇ οὐσίᾳ οὐδὲν ἔστιν ἐναντίον· οὔτε γὰρ κατὰ τὴν ὕλην, ἥτις μόνως ἐστὶν ὑποκείμενον, οὔτε κατὰ τὸ εἶδος τὸ σύνθετον ἐκ γένους καὶ διαφορῶν· οὐσία γὰρ καὶ τοῦτο καί, κἂν ἐν τῇ ὕλῃ ἐστίν, ἀλλὰ μετὰ τῆς ὕλης ὑπόκειται τοῖς ἐναντίοις· οὔτε πολλῷ μᾶλλον κατὰ τὸ σύνθετον ἐξ εἴδους καὶ ὕλης· τοῦτο γὰρ ἔτι μᾶλλον ὑποκείμενον τοῖς ἐναντίοις, τὸ δὲ ὑποκείμενον οὐ δύναται εἶναι ἐναντίον· οὔτε γὰρ ἄμφω τὰ ἐναντία εἶναι δύναται· ἐν ὑποκειμένῳ γὰρ ἐκεῖνα· οὔτε τὸ ἕτερον, καὶ ὅτι ἐν ὑποκειμένῳ καὶ τοῦτο, ἀλλ’ οὐχ ὑποκείμενον, καὶ ὅτι, εἴπερ εἴη τοῦτο, τὸ ἀντικείμενον οὐκ ἂν δέξαιτο. ἐπειδὴ δὲ σύνθετός ἐστιν ἡ κυρίως οὐσία κατ’ αὐτὸν ἡ ἄτομος, ἥτις καὶ γενητὴ καὶ φθαρτή ἐστιν, ἐξ ὕλης καὶ εἴδους, τὸ δὲ εἶδος, ὃ καὶ ὁριζόμεθα, ἐκ γένους ἐστὶ καὶ διαφορῶν, αἱ δὲ διαφοραὶ ποιότητες οὖσαι ἀντίθεσιν ἔχουσιν πρὸς ἄλλας ποιότητας· κατὰ γὰρ ἀντίθεσιν ἀπὸ τῶν οἰκείων γενῶν αἱ διαφοραὶ διαιροῦνται· κατὰ ταύτας οὖν τὰς διαφορὰς ἐναντίαι λέγονται αἱ οὐσίαι, οὐ καθὸ οὐσίαι καὶ ὑποκείμενα καὶ καθ’ ἑαυτὰ ὑφεστῶτα, ἀλλὰ καθὸ ἐξ ἐναντίων διαφορῶν συνεστήκασι καὶ εἰδοποιοῦνται, οἷον τὸ πῦρ καὶ τὸ ὕδωρ καθὸ μὲν πῦρ καὶ καθὸ ὕδωρ οὐκ εἰσὶν ἐναντία· οὐσίαι γάρ εἰσιν ὑποκείμεναι τοῖς ἐναντίοις συμβεβηκόσιν κατὰ ταῦτα· καθὸ δὲ τὸ μὲν θερμὸν καὶ ξηρόν, τὸ δὲ ψυχρὸν καὶ ὑγρόν, καὶ τὸ μὲν κοῦφον, τὸ δὲ βαρύ, κατὰ ταῦτα ἐναντιοῦνται καὶ μάχονται ἀλλήλοις καὶ μεταβάλλουσιν εἰς ἄλληλα, οὐ καθὸ οὐσίαι καὶ ὑποκείμενα, ἀλλὰ κατὰ τὰς ἐναντίας ποιότητας. διὸ ἐν μὲν Κατηγορίαις τὴν τοιαύτην οὐσίαν τὴν σύνθετον ἐξ ὕλης καὶ εἴδους ὡς ὑποκείμενον λαβὼν τῶν ἐναντίων παρὰ μέρος εἶπεν εἶναι δεκτικὴν τὴν αὐτήν, ἐναντίων δὲ τῶν κατὰ συμβεβηκὸς ὑπαρχόντων, καὶ μὴ εἶναί τι τῇ τοιαύτῃ οὐσίᾳ ἐναντίον· ἐνταῦθα δὲ τὰς διαφορὰς λαβὼν τὰς κατ’ οὐσίαν ὑπαρχούσας ἄλλης καὶ ἄλλης οὐσίας ἑκατέραν τῶν ἐναντίων συμπληρωτικὴν οὖσαν1 καὶ καθ’ αὑτὸ ὑπαρχούσας ταῖς οὐσίαις, ἀλλ’ οὐ κατὰ συμβεβηκός, ἐναντίας τὰς οὐσίας ἀλλήλαις κατ’ ἐκείνας τὰς διαφορὰς ἔφατο τὰς ταῖς διαφόροις οὐσίαις καθ’ αὑτὸ ὑπαρχούσας· αἱ γὰρ κατὰ συμβεβηκὸς ὑπάρχουσαι διαφοραὶ περὶ τὴν αὐτὴν οὐσίαν παρὰ μέρος ὑφίστανται. ὅταν οὖν λέγῃ “τῶν ἐναντίων καὶ αἱ φοραὶ ἐναντίαι”, οὐσίας μὲν ἐναντίας λέγει τὰς ἐχούσας οὐσιώδεις ἐναντίας πρὸς ἀλλήλας διαφοράς, οὐ καθὸ δὲ οὐσίαι καὶ καθ’ αὑτὰς ὑφεστῶσαι, ἀλλὰ καθὸ ἐξ ἐναντίων συνεστήκασιν διαφορῶν, αἷς καὶ ἀκολουθοῦσιν αἱ ἐναντίαι κινήσεις· καὶ γὰρ ἡ μὲν ἐπὶ τὸ ἄνω θερμότητι καὶ κουφότητι σύνεστιν, ἡ δὲ ἐπὶ τὸ κάτω ψυχρότητι καὶ βαρύτητι· καὶ οὔτε ἐναντιοῦται ταῦτα τοῖς ἐν Κατηγορίαις εἰρημένοις οὔτε, ὡς οὗτός φησιν, ἀνάγκη τὸ τῶν ἐναντίων τὰς φορὰς ἐναντίας εἶναι διαγράφειν2 διὰ τὸ ἐκεῖνα νομίζειν ἀληθῆ.
因为即便有人取三维广延本身,依照这位语法学家的看法,质料就是这东西,并且在被相反的性质赋予形式后它才成为自然物体和复合实体,而在被相反性质赋予形式的实体之外,并不存在另外的实体。即使物体不是质料,而是由质料和形式构成的复合物,其形式本身也具有相反的差异;因为亚里斯多德说,无论大还是小,物体的质料也是同一的。那么,除了被冷热轻重这些相反性质赋予形式的实体之外,究竟还存在何种由质料和形式构成的复合实体,能让他认为‘没有任何东西与实体相反’在其上是真实的呢?因为在这〔被相反性质赋予形式的实体〕的情形中,他似乎承认它并不真实。因此,他试图通过指责换位的形式来以另一种方式展开论辩,而事实表明他连换位的形式也一无所知。不过此人在论辩方面究竟有何等修养,从接下来的内容中也将显露出来;然而,‘没有任何东西与实体相反’这一命题就其本身而言究竟是如何说的,首先为我自己,进而也为好学者们清晰地加以辨析是有益的。他在《范畴篇》中取本义上的实体,即由质料和形式构成的复合的个别实体时,是将其作为主体来看待的;因此他说它既不在主体中,也不表述主体,以便从各个角度表明它是一个主体;而相反者就其作为相反者而言则是偶性;因为它们是差异,而差异是性质和偶性,它们并不与实体相反,而是在实体中具有它们相反的实存;所以这两点他都说了:既说了没有任何东西与实体相反,又说了实体在数目上保持同一且为一的同时能够接受相反者。由此可见,《范畴篇》中关于没有任何东西与实体相反的论述是真实的;因为无论依作为纯粹主体的质料而言,还是依由属和差异构成的形式而言,都没有相反者;因为形式也是实体,即便它在质料中,但它也是与质料一同作为相反者的基底;依形式和质料的复合物而言就更没有相反者了;因为复合物更加是相反者的基底,而基底是不可能成为相反者的;因为它既不可能同时是两个相反者(因为那些相反者是在基底中的),也不可能是其中之一,这不仅因为这也存在于基底中而非基底本身,还因为如果它真是其中之一,它就无法接受与之对立的相反者了。但是,既然在他看来本义上的个别实体是由质料和形式构成的复合物,并且既可生成也可毁灭,而我们所定义的形式是由属和差异构成的,并且作为性质的诸差异相对于其他性质具有对立——因为差异是依照对立从其固有的属中被划分出来的——,所以在这些差异的意义上,实体被称为是相反的,而不是就其作为实体、作为基底和自存者而言是相反的,乃是就它们由相反的差异构成并被赋予形式而言是相反的,正如火和水就其作为火与作为水而言并非相反;因为就这些而言,它们是作为相反偶性之下垫的实体;但就一者热而干,另一者冷而湿,以及一者轻而另一者重而言,就这些方面来说它们是相反的、相互抗争并相互转化的,这不是就它们作为实体和基底而言,而是依照相反的性质而言的。所以,他在《范畴篇》中将这种由质料和形式构成的实体作为基底来看待,指出同一实体能够轮流接受相反者,即偶然属于它的相反者,并且没有任何东西与这种实体相反;而在这里,他考虑到依实体而言属于不同实体的差异,每一种差异都构成了相反实体的完备本质,并且本质地而非偶然地属于这些实体,因而指出诸实体依本质地属于不同实体的那些差异而言是相互相反的;因为偶然属于实体的差异是围绕同一实体轮流存在的。因此,当他说‘相反者的移动也是相反的’时,他所说的相反实体是指相互之间具有本质性相反差异的实体,不是就其作为实体和自存者而言,而是就它们由相反的差异构成而言,而相反的运动正是伴随着这些差异的;因为向上的移动伴随着热与轻,向下的移动伴随着冷与重;这些说法既不与《范畴篇》中的言论相抵触,也不像此人所说的那样,必须因为认为那些言论真实就抹去‘相反者的移动是相反的’这一命题。
- 1.36ἑκατέραν τῶν ἐναντίων συμπληρωτικὴν οὖσαν
宾格分词短语 ἑκατέραν ... συμπληρωτικὴν οὖσαν 作为同位语或说明性成分修饰前面的宾格名词 τὰς διαφοράς,表明每一种差异各自构成了相反实体的完备本质。
- 1.36ἀνάγκη τὸ τῶν ἐναντίων τὰς φορὰς ἐναντίας εἶναι διαγράφειν
中性定冠词 τὸ 引导了整个宾格不定式短语 τῶν ἐναντίων τὰς φορὰς ἐναντίας εἶναι(“相反者的移动是相反的”),使其名词化作为不定式 διαγράφειν(抹杀、划去)的直接宾语。ἀνάγκη 作为表语构成非人称结构,意为“……是必然的”。
